ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 23
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ ἐν τῷ ἔτει τῷ ὀγδόῳ ἐκραταίωσεν Ἰωδαὲ, καὶ ἔλαβε τοὺς ἑκατοντάρχους, τὸν Ἀζαρίαν υἱὸν Ἰωρὰμ, καὶ τὸν Ἰσμαὴλ υἱὸν Ἰωανὰν, καὶ τὸν Ἀζαρίαν υἱὸν Ὠβὴδ, καὶ τὸν Μαασαίαν υἱὸν Ἀδία, καὶ τὸν Ἐλισαφὰν υἱὸν Ζαχαρίου, μεθʼ ἑαυτοῦ εἰς οἶκον Κυρίου.
1第七年, 耶何耶大 奋勇自强,将百夫长 耶罗罕 的儿子 亚撒利雅 , 约哈难 的儿子 以实玛利 , 俄备得 的儿子 亚撒利雅 , 亚大雅 的儿子 玛西雅 , 细基利 的儿子 以利沙法 召来,与他们立约。
2Καὶ ἐκύκλωσαν τὸν Ἰούδαν, καὶ συνήγαγον τοὺς Λευίτας ἐκ πασῶν τῶν πόλεων Ἰούδα, καὶ ἄρχοντας πατριῶν τοῦ Ἰσραὴλ, καὶ ἦλθον εἰς Ἱερουσαλήμ.
2他们走遍 犹大 ,从 犹大 各城里招聚 利未 人和 以色列 的众族长到 耶路撒冷 来。
3Καὶ διέθεντο πᾶσα ἡ ἐκκλησία Ἰούδα διαθήκην ἐν οἴκῳ τοῦ Θεοῦ μετὰ τοῦ βασιλέως· καὶ ἔδειξεν αὐτοῖς τὸν υἱὸν τοῦ βασιλέως, καὶ εἶπεν αὐτοῖς, ἰδοὺ ὁ υἱὸς τοῦ βασιλέως βασιλευσάτω, καθὼς ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Δαυίδ.
3会众在 神殿里与王立约。 耶何耶大 对他们说:「看哪,王的儿子必当作王,正如耶和华指着 大卫 子孙所应许的话」;
4Νῦν ὁ λόγος οὗτος, ὃν ποιήσετε· τὸ τρίτον ἐξ ὑμῶν εἰσπορευέσθωσαν τὸ σάββατον τῶν ἱερέων καὶ τῶν Λευιτῶν καὶ εἰς τὰς πύλας τῶν εἰσόδων,
4又说:「你们当这样行:祭司和 利未 人凡安息日进班的,三分之一要把守各门,
5καὶ τὸ τρίτον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῇ μέσῃ, καὶ πᾶς ὁ λαὸς ἐν αὐλαῖς οἴκου Κυρίου.
5三分之一要在王宫,三分之一要在 基址 门;众百姓要在耶和华殿的院内。
6Καὶ μὴ εἰσελθέτω εἰς οἶκον Κυρίου, ἐὰν μὴ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ λειτουργοῦντες τῶν Λευιτῶν· αὐτοὶ εἰσελεύσονται ὅτι ἅγιοί εἰσι, καὶ πᾶς ὁ λαὸς φυλασσέτω φυλακὰς Κυρίου.
6除了祭司和供职的 利未 人之外,不准别人进耶和华的殿;惟独他们可以进去,因为他们圣洁。众百姓要遵守耶和华所吩咐的。
7Καὶ κυκλώσουσιν οἱ Λευῖται τὸν βασιλέα κύκλῳ ἀνδρὸς σκεῦος σκεῦος ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὸν οἶκον ἀποθανεῖται, καὶ ἔσονται μετὰ τοῦ βασιλέως ἐκπορευομένου καὶ εἰσπορευομένου αὐτοῦ.
7利未 人要手中各拿兵器,四围护卫王;凡擅入殿宇的,必当治死。王出入的时候,你们当跟随他。」
8Καὶ ἐποίησαν οἱ Λευῖται καὶ πᾶς Ἰούδα κατὰ πάντα ὅσα ἐνετείλατο αὐτοῖς Ἰωδαὲ ὁ ἱερεύς· καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτοῦ ἀπʼ ἀρχῆς τοῦ σαββάτου ἕως ἐξόδου τοῦ σαββάτου, ὅτι οὐ κατέλυσεν Ἰωδαὲ ὁ ἱερεὺς τὰς ἐφημερίας.
8利未 人和 犹大 众人都照着祭司 耶何耶大 一切所吩咐的去行,各带所管安息日进班出班的人来,因为祭司 耶何耶大 不许他们下班。
9Καὶ ἔδωκεν Ἰωδαὲ τὰς μαχαίρας καὶ τοὺς θυρεοὺς καὶ τὰ ὅπλα ἃ ἦν τοῦ βασιλέως Δαυὶδ ἐν οἴκῳ τοῦ θεοῦ.
9祭司 耶何耶大 便将 神殿里所藏 大卫 王的枪、盾牌、挡牌交给百夫长,
10Καὶ ἔστησε τὸν λαὸν πάντα ἕκαστον ἐν τοῖς ὅπλοις αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τῆς ἀριστερᾶς τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου, ἐπὶ τὸν βασιλέα κύκλῳ.
10又分派众民手中各拿兵器,在坛和殿那里,从殿右直到殿左,站在王子的四围;
11Καὶ ἐξήγαγε τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἔδωκεν ἐπʼ αὐτὸν τὸ βασίλειον καὶ τὰ μαρτύρια, καὶ ἐβασίλευσαν καὶ ἔχρισαν αὐτὸν Ἰωδαὲ ὁ ἱερεὺς καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ εἶπαν, ζήτω ὁ βασιλεύς.
11于是领王子出来,给他戴上冠冕,将律法 书交给他 ,立他作王。 耶何耶大 和众子膏他,众人说:「愿王万岁!」
12Καὶ ἤκουσε Γοθολία τὴν φωνὴν τοῦ λαοῦ τρεχόντων, καὶ ἐξομολογουμένων, καὶ αἰνούντων τὸν βασιλέα· καὶ εἰσῆλθε πρὸς τὸν βασιλέα εἰς οἶκον Κυρίου.
12亚她利雅 听见民奔走赞美王的声音,就到民那里,进耶和华的殿,
13Καὶ εἶδε, καὶ ἰδοὺ ὁ βασιλεὺς ἐπὶ τῆς στάσεως αὐτοῦ, καὶ ἐπὶ τῆς εἰσόδου οἱ ἄρχοντες καὶ οἱ σάλπιγγες· καὶ οἱ ἄρχοντες περὶ τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς τῆς γῆς ηὐφράνθη, καὶ ἐσάλπισαν ταῖς σάλπιγξι, καὶ οἱ ᾄδοντες ἐν τοῖς ὀργάνοις ᾠδοὶ, καὶ ὑμνοῦντες αἶνον· καὶ διέῥῥηξε Γοθολία τὴν στολὴν αὐτῆς, καὶ ἐβόησεν, ἐπιτιθέμενοι ἐπιτίθεσθε.
13看见王站在 殿 门的柱旁,百夫长和吹号的人侍立在王左右,国民都欢乐吹号,又有歌唱的,用各样的乐器领人歌唱赞美; 亚她利雅 就撕裂衣服,喊叫说:「反了!反了!」
14Καὶ ἐξῆλθεν Ἰωδαὲ ὁ ἱερεὺς, καὶ ἐνετείλατο Ἰωδαὲ ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις, καὶ τοῖς ἀρχηγοῖς τῆς δυνάμεως, καὶ εἶπεν αὐτοῖς, ἐκβάλετε αὐτὴν ἐκτὸς τοῦ οἴκου, καὶ εἰσέλθατε ὀπίσω αὐτῆς, καὶ ἀποθανέτω μαχαίρᾳ, ὅτι εἶπεν ὁ ἱερεὺς, μὴ ἀποθανέτω ἐν οἴκῳ Κυρίου.
14祭司 耶何耶大 带管辖军兵的百夫长出来,吩咐他们说:「将她赶到班外,凡跟随她的必用刀杀死!」因为祭司说:「不可在耶和华殿里杀她。」
15Καὶ ἔδωκαν αὐτῇ ἄνεσιν, καὶ διῆλθε διὰ τῆς πύλης τῶν ἱππέων τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐθανάτωσαν αὐτὴν ἐκεῖ.
15众兵就闪开,让她去;她走到王宫的 马门 ,便在那里把她杀了。
16Καὶ διέθετο Ἰωδαὲ διαθήκην ἀναμέσον αὐτοῦ καὶ τοῦ λαοῦ καὶ τοὺ βασιλέως, εἶναι λαὸν τῷ Κυρίῳ.
16耶何耶大 与众民和王立约,都要作耶和华的民。
17Καὶ εἰσῆλθε πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον Βάαλ, καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια αὐτοῦ, καὶ τὰ εἴδωλα αὐτοῦ ἐλέπτυναν, καὶ τὸν Ματθὰν ἱερέα Βάαλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ.
17于是众民都到 巴力 庙,拆毁了庙,打碎坛和像,又在坛前将 巴力 的祭司 玛坦 杀了。
18Καὶ ἐνεχείρισεν Ἰωδαὲ ὁ ἱερεὺς τὰ ἔργα οἴκου Κυρίου διὰ χειρὸς ἱερέων καὶ Λευιτῶν, καὶ ἀνέστησε τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ἃς διέστειλε Δαυὶδ ἐπὶ τὸν οἶκον Κυρίου, καὶ ἀνενέγκαι ὁλοκαυτώματα Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Μωυσῆ, ἐν εὐφροσύνῃ καὶ ἐν ᾠδαῖς διὰ χειρὸς Δαυίδ.
18耶何耶大 派官看守耶和华的殿,是在祭司 利未 人手下。这祭司 利未 人是 大卫 分派在耶和华殿中、照 摩西 律法上所写的,给耶和华献燔祭,又按 大卫 所定的例,欢乐歌唱;
19Καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου Κυρίου, καὶ οὐκ εἰσελεύσεται ἀκάθαρτος εἰς πᾶν πρᾶγμα.
19且设立守门的把守耶和华殿的各门,无论为何事,不洁净的人都不准进去。
20Καὶ ἔλαβε τοὺς πατριάρχας, καὶ τοὺς δυνατοὺς, καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ, καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ ἐπεβίβασαν τὸν βασιλέα εἰς οἶκον Κυρίου, καὶ εἰσῆλθε διὰ τῆς πύλης τῆς ἐσωτέρας εἰς τὸν οἶκον τοῦ βασιλέως, καὶ ἐκάθισαν τὸν βασιλέα ἐπὶ τοῦ θρόνου τῆς βασιλείας.
20又率领百夫长和贵胄,与民间的官长,并国中的众民,请王从耶和华殿下来,由上门进入王宫,立王坐在国位上。
21Καὶ ηὐφράνθη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασε, καὶ τὴν Γοθολίαν ἐθανάτωσαν.
21国民都欢乐,合城都安静。众人已将 亚她利雅 用刀杀了。
Tip: use the ← and → keys to turn chapters.