ΨΑΛΜΟΙ 88
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ.
1Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ.
2ΤΑ ΕΛΕΗ σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου,
2Τὰ ἐλέη σου Κύριε εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου.
3ὅτι εἶπας· εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου·
3Ὅτι εἶπας, εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου·
4διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυΐδ τῷ δούλῳ μου·
4Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυὶδ τῷ δούλῳ μου.
5ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου. (διάψαλμα).
5Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου· διάψαλμα.
6ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.
6Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων.
7ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;
7Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ;
8ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
8Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ.
9Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου.
9Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου.
10σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραυ±νεις.
10Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις.
11σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου.
11Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου.
12σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας.
12Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ, τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας.
13τὸν βορρᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας, Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
13Τὸν Βοῤῥᾶν καὶ θάλασσας σὺ ἔκτισας, Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
14σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου.
14Σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου.
15δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου, ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου.
15Δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου· ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου.
16μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται
16Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται,
17καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται.
17καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται.
18ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν.
18Ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν·
19ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν.
19ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν.
20τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου καὶ εἶπας· ἐθέμην βοήθειαν ἐπὶ δυνατόν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου·
20Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, καὶ εἶπας, ἐθέμην βοήθειαν ἐπὶ δυνατὸν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου.
21εὗρον Δαυΐδ τὸν δοῦλόν μου, ἐν ἐλέει ἁγίῳ μου ἔχρισα αὐτόν.
21Εὗρον Δαυὶδ τὸν δοῦλόν μου, ἐν ἐλέει ἁγίῳ ἔχρισα αὐτόν.
22ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν·
22Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν.
23οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν.
23Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν.
24καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι.
24Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι.
25καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ᾿ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ.
25Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετʼ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ.
26καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ.
26Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ.
27αὐτὸς ἐπικαλέσεταί με· πατήρ μου εἶ σύ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου·
27Αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου.
28κἀγὼ πρωτότοκον θήσομαι αὐτόν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.
28Κᾀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.
29εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ·
29Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ.
30καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.
30Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.
31ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν,
31Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν·
32ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν,
32ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν·
33ἐπισκέψομαι ἐν ράβδῳ τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν·
33Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν.
34τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ᾿ αὐτῶν, οὐδ᾿ οὐ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου,
34Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπʼ αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου,
35οὐδ᾿ οὐ μὴ βεβηλώσω τὴν διαθήκην μου καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω.
35οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω.
36ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυΐδ ψεύσομαι·
36Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι.
37τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου
37Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου,
38καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα· καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός. (διάψαλμα).
38καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός· διάψαλμα.
39σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου·
39Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου.
40κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ.
40Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ.
41καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν·
41Καθεῖλες πάντας τοὺς φραγμοῦς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν.
42διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδόν, ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ.
42Διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδὸν, ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ.
43ὕψωσας τὴν δεξιὰν τῶν θλιβόντων αὐτόν, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ.
43Ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ.
44ἀπέστρεψας τὴν βοήθειαν τῆς ρομφαίας αὐτοῦ καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ.
44Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ.
45κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτοῦ, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας.
45Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτὸν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας,
46ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην. (διάψαλμα).
46ἐσμίκρυνας τὰς ἡμέρας τοῦ θρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην· διάψαλμα.
47ἕως πότε, Κύριε, ἀποστρέφῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου;
47Ἕως πότε Κύριε ἀποστρέφῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου;
48μνήσθητι τίς μου ἡ ὑπόστασις· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων;
48Μνήσθητι τίς ἡ ὑπόστασίς μου· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων;
49τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται, καὶ οὐκ ὄψεται θάνατον; ρύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; (διάψαλμα).
49Τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; διάψαλμα.
50ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυΐδ ἐν τῇ ἀληθείᾳ σου;
50Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυὶδ ἐν τῇ ἀληθείᾳ σου;
51μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ πολλῶν ἐθνῶν,
51Μνήσθητι Κύριε τοῦ ὀνειδισμου τῶν δούλων σου οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν·
52οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου.
52οὗ ὠνείδισαν οἱ ἐχθροί σου Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου.
53εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα. γένοιτο γένοιτο.
53Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.
Tip: use the ← and → keys to turn chapters.