ΒΑΣΙΛΕΙΩΝ Α 5
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ Θεοῦ, καὶ εἰσήνεγκαν αὐτὴν ἐξ Ἀβενεζὲρ εἰς Ἄζωτον.
1非利士 人將上帝的 約 櫃從 以便以謝 抬到 亞實突 。
2Καὶ ἔλαβον ἀλλόφυλοι τὴν κιβωτὸν Κυρίου, καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἴκον Δαγὼν, καὶ παρέστησαν αὐτὴν παρὰ Δαγών.
2非利士 人將上帝的 約 櫃抬進 大袞 廟,放在 大袞 的旁邊。
3Καὶ ὤρθρισαν οἱ Ἀζώτιοι, καὶ εἰσῆλθον εἰς οἶκον Δαγών· καὶ εἶδον, καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ Θεοῦ· καὶ ἤγειραν τὸν Δαγὼν, καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ· καὶ ἐβαρύνθη χεὶρ Κυρίου ἐπὶ τοὺς Ἀζωτίους, καὶ ἐβασάνισεν αὐτούς· καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν, τὴν Ἄζωτον καὶ τὰ ὅρια αὐτῆς.
3次日清早, 亞實突 人起來,見 大袞 仆倒在耶和華的 約 櫃前,臉伏於地,就把 大袞 仍立在原處。
4Καὶ ἐγένετο ὅτε ὤρθρισαν τοπρωῒ, καὶ ἰδοὺ Δαγὼν, πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαθήκης Κυρίου· καὶ κεφαλὴ Δαγὼν καὶ ἀμφότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀφῃρημένα ἐπὶ τὰ ἐμπρόσθια ἁμαφὲθ ἕκαστοι, καὶ ἀμφότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόθυρον, πλὴν ἡ ῥάχις Δαγὼν ὑπελείφθη.
4又次日清早起來,見 大袞 仆倒在耶和華的 約 櫃前,臉伏於地,並且 大袞 的頭和兩手都在門檻上折斷,只剩下 大袞 的 殘體 。(
5Διὰ τοῦτο οὐκ ἐπιβαίνουσιν οἱ ἱερεῖς Δαγὼν, καὶ πᾶς ὁ εἰσπορευόμενος εἰς οἶκον Δαγὼν, ἐπὶ βαθμὸν οἴκου Δαγὼν ἐν Ἀζώτῳ ἕως τῆς ἡμέρας ταύτης, ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσι.
5因此, 大袞 的祭司和一切進 亞實突 、 大袞 廟的人都不踏 大袞 廟的門檻,直到今日。)
6Καὶ ἐβαρύνθη ἡ χεὶρ Κυρίου ἐπὶ Ἄζωτον, καὶ ἐπήγαγεν αὐτοῖς, καὶ ἐξέζεσεν αὐτοῖς εἰς τὰς ναῦς, καὶ μέσον τῆς χώρας αὐτῆς ἀνεφύησαν μύες· καὶ ἐγένετο σύγχυσις θανάτου μεγάλη ἐν τῇ πόλει.
6耶和華的手重重加在 亞實突 人身上,敗壞他們,使他們生痔瘡。 亞實突 和 亞實突 的四境都是如此。
7Καὶ εἶδον οἱ ἄνδρες Ἀζώτου ὅτι οὕτως, καὶ λέγουσιν, ὅτι οὐ καθήσεται κιβωτὸς τοῦ Θεοῦ Ἰσραὴλ μεθʼ ἡμῶν, ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐφʼ ἡμᾶς καὶ ἐπὶ Δαγὼν θεὸν ἡμῶν.
7亞實突 人見這光景,就說:「 以色列 上帝的 約 櫃不可留在我們這裏,因為他的手重重加在我們和我們神 大袞 的身上」;
8Καὶ ἀποστέλλουσι καὶ συνάγουσι τοὺς σατράπας τῶν ἀλλοφύλων πρὸς αὐτοὺς, καὶ λέγουσι, τί ποιήσωμεν τῇ κιβωτῷ Θεοῦ Ἰσραήλ; καὶ λέγουσιν οἱ Γεθαῖοι, μετελθέτω κιβωτὸς τοῦ Θεοῦ πρὸς ἡμᾶς· καὶ μετῆλθε κιβωτὸς τοῦ Θεοῦ Ἰσραὴλ εἰς Γέθ.
8就打發人去請 非利士 的眾首領來聚集,問他們說:「我們向 以色列 上帝的 約 櫃應當怎樣行呢?」他們回答說:「可以將 以色列 上帝的 約 櫃運到 迦特 去。」於是將 以色列 上帝的 約 櫃運到那裏去。
9Καὶ ἐγενήθη μετὰ τὸ μετελθεῖν αὐτὴν, καὶ γίνεται χεὶρ Κυρίου τῇ πόλει, τάραχος μέγας σφόδρα· καὶ ἐπάταξε τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν· καὶ ἐποίησαν οἱ Γεθαῖοι ἑαυτοῖς ἕδρας.
9運到之後,耶和華的手攻擊那城,使那城的人大大驚慌,無論大小都生痔瘡。
10Καὶ ἐξαποστέλλουσι τὴν κιβωτὸν τοῦ Θεοῦ εἰς Ἀσκάλωνα· καὶ ἐγενήθη ὡς εἰσῆλθε κιβωτὸς Θεοῦ εἰς Ἀσκάλωνα, καὶ ἐβόησαν οἱ Ἀσκαλωνῖται, λέγοντες, τί ἀπεστρέψατε τὴν κιβωτὸν τοῦ Θεοῦ Ἰσραὴλ πρὸς ἡμᾶς θανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν;
10他們就把上帝的 約 櫃送到 以革倫 。上帝的 約 櫃到了, 以革倫 人就喊嚷起來說:「他們將 以色列 上帝的 約 櫃運到我們這裏,要害我們和我們的眾民!」
11Καὶ ἐξαποστέλλουσι καὶ συνάγουσι τοὺς σατράπας τῶν ἀλλοφύλων, καὶ εἶπον, ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ Θεοῦ Ἰσραήλ, καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς, καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν· Ὅτι ἐγενήθη σύγχυσις ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα, ὡς εἰσῆλθεν κιβωτὸς Θεοῦ Ἰσραὴλ ἐκεῖ.
11於是打發人去請 非利士 的眾首領來,說:「願你們將 以色列 上帝的 約 櫃送回原處,免得害了我們和我們的眾民!」原來上帝的手重重攻擊那城,城中的人有因驚慌而死的;
12καὶ οἱ ζῶντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας· καὶ ἀνέβη ἡ κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν.
12未曾死的人都生了痔瘡。合城呼號,聲音上達於天。
Tip: use the ← and → keys to turn chapters.