ΜΑΚΚΑΒΑΙΩΝ Βʹ
Chapter 4

ΜΑΚΚΑΒΑΙΩΝ Βʹ

Septuagint (Brenton Gree…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers

ΜΑΚΚΑΒΑΙΩΝ Βʹ 4

Septuagint (Brenton Greek text, with Apocrypha)
Septuagint (Greek Old Testament), second edition
1Ὁ δὲ προειρημένος Σίμων ὁ τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονὼς, ἐκακολόγει τὸν Ὀνίαν, ὡς αὐτός τε εἴη τὸν Ἡλιόδωρον ἐπισεσεικὼς, καὶ τῶν κακῶν δημιουργὸς καθεστηκώς.
1Σίμων γάρ τις πρὸς Ὀνίαν ἀντιπολιτευόμενος τόν ποτε τὴν ἀρχιερωσύνην ἔχοντα διά βίου, καλὸν καὶ ἀγαθὸν ἄνδρα, ἐπειδὴ πάντα τρόπον διαβάλλων ὑπὲρ τοῦ ἔθνους οὐκ ἴσχυσε κακῶσαι, φυγὰς ᾤχετο τὴν πατρίδα προδώσων.
2Καὶ τὸν εὐεργέτην τῆς πόλεως, καὶ τὸν κηδεμόνα τῶν ὁμοεθνῶν, καὶ ζηλωτὴν τῶν νόμων, ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν.
2ὅθεν ἥκων πρὸς Ἀπολλώνιον, τὸν Συρίας τε καὶ Φοινίκης καὶ Κιλικίας στρατηγόν, ἔλεγεν· εὔνους ὢν τοῖς τοῦ βασιλέως πράγμασιν ἥκω
3Τῆς δὲ ἔχθρας ἐπὶ τοσοῦτον προβαινούσης, ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σίμωνος δεδοκιμασμένων φόνους συντελεῖσθαι,
3μηνύσων πολλὰς ἰδιωτικῶν χρημάτων μυριάδας ἐν τοῖς Ἱεροσολύμων γαζοφυλακίοις τεθησαυρίσθαι τοῖς ἱεροῖς μὴ ἐπικοινωνούσας, καὶ προσήκειν ταῦτα Σελεύκῳ τῷ βασιλεῖ.
4συνορῶν ὁ Ὀνίας τὸ χαλεπὸν τῆς φιλονεικίας, καὶ Ἀπολλώνιον μαίνεσθαι, ὡς τὸν κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν, συναύξοντα τὴν κακίαν τοῦ Σίμωνος,
4τούτων δὲ ἕκαστα γνοὺς ὁ Ἀπολλώνιος, τὸν μὲν Σίμωνα τῆς εἰς τὸν βασιλέα κηδεμονίας ἐπαινεῖ, πρὸς δὲ τὸν Σέλευκον ἀναβὰς κατεμήνυσε τὸν τῶν χρημάτων θησαυρόν.
5ὡς τὸν βασιλέα διεκομίσθη, οὐ γινόμενος τῶν πολιτῶν κατήγορος, τὸ δὲ συμφέρον κοινῇ κατʼ ἰδίαν παντὶ τῷ πλήθει σκοπῶν.
5καὶ λαβὼν τὴν περὶ αὐτὸν ἐξουσίαν ταχὺ εἰς τὴν πατρίδα ἡμῶν μετὰ τοῦ καταράτου Σίμωνος καὶ βαρυτάτου στρατοῦ ἀνέβη
6Ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἔτι τὰ πράγματα, καὶ τὸν Σίμωνα παῦλαν οὐ ληψόμενον τῆς ἀνοίας.
6καὶ προσελθὼν ταῖς τοῦ βασιλέως ἐντολαῖς ἥκειν ἔλεγεν, ὅπως τὰ ἰδιωτικὰ τοῦ γαζοφυλακίου λάβοι χρήματα.
7Μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου, καὶ παραλαβόντος τὴν βασιλείαν Ἀντιόχου τοῦ προσαγορευθέντος Ἐπιφανοῦς, ὑπενόθευσεν Ἰάσων ὁ ἀδελφὸς Ὀνίου τὴν ἀρχιερωσύνην,
7καὶ τοῦ ἔθνους πρὸς τὸν λόγον σχετλιάζοντος ἀντιλέγοντός τε, πάνδεινον εἶναι νομίσαντες, εἰ οἱ τὰς παρακαταθήκας πιστεύσαντες τῷ ἱερῷ θησαυρῷ στερηθήσονται, ὡς οἷόν τε ἦν, ἐκώλυον.
8ἐπαγγειλάμενος τῷ βασιλεῖ διʼ ἐντεύξεως ἀργυοίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις, καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα,
8μετὰ ἀπειλῶν δὲ ὁ Ἀπολλώνιος ἀπῃ£ει εἰς τὸ ἱερόν.
9πρὸς δὲ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράψαι πεντήκοντα πρὸς τοῖς ἑκατόν, ἐὰν συγχωρηθῇ διὰ τῆς ἐξουσίας αὐτοῦ, γυμνάσιον καὶ ἐφηβίαν αὐτῷ συστήσασθαι, καὶ τοὺς ἐν Ἰεροσολύμοις Ἀντιοχεῖς ἀναγράψαι.
9τῶν δέ ἱερέων μετά γυναικῶν καὶ παιδίων ἐν τῷ ἱερῷ ἱκετευσάντων τὸν Θεὸν ὑπερασπίσαι τοῦ ἱεροῦ καταφρονουμένου τόπου
10Ἐπινεύσαντος δὲ τοῦ βασιλέως, καὶ τῆς ἀρχῆς κρατήσας, εὐθέως ἐπὶ τὸν Ἑλληνικὸν χαρακτῆρα τοὺς ὁμοφύλους μετῆγε.
10ἀνιόντος τε μετά καθωπλισμένης τῆς στρατιᾶς τοῦ Ἀπολλωνίου πρὸς τὴν τῶν χρημάτων ἁρπαγήν, οὐρανόθεν ἔφιπποι προὐφάνησαν ἄγγελοι περιαστράπτοντες τοῖς ὅπλοις καὶ πολὺν αὐτοῖς φόβον τε καὶ τρόμον ἐνιέντες.
11Καὶ τὰ κείμενα τοῖς Ἰουδαίοις φιλάνθρωπα βασιλικὰ διὰ Ἰωάννου τοῦ πατρὸς Εὐπολέμου, τοῦ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ φιλίας καὶ συμμαχίας πρὸς τοὺς Ῥωμαίους, παρώσατο· καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας, παρανόμους ἐθισμοὺς ἐκαίνιζεν.
11καταπεσών γέ τοι ἡμιθανὴς ὁ Ἀπολλώνιος ἐπὶ τὸν πάμφυλον τοῦ ἱεροῦ περίβολον τὰς χεῖρας ἐξέτεινεν εἰς τὸν οὐρανόν, καὶ μετὰ δακρύων τοὺς Ἑβραίους παρεκάλει, ὅπως περί αὐτοῦ εὐξάμενοι τὸν ἐπουράνιον ἐξευμενίσωνται στρατόν.
12Ἀσμένως γὰρ ὑπʼ αὐτὴν τὴν ἀκρόπολιν γυμνάσιον καθίδρυσε, καὶ τοὺς κρατίστους τῶν ἐφήβων ὑποτάσσων, ὑπὸ πέτασον ἦγεν.
12ἔλεγε γὰρ ἡμαρτηκὼς ὥστε καὶ ἀποθανεῖν ἄξιος ὑπάρχειν πᾶσί τε ἀνθρώποις ὑμνήσειν σωθεὶς τὴν τοῦ ἱεροῦ τόπου μακαριότητα.
13Ἦν δʼ οὕτως ἀκμή τις Ἑλληνισμοῦ, καὶ πρόσβασις ἀλλοφυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως Ἰάσωνος ὑπερβάλλουσαν ἀναγνείαν,
13τούτοις ὑπαχθεὶς τοῖς λόγοις Ὀνίας ὁ ἀρχιερεύς, καίπερ ἄλλως εὐλαβηθείς, μήποτε νομίσειεν ὁ βασιλεὺς Σέλευκος ἐξ ἀνθρωπίνης ἐπιβουλῆς καὶ μὴ θείας δίκης ἀνῃρῆσθαι τὸν Ἀπολλώνιον, ηὔξατο περὶ αὐτοῦ.
14ὥστε μηκέτι περὶ τὰς τοῦ θυσιαστηρίου λειτουργίας προθύμους εἶναι τοὺς ἱερεῖς, ἀλλὰ τοῦ μὲν ναοῦ καταφρονοῦντες, καὶ τῶν θυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρᾳ παρανόμου χορηγίας, μετὰ τὴν τοῦ δίσκου πρόκλησιν.
14καὶ ὁ μὲν παραδόξως διασωθεὶς ᾤχετο δηλώσων τῷ βασιλεῖ τὰ συμβάντα αὐτῷ.
15Καὶ τὰς μὲν πατρῴους τιμὰς ἐν οὐδενὶ τιθέμενοι, τὰς δὲ Ἑλληνικὰς δόξας καλλίστας ἡγούμενοι.
15Τελευτήσαντος δὲ Σελεύκου τοῦ βασιλέως διαδέχεται τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Ἀντίοχος Ἐπιφανής, ἀνὴρ ὑπερήφανος καὶ δεινός,
16Ὧν χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις, καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς, καὶ καθάπαν ἤθελον ἐξομοιοῦσθαι, τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον.
16ὃς καταλύσας τὸν Ὀνίαν τῆς ἀρχιερωσύνης, Ἰάσονα τὸν ἀδελφὸν αὐτοῦ κατέστησεν ἀρχιερέα, συνθέμενον δώσειν,
17Ἀσεβεῖν γὰρ εἰς τοὺς θείους νόμους οὐ ῥᾴδιον, ἀλλὰ ταῦτα ὁ ἀκόλουθος καιρὸς δηλώσει.
17εἰ ἐπιτρέψειεν αὐτῷ τὴν ἀρχήν, κατ' ἐνιαυτὸν τρισχίλια ἑξακόσια ἑξήκοντα τάλαντα.
18Ἀγομένου δὲ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ, καὶ τοῦ βασιλέως παρόντος,
18ὁ δὲ ἐπέτρεψεν αὐτῷ καὶ ἀρχιερᾶσθαι καὶ τοῦ ἔθνους ἀφηγεῖσθαι.
19ἀπέστειλεν Ἰάσων ὁ μιαρὸς θεωροὺς ἀπὸ Ἱεροσολύμων Ἀντιοχεῖς ὄντας, παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν· ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρῆσθαι πρὸς θυσίαν διὰ τὸ μὴ καθήκειν, εἰς ἑτέραν δὲ καταθέσθαι δαπάνην.
19ὃς καὶ ἐξεδιῃ£τησε τῶν Ἰουδαίων τὸ ἔθνος καὶ ἐξεπολίτευσεν ἐπὶ πᾶσαν παρανομίαν
20Ἔπεμψεν οὖν ταῦτα, διὰ μὲν τὸν ἀποστείλαντα εἰς τὴν τοῦ Ἡρακλέους θυσίαν, ἕνεκεν δὲ τῶν παρακομιζόντων, εἰς τὰς τῶν τριήρων κατασκευάς.
20ὥστε μὴ μόνον ἐπ' αὐτῇ τῇ ἄκρᾳ τῆς πατρίδος ἡμῶν γυμνάσιον κατασκευάσαι, ἀλλὰ καὶ καταλῦσαι τὴν τοῦ ἱεροῦ κηδεμονίαν.
21Ἀποσταλέντος δὲ εἰς Αἴγυπτον Ἀπολλωνίου τοῦ Μενεσθέως διὰ τὰ πρωτοκλίσια Πτολεμαίου τοῦ Φιλομήτορος βασιλέως, μεταλαβὼν Ἀντίοχος ἀλλότριον αὐτὸν τῶυ αὐτῶν γεγονέναι πραγμάτων, τῆς κατʼ αὑτὸν ἀσφαλείας ἐφρόντιζεν· ὅθεν εἰς Ἰόππην παραγενόμενος, κατήντησεν εἰς Ἰεροσόλυμα.
21ἐφ' οἷς ἀγανακτήσασα ἡ θεία δίκη αὐτὸν αὐτοῖς τὸν Ἀντίοχον ἐπολέμωσεν.
22Μεγαλοπρεπῶς δὲ ὑπὸ τοῦ Ἰάσωνος καὶ τῆς πόλεως παραδεχθεὶς, μετὰ δᾳδουχίας καὶ βοῶν εἰσπεπόρευται εἶθʼ οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσε.
22ἐπειδὴ γὰρ πολεμῶν ἦν κατ' Αἴγυπτον Πτολεμαίῳ, ἤκουσέ τε ὅτι φήμης διαδοθείσης περὶ τοῦ τεθνᾶναι αὐτόν, ὡς ἔνι μάλιστα χαίροιεν οἱ Ἱεροσολυμῖται, ταχέως ἐπ' αὐτοὺς ἀνέζευξεν,
23Μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν Ἰάσων Μενέλαον τὸν τοῦ προσημαινομένου Σίμωνος ἀδελφόν, παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ, καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα.
23καὶ ὡς ἐπόρθησεν αὐτούς, δόγμα ἔθετο ὅπως, εἴ τινες αὐτῶν φάνοιεν τῷ πατρίῳ πολιτευόμενοι νόμῳ, θάνοιεν.
24Ὁ δὲ συσταθεὶς τῷ βασιλεῖ, καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας, εἰς ἑαυτὸν κατήντησε τὴν ἀρχιερωσύνην, ὑπερβαλὼν τὸν Ἰάσωνα τάλαντα ἀργυρίου τριακόσια.
24καὶ ἐπεὶ κατὰ μηδένα τρόπον ἴσχυε καταλῦσαι διὰ τῶν δογμάτων τὴν τοῦ ἔθνους εὔνοιαν,
25Λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγένετο, τῆς μὲν ἀρχιερωσύνης οὐδὲν ἄξιον φέρων, θυμοὺς δὲ ὠμοῦ τυράννου, καὶ θηρὸς βαρβάρου ὀργὰς ἔχων.
25ἀλλὰ πάσας τὰς ἑαυτοῦ ἀπειλὰς καὶ τιμωρίας ἑώρα καταλυομένας, ὥστε καὶ γυναῖκας, ὅτι περιέτεμον τὰ παιδία, μετὰ τῶν βρεφῶν κατακρημνισθῆναι προειδυίας ὅτι τοῦτο πείσονται·
26Καὶ ὁ μὲν Ἰάσων ὁ τὸν ἴδιον ἀδελφὸν ὑπονοθεύσας, ὑπονοθευθεὶς ὑφʼ ἑτέρου φυγὰς εἰς τὴν Ἀμμανῖτιν χώραν συνήλαστο.
26ἐπεὶ οὖν τὰ δόγματα αὐτοῦ κατεφρονεῖτο ὑπὸ τοῦ λαοῦ, αὐτὸς διά βασάνων ἕνα ἕκαστον τοῦ ἔθνους ἠνάγκαζε μιαρῶν ἀπογευομένους τροφῶν ἐξόμνυσθαι τὸν Ἰουδαϊσμόν.
27Ὁ δὲ Μενέλαος τῆς μὲν ἀρχῆς ἐκράτει, τῶν δὲ ἐπηγγελμένων τῷ βασιλεῖ χρημάτων οὐδὲν εὐτάκτει,
no verse 27 in this text
28ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου τοῦ τῆς ἀκροπόλεως ἐπάρχου· πρὸς τοῦτον γὰρ ἦν ἡ τῶν φόρων πρᾶξις· διʼ ἣν αἰτίαν οἱ δύο ὑπὸ τοῦ βασιλέως προσεκλήθησαν.
no verse 28 in this text
29Καὶ ὁ μὲν Μενέλαος ἀπέλιπε τῆς ἀρχιερωσύνης διάδοχον Λυσίμαχον τὸν ἑαυτοῦ ἀδελφόν, Σώστρατος δὲ, Κράτητα τὸν ἐπὶ τῶν Κυπρίων.
no verse 29 in this text
30Τοιούτων δὲ συνεστηκότων, συνέβη Ταρσεῖς, καὶ Μαλλώτας στασιάζειν, διὰ τὸ Ἀντιοχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δεδόσθαι.
no verse 30 in this text
31Θᾶττον οὖν ὁ βασιλεὺς ἧκε καταστεῖλαι τὰ πράγματα, καταλιπὼν τὸν διαδεχόμενον Ἀνδρόνικον, τῶν ἐν ἀξιώματι κειμένων.
no verse 31 in this text
32Νομίσας δὲ ὁ Μενέλαος εἰληφέναι καιρὸν εὐφυῆ, χρυσώματά τινα τῶν τοῦ ἱεροῦ νοσφισάμενος ἐχαρίσατο τῷ Ἀνδρονίκῳ, καὶ ἕτερα ἐτύγχανε πεπρακὼς εἴς τε Τύρον καὶ τὰς κύκλῳ πόλεις.
no verse 32 in this text
33Ἃ καὶ σαφῶς ἐπεγνωκὼς ὁ Ὀνίας, παρήλεγχεν ἀποκεχωρηκὼς εἰς ἄσυλον τόπον, ἐπὶ Δάφνης τῆς πρὸς Ἀντιόχειαν κειμένης.
no verse 33 in this text
34Ὅθεν ὁ Μενέλαος λαβὼν ἰδίᾳ τὸν Ἀνδρόνικον, παρεκάλει χειρώσασθαι τὸν Ὀνίαν· ὁ δὲ παραγενόμενος ἐπὶ τὸν Ὀνίαν, καὶ πεισθεὶς ἐπὶ δόλῳ, καὶ δεξιὰς μεθʼ ὅρκων δοὺς, καίπερ ἐν ὑποψίᾳ κείμενος ἔπεισεν ἐκ τοῦ ἀσύλου προελθεῖν, ὃν καὶ παραχρῆμα παρέκλεισεν, οὐκ αἰδεσθεὶς τὸ δίκαιον.
no verse 34 in this text
35Διʼ ἣν αἰτίαν οὐ μόνον Ἰουδαῖοι, πολλοὶ δὲ καὶ τῶν ἄλλων ἐθνῶν ἐδείναζον, καὶ ἐδυσφόρουν ἐπὶ τῷ τοῦ ἀνδρὸς ἀδίκῳ φόνῳ.
no verse 35 in this text
36Τοῦ δὲ βασιλέως ἐπανελθόντος ἀπὸ τῶν κατὰ Κιλικίαν τόπων, ἐνετύγχανον οἱ κατὰ πόλιν Ἰουδαῖοι συμισοπονηρούντων καὶ τῶν Ἑλλήνων, ὑπὲρ τοῦ παρὰ λόγον τὸν Ὀνίαν ἀπεκτάνθαι.
no verse 36 in this text
37Ψυχικῶς οὖν ὁ Ἀντίοχος ἐπιλυπηθεὶς, καὶ τραπεὶς εἰς ἔλεον, καὶ δακρύσας διὰ τὴν τοῦ μετηλλαχότος σωφροσύνην, καὶ πολλὴν εὐταξίαν,
no verse 37 in this text
38καὶ πυρωθεὶς τοῖς θυμοῖς, παραχρῆμα τὴν τοῦ Ἀνδρονίκου πορφύραν περιελόμενος, καὶ τοὺς χιτῶνας περιῤῥήξας, περιαγαγὼν καθʼ ὅλην τὴν πόλιν, ἐπʼ αὐτὸν τὸν τόπον οὗπερ εἰς τὸν Ὀνίαν ἠσέβησεν, ἐκεῖ τὸν μιαιφόνον ἀπεκόσμησε, τοῦ Κυρίου τὴν ἀξίαν αὐτῷ κόλασιν ἀποδόντος.
no verse 38 in this text
39Γενομένων δὲ πολλῶν ἱεροσυλημάτων κατὰ τὴν πόλιν ὑπὸ τοῦ Λυσιμάχου μετὰ τῆς Μενελάου γνώμης, καὶ διαδοθείσης ἔξω τῆς φήμης, ἐπισυνήχθη τὸ πλῆθος ἐπὶ τὸν Λυσίμαχον, χρυσωμάτων ἤδη πολλῶν διενηνεγμένων.
no verse 39 in this text
40Ἐπεγειρομένων δὲ τῶν ὄχλων, καὶ ταῖς ὀργαῖς διεμπιπλαμένων, καθοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους, κατήρξατο χειρῶν ἀδίκων, προηγησαμένου τινὸς Τυράννου προβεβηκότος τὴν ἡλικίαν, οὐδὲν δὲ ἧττον καὶ τὴν ἄνοιαν.
no verse 40 in this text
41Συνιδότες δὲ καὶ τὴν ἐπίθεσιν τοῦ Λυσιμάχου, συναρπάσαντες οἱ μὲν πέτρους, οἱ δὲ ξύλων πάχη, τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι, φύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον.
no verse 41 in this text
42Διʼ ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δὲ καὶ κατέβαλον, πάντας δὲ εἰς φυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοφυλάκιον ἐχειρώσαντο.
no verse 42 in this text
43Περὶ δὲ τούτων ἐνέστη κρίσις πρὸς τὸν Μενέλαον.
no verse 43 in this text
44Καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον, ἐπʼ αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμφθέντες ἄνδρες τρεῖς ὑπὸ τῆς γερουσίας.
no verse 44 in this text
45Ἤδη δὲ λελειμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ τῷ Δορυμένους πρὸς τὸ πεῖσαι τὸν βασιλέα.
no verse 45 in this text
46Ὅθεν ἀπολαβὼν ὁ Πτολεμαῖος εἴς τι περίστυλον ὡς ἀναψύξοντα τὸν βασιλέα, μετέθηκε.
no verse 46 in this text
47Καὶ τὸν μὲν τῆς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσε τῶν κατηγορημάτων, τοῖς δὲ ταλαιπώροις, οἵτινες εἰ καὶ ἐπὶ Σκυθῶν ἔλεγον, ἀπελύθησαν ἄν ἀκατάγνωστοι, τούτοις θάνατον ἐπέκρινε.
no verse 47 in this text
48Ταχέως οὖν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ ὑπὲρ πόλεως καὶ δήμων καὶ τῶν ἱερῶν σκευῶν προαγορεύσαντες.
no verse 48 in this text
49Διʼ ἣν αἰτίαν καὶ Τύριοι μισοπονηρήσαντες τὰ πρὸς τὴν κηδείαν αὐτῶν μεγαλοπρεπῶς ἐχορήγησαν.
no verse 49 in this text
50Ὁ δὲ Μενέλαος διὰ τὰς τῶν κρατούντων πλεονεξίας, ἔμενεν ἐπὶ τῆς ἀρχῆς, ἐπιφυόμενος τῇ κακίᾳ, μέγας τῶν πολιτῶν ἐπίβουλος καθεστώς.
no verse 50 in this text

Tip: use the ← and → keys to turn chapters.