ΨΑΛΜΟΙ
Chapter 121
Septuagint (Greek Old Te…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

ΨΑΛΜΟΙ 121

Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1ᾨδὴ τῶν ἀναβαθμῶν. ΕΥΦΡΑΝΘΗΝ ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα.
1Ὠδὴ τῶν ἀναβαθμῶν. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, εἰς οἶκον Κυρίου πορευσόμεθα.
2ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ.
2Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου Ἱερουσαλήμ.
3Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό.
3Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπιτοαυτό.
4ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου·
4Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυρίου μαρτύριον τῷ Ἰσραὴλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου.
5ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυΐδ.
5Ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον Δαυίδ.
6ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε·
6Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλὴμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε.
7γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου.
7Γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου, καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου.
8ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ·
8Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ.
9ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι.
9Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι.

Tip: use the ← and → keys to turn chapters.