ΨΑΛΜΟΙ 75
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ἀσάφ, ᾠδὴ πρὸς τὸν Ἀσσύριον.
1Εἰς τὸ τέλος ἐν ὕμνοις, ψαλμὸς τῷ Ἀσάφ· ᾠδὴ πρὸς τὸν Ἀσσύριον.
2ΓΝΩΣΤΟΣ ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.
2Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.
3καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών·
3Καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών.
4ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ρομφαίαν καὶ πόλεμον. (διάψαλμα).
4Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον· διάψαλμα.
5φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων·
5Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων,
6ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ, ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν.
6ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν.
7ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις.
7Ἀπὸ ἐπιτιμήσεώς σου, ὁ Θεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους.
8σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; ἀπὸ τότε ἡ ὀργή σου.
8Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆς σου;
9ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν
9Ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν,
10ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς. (διάψαλμα).
10ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν Θεὸν, τοῦ σῶσαι πάντας τοὺς πρᾳεῖς τῇ καρδίᾳ. διάψαλμα.
11ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.
11Ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.
12εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν· πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα
12Εὔξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ἡμῶν, πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα·
13τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.
13τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.
Tip: use the ← and → keys to turn chapters.