ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β
Chapter 12
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β 12

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ ἐγένετο ὡς ἡτοιμάσθη ἡ βασιλεία Ῥοβοὰμ, καὶ ὡς κατεκρατήθη, ἐγκατέλιπε τὰς ἐντολὰς Κυρίου, καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ.
1罗波安 的国坚立,他强盛的时候就离弃耶和华的律法, 以色列 人也都随从他。
2Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ πέμπτῳ τῆς βασιλείας Ῥοβοὰμ, ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ, ὅτι ἥμαρτον ἐναντίον Κυρίου,
2罗波安 王第五年, 埃及 王 示撒 上来攻打 耶路撒冷 ,因为王和民得罪了耶和华。
3ἐν χιλίοις καὶ διακοσίοις ἅρμασι καὶ ἑξήκοντα χιλιάσιν ἵππων, καὶ οὐκ ἦν ἀριθμὸς τοῦ πλήθους τοῦ ἐλθόντος μετʼ αὐτοῦ ἐξ Αἰγύπτου, Λίβυες, Τρωγοδύται, καὶ Αἰθίοπες.
3示撒 带战车一千二百辆,马兵六万,并且跟从他出 埃及 的 路比 人、 苏基 人,和 古实 人,多得不可胜数。
4Καὶ κατεκράτησαν τῶν πόλεων τῶν ὀχυρῶν, αἳ ἦσαν ἐν Ἰούδα, καὶ ἦλθον εἰς Ἱερουσαλήμ.
4他攻取了 犹大 的坚固城,就来到 耶路撒冷 。
5Καὶ Σαμαίας ὁ προφήτης ἦλθε πρὸς Ῥοβοὰμ, καὶ πρὸς τοὺς ἄρχοντας Ἰούδα τοὺς συναχθέντας εἰς Ἱερουσαλὴμ ἀπὸ προσώπου Σουσακὶμ, καὶ εἶπεν αὐτοῖς, οὕτως εἶπε Κύριος, ὑμεῖς ἐγκατελίπετέ με, καὶ ἐγὼ ἐγκαταλείψω ὑμᾶς ἐν χειρὶ Σουσακίμ.
5那时, 犹大 的首领因为 示撒 就聚集在 耶路撒冷 。有先知 示玛雅 去见 罗波安 和众首领,对他们说:「耶和华如此说:『你们离弃了我,所以我使你们落在 示撒 手里。』」
6Καὶ ᾐσχύνθησαν οἱ ἄρχοντες Ἰσραὴλ καὶ ὁ βασιλεὺς, καὶ εἶπαν, δίκαιος ὁ κύριος.
6于是王和 以色列 的众首领都自卑说:「耶和华是公义的。」
7Καὶ ἐν τῷ ἰδεῖν Κύριον ὅτι ἐνετράπησαν, καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν, λέγων, ἐνετράπησαν, οὐ καταφθερῶ αὐτοὺς, καὶ δώσω αὐτοὺς ὡς μικρὸν εἰς σωτηρίαν, καὶ οὐ μὴ στάξῃ ὁ θυμός μου ἐν Ἱερουσαλὴμ·
7耶和华见他们自卑,耶和华的话就临到 示玛雅 说:「他们既自卑,我必不灭绝他们;必使他们略得拯救,我不借着 示撒 的手将我的怒气倒在 耶路撒冷 。
8ὅτι ἔσονται εἰς παῖδας, καὶ γνώσονται τὴν δουλείαν μου, καὶ τὴν δουλείαν τῆς βασιλείας τῆς γῆς.
8然而他们必作 示撒 的仆人,好叫他们知道,服事我与服事外邦人有何分别。」
9Καὶ ἀνέβη Σουσακὶμ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ, καὶ ἔλαβε τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ Κυρίου, καὶ τοὺς θησαυροὺς τοὺς ἐν οἴκῳ τοῦ βασιλέως, τὰ πάντα ἔλαβε· καὶ ἔλαβε τοὺς θυρεοὺς τοὺς χρυσοῦς οὓς ἐποίησε Σαλωμών.
9于是, 埃及 王 示撒 上来攻取 耶路撒冷 ,夺了耶和华殿和王宫里的宝物,尽都带走,又夺去 所罗门 制造的金盾牌。
10Καὶ ἐποίησεν ὁ βασιλεὺς Ῥοβοὰμ θυρεοὺς χαλκοῦς ἀντʼ αὐτῶν· καὶ κατέστησεν ἐπʼ αὐτὸν Σουσακὶμ ἄρχοντας παρατρεχόντων, τοὺς φυλάσσοντας τὸν πυλῶνα τοῦ βασιλέως.
10罗波安 王制造铜盾牌代替那金盾牌,交给守王宫门的护卫长看守。
11Καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν τὸν βασιλέα εἰς οἶκον Κυρίου, εἰσεπορεύοντο οἱ φυλάσσοντες, καὶ οἱ παρατρέχοντες, καὶ οἱ ἐπιστρέφοντες εἰς ἀπάντησιν τῶν παρατρεχόντων.
11王每逢进耶和华的殿,护卫兵就拿这盾牌,随后仍将盾牌送回,放在护卫房。
12Καὶ ἐν τῷ ἐντραπῆναι αὐτὸν, ἀπεστράφη ἀπʼ αὐτοῦ ὀργὴ Κυρίου, καὶ οὐκ εἰς καταφθορὰν εἰς τέλος· καὶ γὰρ ἐν Ἰούδα ἦσαν λόγοι ἀγαθοί.
12王自卑的时候,耶和华的怒气就转消了,不将他灭尽,并且在 犹大 中间也有善益的事。
13Καὶ κατίσχυσεν ὁ βασιλεὺς Ῥοβοὰμ ἐν Ἱερουσαλὴμ, καὶ ἐβασίλευσε· καὶ τεσσαράκοντα καὶ ἑνὸς ἐτῶν Ῥοβοὰμ ἐν τῷ βασιλεῦσαι αὐτὸν, καὶ ἑπτακαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, ἐν τῇ πόλει ᾗ ἐξελέξατο Κύριος ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκ πασῶν φυλῶν υἱῶν Ἰσραὴλ, καὶ τὸ ὄνομα τῆς μητρὸς αὐτοῦ Νοομμὰ ἡ Ἀμμανίτις.
13罗波安 王自强,在 耶路撒冷 作王。他登基的时候年四十一岁,在 耶路撒冷 ,就是耶和华从 以色列 众支派中所选择立他名的城,作王十七年。 罗波安 的母亲名叫 拿玛 ,是 亚扪 人。
14Καὶ ἐποίησε τὸ πονηρὸν, ὅτι οὐ κατεύθυνε τὴν καρδίαν αὐτοῦ ἐκζητῆσαι τὸν κύριον.
14罗波安 行恶,因他不立定心意寻求耶和华。
15Καὶ λόγοι Ῥοβοὰμ οἱ πρῶτοι καὶ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμαία τοῦ προφήτου, καὶ Ἀδδὼ τοῦ ὁρῶντος, καὶ πράξεις αὐτοῦ; καὶ ἐπολέμησε Ῥοβοὰμ τὸν Ἱεροβοὰμ πάσας τὰς ἡμέρας.
15罗波安 所行的事,自始至终不都写在先知 示玛雅 和先见 易多 的史记上吗? 罗波安 与 耶罗波安 时常争战。
16Καὶ ἀπέθανε Ῥοβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυὶδ, καὶ ἐβασίλευσεν Ἀβιὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
16罗波安 与他列祖同睡,葬在 大卫城 里。他儿子 亚比雅 接续他作王。

Tip: use the ← and → keys to turn chapters.