ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 5
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ εἰσήνεγκε Σαλωμὼν τὰ ἅγια Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, τὸ ἀργύριον, καὶ τὸ χρυσίον, καὶ τὰ σκεύη, καὶ ἔδωκεν εἰς θησαυρὸν οἴκου Κυρίου.
1所罗门 做完了耶和华殿的一切工,就把他父 大卫 分别为圣的金银和器皿都带来,放在 神殿的府库里。
2Τότε ἐξεκκλησίασε Σαλωμὼν πάντας τοὺς πρεσβυτέρους Ἰσραὴλ, καὶ πάντας τοὺς ἄρχοντας τῶν φυλῶν τοὺς ἡγουμένους πατριῶν υἱῶν Ἰσραὴλ εἰς Ἱερουσαλὴμ, τοῦ ἀνενέγκαι κιβωτὸν διαθήκης Κυρίου ἐκ πόλεως Δαυὶδ, αὕτη Σιών.
2那时, 所罗门 将 以色列 的长老、各支派的首领,并 以色列 的族长招聚到 耶路撒冷 ,要把耶和华的约柜从 大卫城 —就是 锡安 —运上来。
3Καὶ ἐξεκκλησιάσθησαν πρὸς τὸν βασιλέα πᾶς Ἰσραὴλ ἐν τῇ ἑορτῇ, οὗτος ὁ μὴν ἕβδομος.
3于是 以色列 众人在七月节 前 都聚集到王那里。
4Καὶ ἦλθον πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ, καὶ ἔλαβον πάντες οἱ Λευῖται τὴν κιβωτὸν,
4以色列 众长老来到, 利未 人便抬起 约 柜。
5καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῇ σκηνῇ, καὶ ἀνήνεγκαν αὐτὴν οἱ ἱερεῖς καὶ οἱ Λευῖται.
5祭司 利未 人将 约 柜运上来,又将会幕和会幕的一切圣器具都带上来。
6Καὶ ὁ βασιλεὺς Σαλωμὼν, καὶ πᾶσα συναγωγὴ Ἰσραὴλ, καὶ οἱ φοβούμενοι, καὶ οἱ ἐπισυνηγμένοι αὐτῶν ἔμπροσθεν τῆς κιβωτοῦ θύοντες μόσχους καὶ πρόβατα, οἳ οὐκ ἀριθμηθήσονται καὶ οἳ οὐ λογισθήσονται ἀπὸ τοῦ πλήθους.
6所罗门 王和聚集到他那里的 以色列 全会众都在 约 柜前献牛羊为祭,多得不可胜数。
7Καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ δαβὶρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων, ὑποκάτω τῶν πτερύγων τῶν χερουβίμ.
7祭司将耶和华的 约 柜抬进内殿,就是至圣所,放在两个基路伯的翅膀底下。
8Καὶ ἦν τὰ χερουβὶμ διαπεπετακότα τὰς πτέρυγας αὐτῶν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ συνεκάλυπτε τὰ χερουβὶμ ἐπὶ τὴν κιβωτὸν, καὶ ἐπὶ τοὺς ἀναφορεῖς αὐτῆς ἐπάνωθεν,
8基路伯张着翅膀在 约 柜之上,遮掩 约 柜和抬柜的杠。
9καὶ ὑπερεῖχον οἱ ἀναφορεῖς, καὶ ἐβλέποντο αἱ κεφαλαὶ τῶν ἀναφορέων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβὶρ, οὐκ ἐβλέποντο ἔξω, καὶ ἦσαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.
9这杠甚长,杠头在内殿前可以看见,在殿外却不能看见,直到如今还在那里。
10Οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες ἃς ἔθηκε Μωυσῆς ἐν Χωρὴβ, ἃ διέθετο Κύριος μετὰ τῶν υἱῶν Ἰσραὴλ, ἐν τῷ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
10约 柜里惟有两块石版,就是 以色列 人出 埃及 后,耶和华与他们立约的时候, 摩西 在 何烈山 所放的。除此以外,并无别物。
11Καὶ ἐγένετο ἐν τῷ ἐξελθεῖν τοὺς ἱερεῖς ἐκ τῶν ἁγίων, ὅτι πάντες οἱ ἱερεῖς οἱ εὑρεθέντες ἡγιάσθησαν, οὐκ ἦσαν διατεταγμένοι κατʼ ἐφημερίαν.
11当时,在那里所有的祭司都已自洁,并不分班供职。
12Καὶ οἱ Λευῖται οἱ ψαλτῳδοὶ πάντες τοῖς υἱοῖς Ἀσὰφ τῷ Αἰμὰν τῷ Ἰδιθοὺν καὶ τοῖς υἱοῖς αὐτοῦ, καὶ τοῖς ἀδελφοῖς αὐτοῦ τῶν ἐνδεδυμένων στολὰς βασσίνας ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις, ἑστηκότες κατέναντι τοῦ θυσιαστηρίου, καὶ μετʼ αὐτῶν ἱερεῖς ἑκατὸν εἴκοσι σαλπίζοντες ταῖς σάλπιγξι.
12他们出圣所的时候,歌唱的 利未 人 亚萨 、 希幔 、 耶杜顿 ,和他们的众子众弟兄都穿细麻布衣服,站在坛的东边,敲钹、鼓瑟、弹琴,同着他们有一百二十个祭司吹号。
13Καὶ ἐγένετο μία φωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναφωνεῖν φωνῇ μιᾷ τοῦ ἐξομολογεῖσθαι καὶ αἰνεῖν τῷ Κυρίῳ· καὶ ὡς ὕψωσαν φωνὴν ἐν σάλπιγξι, καὶ ἐν κυμβάλοις, καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν, καὶ ἔλεγον, ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· καὶ ὁ οἶκος ἐνεπλήσθη νεφέλης δόξης Κυρίου.
13吹号的、歌唱的都一齐发声,声合为一,赞美感谢耶和华。吹号、敲钹,用各种乐器,扬声赞美耶和华 说 : 耶和华本为善, 他的慈爱永远长存! 那时,耶和华的殿有云充满,
14Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς τοῦ στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἐνέπλησε δόξα Κυρίου τὸν οἶκον τοῦ Θεοῦ.
14甚至祭司不能站立供职,因为耶和华的荣光充满了 神的殿。
Tip: use the ← and → keys to turn chapters.