ΜΑΚΚΑΒΑΙΩΝ Βʹ 12
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Septuagint (Greek Old Testament), second edition
1Γενομένων τῶν συνθηκῶν τούτων, ὁ μὲν Λυσίας ἀπῄει πρὸς τὸν βασιλέα, οἱ δὲ Ἰουδαῖοι περὶ τὴν γεωργίαν ἐγίνοντο.
1Ως δὲ καὶ οὗτος μακαρίως ἐναπέθανε καταβληθεὶς εἰς λέβητα, ὁ ἕβδομος παρεγίνετο πάντων νεώτερος.
2Τῶν δὲ κατὰ τόπον στρατηγῶν Τιμόθεος καὶ Ἀπολλώνιος ὁ τοῦ Γενναίου, ἔτι δὲ Ἱερώνυμος καὶ Δημοφὼν, πρὸς δὲ τούτοις Νικάνωρ ὁ Κυπριάρχης, οὐκ εἴων αὐτοὺς εὐσταθεῖς, καὶ τὰ τῆς ἡσυχίας ἄγειν.
2ὃν κατοικτειρήσας ὁ τύραννος, καίπερ δεινῶς ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ κακισθείς, ὁρῶν ἤδη τὰ δεσμὰ περικείμενον,
3Ἰοππίται δὲ τηλικοῦτο συνετέλεσαν τὸ δυσσέβημα· παρακαλέσαντες τοὺς σὺν αὐτοῖς οἰκοῦντας Ἰουδαίους ἐμβῆναι εἰς τὰ παρασταθέντα ὑπʼ αὐτῶν σκάφη σὺν γυναιξὶ καὶ τέκνοις, ὡς μηδεμιᾶς ἐνεστώσης πρὸς αὐτοὺς δυσμενείας,
3πλησιέστερον αὐτὸν μετεπέμψατο καὶ παρηγορεῖν ἐπειρᾶτο λέγων·
4κατὰ δὲ τὸ κοινὸν τῆς πόλεως ψήφισμα, καὶ τούτων ἐπιδεξαμένων ὡς ἂν εἰρηνεύειν θελόντων, καὶ μηδὲν ὕποπτον ἐχόντων, ἐπαναχθέντας αὐτοὺς ἐβύθισαν, ὄντας οὐκ ἔλαττον τῶν διακοσίων.
4τῆς μὲν τῶν ἀδελφῶν σου ἀπονοίας τὸ τέλος ὁρᾷς· διὰ γὰρ ἀπείθειαν στρεβλωθέντες τεθνήκασι· σὺ δέ, εἰ μὲν μὴ πεισθείης, τάλας βασανισθεὶς καὶ αὐτὸς τεθνήξῃ πρὸ ὥρας.
5Μεταλαβὼν δὲ Ἰούδας τὴν γεγονυῖαν εἰς τοὺς ὁμοεθνεῖς ὠμότητα, παραγγείλας τοῖς περὶ αὐτὸν ἀνδράσι,
5πεισθεὶς δὲ φίλος ἔσῃ καὶ τῶν ἐπὶ τῆς βασιλείας ἀφηγήσῃ πραγμάτων.
6καὶ ἐπικαλεσάμενος τὸν δίκαιον κριτὴν Θεὸν, παρεγένετο ἐπὶ τοὺς μιαιφόνους τῶν ἀδελφῶν· καὶ τὸν μὲν λιμένα νύκτωρ ἐνέπρησε, καὶ τὰ σκάφη κατέφλεξε, τοὺς δὲ ἐκεῖ συμφυγόντας ἐξεκέντησε.
6καὶ ταῦτα παρακαλῶν, τὴν μητέρα τοῦ παιδὸς μετεπέμψατο, ὅπως αὐτὴν ἐλεήσας τοσούτων υἱῶν στερηθεῖσαν παρορμήσειεν ἐπὶ τὴν σωτήριον εὐπείθειαν τὸν περιλειπόμενον.
7Τοῦ δὲ χωρίου συγκλεισθέντος, ἀνέλυσεν, ὡς πάλιν ἥξων καὶ τὸ σύμπαν τῶν Ἰοππιτῶν ἐκριζῶσαι πολίτευμα.
7ὁ δὲ τῆς μητρὸς τῇ ἑβραΐδι φωνῇ προτρεψαμένης αὐτὸν (ὡς ἐροῦμεν μετὰ μικρὸν ὕστερον), ἀπολύσατέ με, φησίν·
8Μεταλαβὼν δὲ καὶ τοὺς ἐν Ἰαμνείᾳ τὸν αὐτὸν ἐπιτελεῖν βουλομένους τρόπον τοῖς παροικοῦσιν Ἰουδαίοις,
8εἴπω τι τῷ βασιλεῖ καὶ τοῖς σὺν αὐτῷ φίλοις πᾶσι.
9καὶ τοῖς Ἰαμνίταις νυκτὸς ἐπιβαλὼν, ὑφῆψε τὸν λιμένα σὺν τῷ στόλῳ, ὥστε φαίνεσθαι τὰς αὐγὰς τοῦ φέγγους εἰς τὰ Ἱεροσόλυμα, σταδίων ὄντων διακοσίων τεσσαράκοντα.
9καὶ ἐπιχαρέντες ὅ τε βασιλεὺς καὶ οἱ σὺν αὐτῷ μάλιστα ἐπὶ τῇ ἐπαγγελίᾳ τοῦ παιδὸς ταχέως ἔλυσαν αὐτόν.
10Ἐκεῖθεν δὲ ἀποσπασθέντων σταδίους ἐννέα, ποιουμένων τὴν πορείαν ἐπὶ τὸν Τιμόθεον, προσέβαλον Ἄραβες αὐτῷ οὐκ ἐλάττους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ πεντακόσιοι.
10καὶ δραμὼν ἐπὶ πλησίον τῶν τηγάνων ἔφη·
11Γενομένης δὲ καρτερᾶς μάχης, καὶ τῶν περὶ τὸν Ἰούδαν διὰ τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν εὐημερησάντων, ἐλαττωθέντες οἱ Νομάδες Ἄραβες ἠξίουν δοῦναι τὸν Ἰούδαν δεξιὰν αὐτοῖς, ὑπισχνούμενοι καὶ βοσκήματα δώσειν, καὶ ἐν τοῖς λοιποῖς ὠφελήσειν αὐτούς.
11ἀνόσιε, φησίν, καὶ πάντων τῶν πονηρῶν ἀσεβέστατε τύραννε, οὐκ ᾐδέσθης παρὰ τοῦ Θεοῦ λαβὼν τὰ ἀγαθὰ καὶ τὴν βασιλείαν τοὺς θεράποντας αὐτοῦ κατακτεῖναι καὶ τοὺς εὐσεβείας ἀσκητὰς στρεβλῶσαι;
12Ἰούδας δὲ ὑπολαβὼν ὡς ἀληθῶς ἐν πολλοῖς αὐτοὺς χρησίμους, ἐπεχώρησεν εἰρήνην ἄξειν πρὸς αὐτούς· καὶ λαβόντες δεξιὰς, εἰς τὰς σκηνὰς αὐτῶν ἐχωρίσθησαν.
12ἀνθ' ὧν ταμιεύσεταί σε ἡ θεία δίκη πυκνοτέρῳ καὶ αἰωνίῳ πυρὶ καὶ βασάνοις, αἳ εἰς ὅλον τὸν αἰῶνα οὐκ ἀνήσουσί σε.
13Ἐπέβαλε δὲ καὶ ἐπί τινα πόλιν γεφυροῦν ὀχυρὰν καὶ τείχεσι περιπεφραγμένην, καὶ παμμιγέσιν ἔθνεσι κατοικουμένην, ὄνομα δὲ Κάσπιν.
13οὐκ ᾐδέσθης ἄνθρωπος ὤν, θηριωδέστατε, τοὺς ὁμοιοπαθεῖς καὶ ἐκ τῶν αὐτῶν γεγονότας στοιχείων γλωττοτομῆσαι καὶ τοῦτον καταικίσας τὸν τρόπον βασανίσαι;
14Οἱ δʼ ἔνδον πεποιθότες τῇ τῶν τειχέων ἐρυμνότητι, τῇ τε τῶν βρωμάτων παραθέσει, ἀναγωγότερον ἐχρῶντο, τοῖς περὶ τὸν Ἰούδαν λοιδοροῦντες, καὶ προσέτι βλασφημοῦντες, καὶ λαλοῦντες ἃ μὴ θέμις.
14ἀλλ' οἱ μὲν εὐγενῶς ἀποθανόντες ἐπλήρωσαν τὴν εἰς τὸν Θεὸν εὐσέβειαν,
15Οἱ δὲ περὶ τὸν Ἰούδαν ἐπικαλεσάμενοι τὸν μέγαν τοῦ κόσμου δυνάστην, τὸν ἄτερ κριῶν καὶ μηχανῶν ὀργανικῶν κατακρημνίσαντα τὴν Ἱεριχὼ κατὰ τοὺς Ἰησοῦ χρόνους, ἐνέσεισαν θηριωδῶς τῷ τείχει.
15σὺ δὲ κακὸς κακῶς οἰμώξεις τοὺς τῆς ἀρετῆς ἀγωνιστὰς ἀναιτίως ἀποκτείνας.
16Καταλαβόμενοί τε τὴν πόλιν τῇ τοῦ Θεοῦ θελήσει, ἀμυθήτους ἐποιήσαντο σφαγὰς, ὥστε τὴν παρακειμένην λίμνην τὸ πλάτος ἔχουσαν σταδίων δύο, κατάῤῥυτον αἵματι πεπληρωμένην φαίνεσθαι.
16ὅθεν καὶ αὐτὸς ἀποθνήσκειν μέλλων ἔφη·
17Ἐκεῖθεν δὲ ἀποσπάσαντες σταδίους ἑπτακοσίους πεντήκοντα διήνυσαν εἰς τὸν Χάρακα, πρὸς τοὺς λεγομένους Τουβιήνους Ἰουδαίους.
17οὐκ ἀπαυτομολῶ τῆς τῶν ἀδελφῶν μου ἀριστείας·
18Καὶ Τιμόθεον μὲν ἐπὶ τῶν τόπων οὐ κατέλαβον, ἄπρακτόν τε ἀπὸ τῶν τόπων ἐκλελυκότα, καταλελοιπότα δὲ φρουρὰν ἔν τινι τόπῳ, καὶ μάλα ὀχυράν.
18ἐπικαλοῦμαι δὲ τὸν πατρῷον Θεόν, ὅπως ἵλεως γένηται τῷ γένει μου.
19Δωσίθεος δὲ καὶ Σωσίπατρος τῶν περὶ τὸν Μακκαβαῖον ἡγεμόνων, ἐξοδεύσαντες ἀπώλεσαν τοὺς ὑπὸ Τιμοθέου καταλειφθέντας ἐν τῷ ὀχυρώματι πλείους τῶν μυρίων ἀνδρῶν.
19σὲ δὲ καὶ ἐν τῷ νῦν βίῳ καὶ θανόντα τιμωρήσεται.
20Ὁ δὲ Μακκαβαῖος διατάξας τὴν ἑαυτοῦ στρατιὰν σπειρηδὸν, κατέστησεν αὐτοὺς ἐπὶ τῶν σπείρων, καὶ ἐπὶ τὸν Τιμόθεον ὥρμησεν ἔχοντα περὶ αὐτὸν μυριάδας δώδεκα πεζῶν, ἱππεῖς δὲ χιλίους πρὸς τοῖς πεντακοσίοις.
20καὶ ταῦτα κατευξάμενος, ἑαυτὸν ἔρριψε κατά τῶν τηγάνων, καὶ οὕτως ἀπέδωκε τὴν ψυχήν.
21Τὴν δὲ ἔφοδον μεταλαβὼν Ἰούδα, ὁ Τιμόθεος προεξαπέστειλε τὰς γυναῖκας, καὶ τὰ τέκνα, καὶ τὴν ἄλλην ἀποσκευὴν εἰς τὸ λεγόμενον Καρνίον· ἦν γὰρ δυσπολιόρκητον καὶ δυσπρόσιτον τὸ χωρίον διὰ τὴν τῶν πάντων τῶν τόπων στενότητα.
no verse 21 in this text
22Ἐπιφανείσης δὲ τῆς Ἰούδα σπείρας πρώτης, καὶ γενομένου δέους ἐπὶ τοὺς πολεμίους, φόβου τε ἐκ τῆς τοῦ πάντα ἐφορῶντος ἐπιφανείας γενομένου ἐπʼ αὐτοὺς, εἰς φυγὴν ὥρμησαν ἄλλος ἀλλαχῃ φερόμενος, ὥστε πολλάκις ὑπὸ τῶν ἰδίων βλάπτεσθαι, καὶ ταῖς τῶν ξιφῶν ἀκμαῖς ἀναπείρεσθαι.
no verse 22 in this text
23Ἐποιεῖτο δὲ τὸν διωγμὸν εὐτονώτερον Ἰούδας, συγκεντῶν τοὺς ἀλιτηρίους, διέφθειρέ τε εἰς μυριάδας τρεῖς ἀνδρῶν.
no verse 23 in this text
24Αὐτὸς δὲ ὁ Τιμόθεος ἐμπεσὼν τοῖς περὶ τὸν Δωσίθεον καὶ Σωσίπατρον, ἠξίου μετὰ πολλῆς γοητείας ἐξαφεῖναι σῶον αὐτόν· διὰ τὸ πλειόνων μὲν γονεῖς, ὧν δὲ ἀδελφοὺς ἔχειν, καὶ τούτους ἀλογηθῆναι συμβήσεται, εἰ ἀποθάνοι.
no verse 24 in this text
25Πιστώσαντος δὲ αὐτοῦ διὰ πλειόνων τὸν ὁρισμὸν ἀποκαταστήσειν τούτους ἀπημάντους, ἀπέλυσαν αὐτὸν ἕνεκα τῆς τῶν ἀδελφῶν σωτηρίας.
no verse 25 in this text
26Ἐξελθὼν δὲ ἐπὶ τὸ Καρνίον καὶ τὸ Ἀταργατεῖον, κατέσφαξε μυριάδας σωμάτων δύο καὶ πεντακισχιλίους.
no verse 26 in this text
27Καὶ μετὰ τὴν τούτων τροπὴν καὶ ἀπώλειαν ἐπεστράτευσεν Ἰούδας καὶ ἐπὶ Ἐφρὼν, πόλιν ὀχυρὰν, ἐν ᾗ κατῴκει Λυσίας, καὶ πάμφυλα πλήθη· νεανίαι δὲ πρὸ τῶν τειχῶν καθεστῶτες ῥωμαλέοι ἀπεμάχοντο εὐρώστως, ἐνθάδε ὀργάνων καὶ βελῶν πολλαὶ παραθέσεις ὑπῆρχον.
no verse 27 in this text
28Ἐπικαλεσάμενοι δὲ τὸν Δυνάστην τὸν μετὰ κράτους συντρίβοντα τὰς τῶν πολεμίων ἀλκὰς, ἔλαβον τὴν πόλιν ὑποχείριον, καὶ κατέστρωσαν τῶν ἔνδον εἰς μυριάδας δύο καὶ πεντακισχιλίους.
no verse 28 in this text
29Ἀναζεύξαντες δὲ ἐκεῖθεν, ὥρμησαν ἐπὶ Σκυθῶν πόλιν, ἀπέχουσαν ἀπὸ Ἱεροσολύμων σταδίους ἑξακοσίους.
no verse 29 in this text
30Ἀπομαρτυρησάντων δὲ τῶν ἐκεῖ κατοικούντων Ἰουδαίων, ἣν οἱ Σκυθοπολίται ἔσχον πρὸς αὐτοὺς εὔνοιαν, καὶ ἐν τοῖς τῆς ἀτυχίας καιροῖς ἥμερον ἀπάντησιν ἐποιοῦντο,
no verse 30 in this text
31εὐχαριστήσαντες αὐτοῖς, καὶ προσπαρακαλέσαντες καὶ εἰς τὰ λοιπὰ πρὸς τὸ γένος εὐμενεῖς εἶναι, παρεγένοντο εἰς Ἱεροσόλυμα, τῆς τῶν ἑβδομάδων ἑορτῆς οὕσης ὑπογύου.
no verse 31 in this text
32Μετὰ δὲ τὴν λεγομένην Πεντηκοστὴν, ὥρμησαν ἐπὶ Γοργίαν τὸν τῆς Ἰδουμαίας στρατηγόν.
no verse 32 in this text
33Ἐξῆλθε δὲ μετὰ πεζῶν τρισχιλίων, ἱππέων δὲ τετρακοσίων.
no verse 33 in this text
34Καὶ παραταξαμένων συνέβη πεσεῖν ὀλίγους τῶν Ἰουδαίων.
no verse 34 in this text
35Δωσίθεος δέ τις τῶν τοῦ Βακήνορος, ἔφιππος ἀνὴρ καὶ καρτερὸς, εἴχετο τοῦ Γοργίου, καὶ λαβόμενος τῆς χλαμύδος, ἦγεν αὐτὸν εὐρώστως, καὶ βουλόμενος τὸν κατάρατον λαβεῖν ζωγρίαν, τῶν ἱππέων Θρακῶν τινὸς ἐπενεχθέντος αὐτῷ καὶ τὸν ὦμον καθελόντος, διέφυγεν ὁ Γοργίας εἰς Μαρισά.
no verse 35 in this text
36Τῶν δὲ περὶ τὸν Ἔσδριν ἐπιπλεῖον μαχομένων, καὶ κατακόπων ὄντων, ἐπικαλεσάμενος ὁ Ἰούδας τὸν Κύριον σύμμαχον φανῆναι καὶ προοδηγὸν τοῦ πολέμου,
no verse 36 in this text
37καταρξάμενος τῇ πατρίῳ φωνῇ τὴν μεθʼ ὕμνων κραυγὴν, ἀναβοήσας, καὶ ἐνσείσας ἀπροσδοκήτως τοῖς περὶ τὸν Γοργίαν, τροπὴν αὐτῶν ἐποιήσατο.
no verse 37 in this text
38Ἰούδας δὲ ἀναλαβὼν τὸ στράτευμα, ἦγεν εἰς Ὀδολλὰμ πόλιν· τῆς δὲ ἑβδομάδος ἐπιβαλλούσης, κατὰ τὸν ἐθισμὸν ἁγνισθέντες αὐτόθι τὸ σάββατον διήγαγον.
no verse 38 in this text
39Τῇ δὲ ἐχομένῃ ἦλθον οἱ περὶ τὸν Ἰούδαν καθʼ ὃν τρόπον τὸ τῆς χρείας ἐγεγόνει, τὰ τῶν προπεπτωκότων σώματα ἀνακομίσασθαι, καὶ μετὰ τῶν συγγενῶν ἀποκαταστῆσαι εἰς τοὺς πατρῴους τάφους.
no verse 39 in this text
40Εὗρον δὲ ἑκάστου τῶν τεθνηκότων ὑπὸ τοὺς χιτῶνας ἱερώματα τῶν ἀπὸ Ἰαμνείας εἰδώλων, ἀφʼ ὧν ὁ νόμος ἀπείργει τοὺς Ἰουδαίους· τοῖς δὲ πᾶσι σαφὲς ἐγένετο διὰ τήνδε τὴν αἰτίαν τούσδε πεπτωκέναι.
no verse 40 in this text
41Πάντες οὖν εὐλογήσαντες τοῦ δικαιοκρίτου Κυρίου τοῦ τὰ κεκρυμμένα φανερὰ ποιοῦντος,
no verse 41 in this text
42εἰς ἱκετείαν ἐτράπησαν, ἀξιώσαντες τὸ γεγονὸς ἁμάρτημα τελείως ἐξαλειφθῆναι· ὁ δὲ γενναῖος Ἰούδας παρεκάλεσε τὸ πλῆθος συντηρεῖν ἑαυτοὺς ἀναμαρτήτους εἶναι, ὑπʼ ὄψιν ἑωρακότας τὰ γεγονότα, διὰ τὴν τῶν προπεπτωκότων ἁμαρτίαν.
no verse 42 in this text
43Ποιησάμενός τε κατʼ ἀνδραλογίαν κατασκευάσματα εἰς ἀργυρίου δραχμὰς δισχιλίας, ἀπέστειλεν εἰς Ἱεροσόλυμα προσαγαγεῖν περὶ ἁμαρτίας θυσίαν, πάνυ καλῶς καὶ ἀστείως πράττων, ὑπὲρ ἀναστάσεως διαλογιζόμενος·
no verse 43 in this text
44εἰ γὰρ μὴ τοὺς προπεπτωκότας ἀναστῆναι προσεδόκα, περισσὸν ἂν ἦν καὶ ληρῶδες ὑπὲρ νεκρῶν προσεύχεσθαι·
no verse 44 in this text
45εἶτʼ ἐμβλέπων τοῖς μετʼ εὐσεβείας κοιμωμένοις κάλλιστον ἀποκείμενον χαριστήριον· ὁσία καὶ εὐσεβὴς ἡ ἐπίνοια· ὅθεν περὶ τῶν τεθνηκότων τὸν ἐξιλασμὸν ἐποιήσατο, τῆς ἁμαρτίας ἀπολυθῆναι.
no verse 45 in this text
Tip: use the ← and → keys to turn chapters.