ΒΑΣΙΛΕΙΩΝ Α 20
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Καὶ ἀπέδρα Δαυὶδ ἐκ Ναυὰθ ἐν Ῥαμᾷ, καὶ ἔρχεται ἐνώπιον Ἰωνάθαν, καὶ εἶπε, τί πεποίηκα, καὶ τί τὸ ἀδίκημά μου, καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου, ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου;
1大衛 從 拉瑪 的 拿約 逃跑,來到 約拿單 那裏,對他說:「我做了甚麼?有甚麼罪孽呢?在你父親面前犯了甚麼罪,他竟尋索我的性命呢?」
2Καὶ εἶπεν αὐτῷ Ἰωνάθαν, μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήσῃ ὁ πατήρ μου ῥῆμα μέγα ἢ μικρὸν, καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου ἀπʼ ἐμοῦ τὸ ῥῆμα τοῦτο; οὐκ ἔστι τοῦτο.
2約拿單 回答說:「斷然不是!你必不致死。我父做事,無論大小,沒有不叫我知道的。怎麼獨有這事隱瞞我呢?決不如此。」
3Καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ἰωνάθαν, καὶ εἶπε, γινώσκων οἶδεν ὁ πατήρ σου, ὅτι, εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπε, μὴ γνῶναι τοῦτο Ἰωνάθαν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι καθὼς εἶπον, ἐμπέπλησται ἀναμέσον ἐμοῦ καὶ τοῦ θανάτου.
3大衛 又起誓說:「你父親準知我在你眼前蒙恩。他心裏說,不如不叫 約拿單 知道,恐怕他愁煩。我指着永生的耶和華,又敢在你面前起誓,我離死不過一步。」
4Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ, τί ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τί ποιήσω σοι;
4約拿單 對 大衛 說:「你心裏所求的,我必為你成就。」
5Καὶ εἶπε Δαυὶδ πρὸς Ἰωνάθαν, ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι φαγεῖν, καὶ ἐξαποστελεῖς με, καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης.
5大衛 對 約拿單 說:「明日是初一,我當與王同席,求你容我去藏在田野,直到第三日晚上。
6Καὶ ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου, καὶ ἐρεῖς, παραιτούμενος παρῃτήσατο ἀπʼ ἐμοῦ Δαυὶδ δραμεῖν ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ, ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ.
6你父親若見我不在席上,你就說:『 大衛 切求我許他回本城 伯利恆 去,因為他全家在那裏獻年祭。』
7Ἐὰν τάδε εἴπῃ, ἀγαθῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοι, γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρʼ αὐτοῦ.
7你父親若說好,僕人就平安了;他若發怒,你就知道他決意要害我。
8Καὶ ποιήσεις ἔλεος μετὰ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην Κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σὺ, καὶ ἕως τοῦ πατρός σου ἱνατί οὕτως εἰσάγεις με;
8求你施恩與僕人,因你在耶和華面前曾與僕人結盟。我若有罪,不如你自己殺我,何必將我交給你父親呢?」
9Καὶ εἶπεν Ἰωνάθαν, μηδαμῶς σοι· ὅτι ἐὰν γινῶσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σὲ, καὶ ἐὰν μὴ ᾖ εἰς τὰς πόλεις σου, ἐγὼ ἀπαγγελῶ σοι.
9約拿單 說:「斷無此事!我若知道我父親決意害你,我豈不告訴你呢?」
10Καὶ εἶπε Δαυὶδ πρὸς Ἰωνάθαν, τίς ἀπαγγείλῃ μοι, ἐὰν ἀποκριθῇ ὁ πατήρ σου σκληρῶς;
10大衛 對 約拿單 說:「你父親若用厲言回答你,誰來告訴我呢?」
11Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ, πορεύου, καὶ μὲνε εἰς ἀγρόν· καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν.
11約拿單 對 大衛 說:「你我且往田野去。」二人就往田野去了。
12Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ, Κύριος ὁ Θεὸς Ἰσραὴλ οἶδεν, ὅτι ἀνακρινῶ τὸν πάτερα μου ὡς ἂν ὁ καιρὸς, τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυὶδ, καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρὸν,
12約拿單 對 大衛 說:「願耶和華- 以色列 的上帝 為證 。明日約在這時候,或第三日,我探我父親的意思,若向你有好意,我豈不打發人告訴你嗎?
13τάδε ποιήσαι ὁ Θεὸς τῷ Ἰωνάθαν καὶ τάδε προσθείη· ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ, καὶ ἀποκαλύψω τὸ ὠτίον σου, καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην, καὶ ἔσται Κύριος μετὰ σοῦ καθὼς ἦν μετὰ τοῦ πατρός μου.
13我父親若有意害你,我不告訴你使你平平安安地走,願耶和華重重地降罰與我。願耶和華與你同在,如同從前與我父親同在一樣。
14Καὶ ἐὰν μὲν ἔτι μου ζῶντος, καὶ ποιήσεις ἔλεος μετʼ ἐμοῦ· καὶ ἐὰν θανάτῳ ἀποθάνω,
14你要照耶和華的慈愛恩待我,不但我活着的時候免我死亡,
15οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μὴ, ἐν τῷ ἐξαίρειν Κύριον τοὺς ἐχθροὺς Δαυὶδ ἔκαστον ἀπὸ τοῦ προσώπου τῆς γῆς,
15就是我死後,耶和華從地上剪除你仇敵的時候,你也永不可向我家絕了恩惠。」
16εὑρεθῆναι τὸ ὄνομα τοῦ Ἰωνάθαν ἀπὸ τοῦ οἴκου Δαυὶδ, καὶ ἐκζητῆσαι Κύριος ἐχθροὺς τοῦ Δαυίδ.
16於是 約拿單 與 大衛 家結盟, 說 :「願耶和華藉 大衛 的仇敵追討 背約 的罪。」
17Καὶ προσέθετο ἔτι Ἰωνάθαν ὀμόσαι τῷ Δαυίδ, ὅτι ἠγάπησε ψυχὴν ἀγαπῶντος αὐτόν.
17約拿單 因愛 大衛 如同愛自己的性命,就使他再起誓。
18Καὶ εἶπεν Ἰωνάθαν, αὔριον νεομηνία, καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου.
18約拿單 對他說:「明日是初一,你的座位空設,人必理會你不在那裏。
19Καὶ τρισσεύσεις καὶ ἐπισκεψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου οὗ κρυβῇς ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καθήσῃ παρὰ τὸ ἐργὰβ ἐκεῖνο.
19你等三日,就要速速下去,到你從前遇事所藏的地方,在 以色 磐石那裏等候。
20Καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων, ἐκπέμπων εἰς τὴν ʼΑματταρί.
20我要向磐石旁邊射三箭,如同射箭靶一樣。
21Καὶ ἰδοὺ ἀποστέλλω τὸ παιδάριον, λέγων, δεῦρο, εὗρέ μοι τὴν σχίζαν. Ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ, ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε, λάβε αὐτήν· παραγίνου, ὅτι εἰρήνη σοι, καὶ οὐκ ἔστι λόγος, ζῇ Κύριος·
21我要打發童子, 說 :『去把箭找來。』我若對童子說:『箭在後頭,把箭拿來』,你就可以回來;我指着永生的耶和華起誓,你必平安無事。
22ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ, ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα· πορεύου, ὅτι ἐξαπέσταλκέ σε Κύριος.
22我若對童子說:『箭在前頭』,你就要去,因為是耶和華打發你去的。
23Καὶ τὸ ῥῆμα ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σὺ, ἰδοὺ Κύριος μάρτυς ἀναμέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος.
23至於你我今日所說的話,有耶和華在你我中間 為證 ,直到永遠。」
24Καὶ κρύπτεται Δαυὶδ ἐν ἀγρῷ, καὶ παραγίνεται ὁ μὴν, καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν.
24大衛 就去藏在田野。到了初一日,王坐席要吃飯。
25Καὶ ἐκάθισεν ἐπὶ τὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον, καὶ προέφθασε τὸν Ἰωνάθαν, καὶ ἐκάθισεν Ἀβεννὴρ ἐκ πλαγίων Σαοὺλ, καὶ ἐπεσκέπη ὁ τόπος Δαυίδ.
25王照常坐在靠牆的位上, 約拿單 侍立, 押尼珥 坐在 掃羅 旁邊, 大衛 的座位空設。
26Καὶ οὐκ ἐλάλησε Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι εἴρηκε, σύμπτωμα φαίνεται, μὴ καθαρὸς εἶναι, ὅτι οὐ κεκαθάρισται.
26然而這日 掃羅 沒有說甚麼,他想 大衛 遇事,偶染不潔,他必定是不潔。
27Καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυίδ· καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ, τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ἰεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν;
27初二日 大衛 的座位還空設。 掃羅 問他兒子 約拿單 說:「 耶西 的兒子為何昨日、今日沒有來吃飯呢?」
28Καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ, καὶ εἶπεν αὐτῷ, παρῄτηται παρʼ ἐμοῦ Δαυὶδ ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ πορευθῆναι.
28約拿單 回答 掃羅 說:「 大衛 切求我容他往 伯利恆 去。
29Καὶ εἶπεν, ἐξαπόστειλον δή με, ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει, καὶ ἐνετείλαντο πρὸς μὲ οἱ ἀδελφοί μου· καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, διαβήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως.
29他說:『求你容我去,因為我家在城裏有獻祭的事;我長兄吩咐我去。如今我若在你眼前蒙恩,求你容我去見我的弟兄』;所以 大衛 沒有赴王的席。」
30Καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ Ἰωνάθαν σφόδρα, καὶ εἶπεν αὐτῷ, υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ἰεσσαὶ εἰς αἰσχύνην σου, καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου;
30掃羅 向 約拿單 發怒,對他說:「你這頑梗背逆之婦人所生的,我豈不知道你喜悅 耶西 的兒子,自取羞辱,以致你母親露體蒙羞嗎?
31ὅτι πάσας τὰς ἡμέρας ἃς ὁ υἱὸς Ἰεσσαὶ ζῇ ἐπὶ τῆς γῆς, οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος.
31耶西 的兒子若在世間活着,你和你的國位必站立不住。現在你要打發人去,將他捉拿交給我;他是該死的。」
32Καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ, ἵνατί ἀποθνήσκει; τί πεποίηκε;
32約拿單 對父親 掃羅 說:「他為甚麼該死呢?他做了甚麼呢?」
33Καὶ ἐπῇρε Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωνάθαν τοῦ θανατῶσαι αὐτόν· καὶ ἔγνω Ἰωνάθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυίδ.
33掃羅 向 約拿單 掄槍要刺他, 約拿單 就知道他父親決意要殺 大衛 。
34Καὶ ἀνεπήδησεν Ἰωνάθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ, καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον, ὅτι ἐθρανσθη ἐπὶ τὸν Δαυὶδ, ὅτι συνετέλεσεν ἐπʼ αὐτὸν ὁ πατὴρ αὐτοῦ.
34於是 約拿單 氣忿忿地從席上起來,在這初二日沒有吃飯。他因見父親羞辱 大衛 ,就為 大衛 愁煩。
35Καὶ ἐγενήθη πρωὶ, καὶ ἐξῆλθεν Ἰωνάθαν εἰς ἀγρόν, καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυίδ, καὶ παιδάριον μικρὸν μετʼ αὐτοῦ.
35次日早晨, 約拿單 按着與 大衛 約會的時候出到田野,有一個童子跟隨。
36Καὶ εἶπε τῷ παιδαρίω, δράυε, εὗρέ μοι τὰς σχίζας ἐν αἷς ἐγὼ ἀκοντίζω· και τὸ παιδάμε ἔδραυε, και αὐτὸς ἠκόντισε τῇ σχίζῃ, καὶ παρήγαγεν αὐτήν.
36約拿單 對童子說:「你跑去,把我所射的箭找來。」童子跑去, 約拿單 就把箭射在童子前頭。
37Καὶ ἦλθεν τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης οὗ ἠκόντιζεν Ἰωνάθαν· καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ νεανίου, καὶ εἶπεν, ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα·
37童子到了 約拿單 落箭之地, 約拿單 呼叫童子說:「箭不是在你前頭嗎?」
38Καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ, λέγων, ταχύνας σπεῦσον, καὶ μὴ στῇς· καὶ ἀνέλεξε τὸ παιδάριον Ἰωνάθαν τὰς σχίζας, καὶ ἤνεγκε τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ.
38約拿單 又呼叫童子說:「速速地去,不要遲延!」童子就拾起箭來,回到主人那裏。
39καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθὲν, πάρεξ Ἰωνάθαν καὶ Δαυίδ.
39童子卻不知道這是甚麼意思,只有 約拿單 和 大衛 知道。
40καὶ Ἰωνάθαν ἔδωκε τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ, καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ, πορεύου, εἴσελθε εἰς τὴν πόλιν.
40約拿單 將弓箭交給童子,吩咐說:「你拿到城裏去。」
41Καὶ ὡς εἰσῆλθε τὸ παιδάριον, καὶ Δαυὶδ ἀνέστη ἀπὸ τοῦ ἀργὰβ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ, ἕως συντελείας μεγάλης.
41童子一去, 大衛 就從 磐石 的南邊出來,俯伏在地,拜了三拜;二人親嘴,彼此哭泣, 大衛 哭得更慟。
42Καὶ εἶπεν Ἰωνάθαν τῷ Δαυὶδ, πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι Κυρίου, λέγοντες, Κύριος ἔσται μάρτυς ἀνὰμέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰμέσον τοῦ σηέρματός μου καὶ ἀναμέσον τοῦ σπέρματός σον ἕως αἰῶνος·
42約拿單 對 大衛 說:「我們二人曾指着耶和華的名起誓說:『願耶和華在你我中間,並你我後裔中間 為證 ,直到永遠。』如今你平平安安地去吧!」 大衛 就起身走了; 約拿單 也回城裏去了。
Tip: use the ← and → keys to turn chapters.