ΜΑΚΚΑΒΑΙΩΝ Δ 8
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1Διὰ τοῦτό γέ τοι καὶ μειρακίσκοι τῷ τῆς εὐσεβείας λογισμῷ φιλοσοφοῦντες χαλεπωτέρων βασανιστηρίων ἐπεκράτησαν.
1Ἰούδας δὲ ὁ Μακκαβαῖος καὶ οἱ σὺν αὐτῷ, παρεισπορευόμενοι λεληθότως εἰς τὰς κώμας, προσεκαλοῦντο τοὺς συγγενεῖς, καὶ τοὺς μεμενηκότας ἐν τῷ Ἰουδαϊσμῷ προσλαβόμενοι, συνήγαγον εἰς ἑξακισχιλίους.
2ἐπειδὴ γὰρ κατά τὴν πρώτην πεῖραν ἐνικήθη περιφανῶς ὁ τύραννος μὴ δυνηθεὶς ἀναγκάσαι γέροντα μιαροφαγῆσαι, τότε δὴ σφόδρα περιπαθῶς ἐκέλευσεν ἄλλους ἐκ τῆς ἡλικίας τῶν Ἑβραίων ἀγαγεῖν, καὶ εἰ μὲν μιαροφαγήσαιεν, ἀπολύειν φαγόντας, εἰ δὲ ἀντιλέγοιεν, πικρότερον βασανίζειν.
2Καὶ ἐπεκαλοῦντο τὸν Κύριον ἐπιδεῖν ἐπὶ τὸν ὑπὸ πάντων καταπατούμενον λαόν, οἰκτεῖραι δὲ καὶ τὸν ναὸν, τὸν ὑπὸ τῶν ἀσεβῶν ἀνθρώπων βεβηλωθέντα,
3ταῦτα διαταξαμένου τοῦ τυράννου, παρῆσαν ἀγόμενοι μετὰ γηραιᾶς μητρὸς ἑπτὰ ἀδελφοί, καλοί τε καὶ αἰδήμονες καὶ γενναῖοι καὶ ἐν παντὶ χαρίεντες.
3ἐλεῆσαι δὲ καὶ τὴν καταφθειρομένην πόλιν καὶ μέλλουσαν ἰσόπεδον γίνεσθαι, καὶ τῶν καταβοώντων πρὸς αὐτὸν αἱμάτων εἰσακοῦσαι,
4οὓς ἰδὼν ὁ τύραννος καθάπερ ἐν χορῷ περιέχοντας μέσην τὴν μητέρα, ἥσθη ἐπ' αὐτοῖς καὶ τῆς εὐπρεπείας ἐκπλαγεὶς καὶ τῆς εὐγενείας, προσεμειδίασεν αὐτοῖς καὶ πλησίον καλέσας ἔφη.
4μνησθῆναι δὲ καὶ τῆς τῶν ἀναμαρτήτων νηπίων παρανόμου ἀπωλείας, καὶ περὶ τῶν γενομένων εἰς τὸ ὄνομα αὐτοῦ βλασφημιῶν, καὶ μισοπονηρῆσαι.
5ὦ νεανίαι, φιλοφρόνως ἐγὼ καθ' ἑνὸς ἑκάστου ὑμῶν θαυμάζω, τὸ κάλλος καὶ τὸ πλῆθος τοσούτων ἀδελφῶν ὑπερτιμῶν, οὐ μόνον συμβουλεύω μὴ μανῆναι τὴν αὐτὴν τῷ προβασανισθέντι γέροντι μανίαν, ἀλλὰ καὶ παρακαλῶ συνείξαντάς μου τῇ συμβουλίᾳ τῆς ἐμῆς ἀπολαῦσαι φιλίας·
5Γενόμενος δὲ ἐν συστήματι ὁ Μακκαβαῖος, ἀνυπόστατος ἤδη τοῖς ἔθνεσιν ἐγίνετο, τῆς ὀργῆς τοῦ Κυρίου εἰς ἔλεον τραπείσης.
6δυναίμην δ' ἂν ὥσπερ κολάζειν τοὺς ἀπειθοῦντάς μου τοῖς ἐπιτάγμασιν, οὕτως καὶ εὐεργετεῖν τοὺς εὐπειθοῦντάς μοι.
6Πόλεις δὲ καὶ κώμας ἀπροσδοκήτως ἐρχόμενος ἐνεπίμπρα, καὶ τοὺς ἐπικαίρους τόπους ἀπολαμβάνων, οὐκ ὀλίγους τῶν πολεμίων ἐνίκα τροπούμενος.
7πεισθέντες οὖν μοι καὶ ἀρχὰς καὶ ἐπὶ τῶν ἐμῶν πραγμάτων ἡγεμονίας λήψεσθε, ἀρνησάμενοι τὸν πάτριον ὑμῶν τῆς πολιτείας θεσμόν·
7Μάλιστα τὰς νύκτας πρὸς τὰς τοιαύτας ἐπιβουλὰς συνεργοὺς ἐλάμβανε· καὶ λαλιά τις τῆς εὐανδρίας αὐτοῦ διεχεῖτο πανταχῆ.
8καὶ μεταλαβόντες ἑλληνικοῦ βίου καὶ μεταδιαιτηθέντες ἐντρυφήσατε ταῖς νεότησιν ὑμῶν·
8Συνορῶν δὲ ὁ Φίλιππος κατὰ μικρὸν εἰς προκοπὴν ἐρχόμενον τὸν ἄνδρα πυκνότερον δὲ ἐν ταῖς εὐημερίαις προβαίνοντα, πρὸς Πτολεμαῖον τὸν κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν ἔγραψεν ἐπιβοηθεῖν τοῖς τοῦ βασιλέως πράγμασιν.
9ἐπεὶ ἐὰν ὀργίλως με διάθησθε διὰ τῆς ἀπειθείας ὑμῶν, ἀναγκάσετέ με ἐπὶ δειναῖς κολάσεσιν ἕνα ἕκαστον ὑμῶν διὰ τῶν βασάνων ἀπολέσαι.
9Ὁ δὲ ταχέως προχειρισάμενος, Νικάνορα τὸν τοῦ Πατρόκλου, τῶν πρώτων φίλως, ἀπέστειλεν, ὑποτάξας παμφύλων ἔθνη οὐκ ἐλάττους τῶν δισμυρίων, τὸ σύμπαν τῶν Ἰουδαίως ἐξᾶραι γένος· συνέστησε δὲ αὐτῷ καὶ Γοργίαν ἄνδρα στρατηγὸν, καὶ ἐν πολεμικαῖς χρείαις πείραν ἔχοντα.
10κατελεήσατε οὖν ἑαυτούς, οὓς καὶ ὁ πολέμιος ἔγωγε καὶ τῆς ἡλικίας καὶ τῆς εὐμορφίας οἰκτείρομαι.
10Διεστήσατο δὲ ὁ Νικάνωρ τὸν φόρον τῷ βασιλεῖ τοῖς Ῥωμαίοις ὄντα ταλάντων δισχιλίων ἐκ τῆς τῶν Ἰουδαίων αἰχμαλωσίας ἐκπληρώσειν.
11οὐ διαλογιεῖσθε τοῦτο, ὅτι οὐδὲν ὑμῖν ἀπειθήσασι πλὴν τοῦ μετὰ στρεβλῶν ἀποθανεῖν ἀπόκειται;
11Εὐθέως δὲ εἰς τὰς παραθαλασσίους πόλεις ἀπέστειλε προσκαλούμενος ἐπʼ ἀγορασμὸν Ἰουδαϊκῶν σωμάτων, ὑπισχνούμενον ἐννενήκοντα σώματα ταλάντου παραχωρήσειν· οὐ προσδεχόμενος τὴν παρὰ τοῦ παντοκράτορος μέλλουσαν παρακολουθήσειν ἐπʼ αὐτῷ δίκην.
12Ταῦτα δὲ λέγων ἐκέλευσεν εἰς τὸ ἔμπροσθεν προτεθεῖναι τὰ βασανιστήρια, ὅπως καὶ διὰ τοῦ φόβου πείσειεν αὐτοὺς μιαροφαγῆσαι.
12Τῷ δὲ ʼΙούδᾳ προσέπεσε περὶ τῆς τοῦ Νικάνορος ἐφόδου· καὶ μεταδόντος αὐτοῦ σὺν αὐτῷ τὴν παρουσίαν τοῦ στρατοπέδου,
13ὡς δὲ τροχούς τε καὶ ἀρθρέμβολα, στρεβλωτήριά τε καὶ τροχαντῆρας καὶ καταπέλτας καὶ λέβητας, τήγανά τε καὶ δακτυλήθρας καὶ χεῖρας σιδηρᾶς καὶ σφῆνας καὶ τὰ ζώπυρα τοῦ πυρὸς οἱ δορυφόροι προέθεσαν, ὑπολαβὼν ὁ τύραννος ἔφη·
13οἱ δει λανδροῦντες καὶ ἀπιστοῦντες τὴν τοῦ Θεοῦ δίκην, διεδίδρασκον, καὶ ἐξετόπιζον ἑαυτούς.
14μειράκια φοβήθητε, καὶ ἣν σέβεσθε δίκην, ἵλεως ὑμῖν ἔσται δι' ἀνάγκην παρανομήσασιν.
14Οἱ δὲ τὰ περιλελειμμένα πάντα ἐπώλουν, ὁμοῦ δὲ τὸν Κύριον ἠξίουν ῥύσασθαι τοὺς ὑπὸ τοῦ δυσσεβοῦς Νικάνορος πρὶν συντυχεῖν πεπραμένους.
15οἱ δὲ ἀκούσαντες ἐπαγωγὰ καὶ ὁρῶντες δεινά, οὐ μόνον οὐκ ἐφοβήθησαν, ἀλλὰ καὶ ἀντεφιλοσόφησαν τῷ τυράννῳ καὶ διὰ τῆς εὐλογιστίας τὴν τυραννίδα αὐτοῦ κατέλυσαν.
15Καὶ εἰ μὴ διʼ αὐτούς, ἀλλὰ διὰ τὰς πρὸς τοὺς πατέρας αὐτῶν διαθήκας, καὶ ἕνεκεν τῆς ἐπʼ αὐτοὺς ἐπικλήσεως τοῦ σεμνοῦ καὶ μεγαλοπρεποῦς ὀνόματος αὐτοῦ.
16καί τοι λογισώμεθα· εἰ δειλόψυχοί τινες ἦσαν καὶ ἄνανδροι ἐν αὐτοῖς, ποίοις ἂν ἐχρήσαντο λόγοις; οὐχὶ τούτοις;
16Συναγαγὼν δὲ ὁ Μακκαβαῖος τοὺς περὶ αὐτὸν ὄντας τὸν ἀριθμὸν ἑξακισχιλίους, παρεκάλει μὴ καταπλαγῆναι τοὺς πολεμίους, μηδὲ εὐλαβεῖσθαι τὴν τῶν ἀδίκως παραγινομένων ἐπʼ αὐτοὺς ἐθνῶν πολυπληθίαν, ἀγωνίσασθαι δὲ γενναίως,
17ᾦ τάλανες ἡμεῖς καὶ λίαν ἀνόητοι· βασιλέως ἡμᾶς παρακαλοῦντος καὶ ἐπὶ εὐεργεσίᾳ φωνοῦντος, μὴ πεισθείημεν αὐτῷ,
17πρὸ ὀφθαλμῶν λαβόντας τὴν ἀνόμως εἰς τὸν ἅγιον τόπον συντετελεσμένην ὑπʼ αὐτῶν ὕβριν, καὶ τὸν τῆς ἐμπεπαιγμένης πόλεως αἰκισμόν, ἔτι δὲ τὴν τῆς προγονικῆς πολιτείας κατάλυσιν.
18εἰ βουλήμασι κενοῖς ἑαυτοὺς εὐφραίνομεν καὶ θανατηφόρον ἀπείθειαν τολμῶμεν;
18Οἱ μὲν γὰρ ὅπλοις πεποίθασιν ἅμα καὶ τόλμαις, ἔφησεν, ἡμεῖς δὲ ἐπὶ τῷ παντοκράτορι Θεῷ δυναμένῳ καὶ τοὺς ἐρχομένους ἐφʼ ἡμᾶς, καὶ τὸν ὅλον κόσμον ἐν ἑνὶ νεύματι καταβαλεῖν, πεποίθαμεν.
19οὐ φοβησόμεθα, ἄνδρες ἀδελφοί, τὰ βασανιστήρια καὶ λογιούμεθα τὰς τῶν βασάνων ἀπειλὰς καὶ φευξόμεθα τὴν κενοδοξίαν ταύτην καὶ ὀλεθροφόρον ἀλαζονείαν;
19Προσαναλεξάμενος δὲ αὐτοῖς καὶ τὰς ἐπὶ τῶν προγόνων γενομένας ἀντιλήψεις, καὶ τὴν ἐπὶ Σενναχηρεὶμ τῶν ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδων ὡς ἀπώλοντο.
20ἐλεήσωμεν τὰς ἑαυτῶν ἡλικίας καὶ κατοικτείρωμεν τὸ τῆς μητρὸς γῆρας
20Καὶ τὴν ἐν τῇ Βαβυλωνίᾳ τὴν πρὸς αὐτοὺς Γαλάτας παράταξιν γενομένην, ὡς οἱ πάντες ἐπὶ τὴν χρείαν ἦλθον ὀκτακισχιλιοι σὺν Μακεδόσι τετρακισχιλίοις, τῶν Μακεδόνων ἀπορουμένων, οἱ ὀκτακισχίλιοι τὰς δώδεκα μυρίαδας ἀπώλεσαν διὰ τὴν γενομένην αὐτοῖς ἀπʼ οὐρανοῦ βοήθειαν, καὶ ὠφέλειαν πολλὴν ἔλαβον.
21καὶ ἐνθυμηθῶμεν ὅτι ἀπειθοῦντες τεθνηξόμεθα.
21Ἐφʼ οἷς εὐθαρσεῖς αὐτοὺς παραστήσας, καὶ ἑτοίμους ὑπὲρ τῶν νόμων καὶ τῆς πατρίδος ἀποθνήσκειν, τετραμερές τι τὸ στράτευμα ἐποίησε·
22συγγνώσεται δὲ ἡμῖν καὶ ἡ θεία δίκη δι' ἀνάγκην τὸν βασιλέα φοβηθεῖσιν.
22τάξας καὶ τοὺς ἀδελφοὺς αὐτοῦ προηγουμένους ἑκατέρας τάξεως, Σίμωνα καὶ Ἰώσηφον καὶ Ἰωνάθαν, ὑποτάξας ἑκάστῳ χιλίους πρὸς τοῖς πεντακοσίοις,
23τί ἐξάγομεν ἑαυτοὺς τοῦ ἡδίστου βίου καὶ ἐπιστεροῦμεν ἑαυτοὺς τοῦ γλυκέος κόσμου;
23ἔτι δὲ καὶ Ἐλεάζαρον, παραγνοὺς τὴν ἱερὰν βίβλον, καὶ δοὺς σύνθημα Θεοῦ βοηθείας, τῆς πρώτης σπείρας αὐτὸς προηγούμενος, συνέβαλε τῷ Νικάνορι.
24μὴ βιαζώμεθα τὴν ἀνάγκην μηδὲ φιλοδοξήσωμεν ἐπὶ τῇ ἑαυτῶν στρέβλῃ.
24Γενομένου δὲ αὐτοῖς τοῦ παντοκράτορος συμμάχου, κατέσφαξαν τῶν πολεμίων ὑπὲρ τοὺς ἐννακισχιλίους, τραυματίας δὲ καὶ τοῖς μέλεσιν ἀναπήρους τὸ πλεῖστον μέρος τῆς τοῦ Νικάνορος στρατιᾶς ἐποίησαν, πάντας δὲ φυγεῖν ἠνάγκασαν.
25οὐδὲ αὐτὸς ὁ νόμος ἀκουσίως ἡμᾶς θανατοῖ φοβηθέντας τὰ βασανιστήρια.
25Τὰ δὲ χρήματα τῶν παραγεγονότων ἐπὶ τὸν ἀγορασμὸν αὐτῶν ἔλαβον· συνδιώξαντες δὲ αὐτοὺς ἐφʼ ἱκανὸν, ἀνέλυσαν ὑπὸ τῆς ὥρας συγκλειόμενοι.
26πόθεν ἡμῖν ἡ τοσαύτη ἐντέτηκε φιλονικία καὶ ἡ θανατηφόρος ἀρέσκει καρτερία, παρὸν μετὰ ἀταραξίας ζῆν τῷ βασιλεῖ πεισθέντας;
26Ἦν γὰρ ἡ πρὸ τοῦ σαββάτου, διʼ ἥν αἰτίαν οὐκ ἐμακροθύμησαν κατατρέχοντες αὐτούς.
27ἀλλὰ τούτων οὐδὲν εἶπον οἱ νεανίαι βασανίζεσθαι μέλλοντες οὐδὲ ἐνεθυμήθησαν.
27Ὁπλολογήσαντες δὲ αὐτοὺς, καὶ τὰ σκῦλα ἐκδύσαντες τῶν πολεμίων, περὶ τὸ σάββατον ἐγίνοντο, περισσῶς εὐλογοῦντες, καὶ ἐξομολογούμενοι τῷ Κυρίῳ τῷ διασώσαντι αὐτοὺς εἰς τὴν ἡμέραν ταύτην, ἀρχὴν ἐλέους τάξαντος αὐτοῖς.
28ἦσαν γὰρ περίφρονες τῶν παθῶν καὶ αὐτοκράτορες τῶν ἀλγηδόνων,
28Μετὰ δὲ τὸ σάββατον τοῖς ᾐκισμένοις, καὶ ταῖς χήραις, καὶ ὀρφανοῖς, μερίσαντες ἀπὸ τῶν σκύλων, τὰ λοιπὰ αὐτοὶ καὶ τὰ παιδία ἐμερίσαντο.
29ὥστε ἅμα τῷ παύσασθαι τὸν τύραννον συμβουλεύοντα αὐτοῖς τοῦ μιαροφαγῆσαι, πάντες διὰ μιᾶς φωνῆς ὁμοῦ, ὥσπερ ἀπὸ τῆς αὐτῆς ψυχῆς εἶπον πρὸς αὐτόν.
29Ταῦτα δὲ διαπραξάμενοι, καὶ κοινὴν ἱκετείαν ποιησάμενοι, τὸν ἐλεήμονα Κύριον ἠξίουν εἰς τέλος, καταλλαγῆναι τοῖς αὐτοῦ δούλοις.
no verse 30 in this text
30Καὶ τῶν περὶ Τιμόθεον καὶ Βακχίδην συνεριζοντων, ὑπὲρ τοὺς δισμυρίους αὐτῶν ἀνεῖλον, καὶ ὀχυρωμάτων ὑψηλῶν εὖ μάλα ἐγκρατεῖς ἐγένοντο· καὶ λάφυρα πλεῖστα ἐμερίσαντο, ἰσομοίρους ἑαυτοὺς καὶ τοῖς ᾐκισμένοις, καὶ ὀρφανοῖς, καὶ χήραις, ἔτι δὲ καὶ πρεσβυτέροις ποιήσαντες.
no verse 31 in this text
31Ὁπλολογήσαντες δὲ αὐτοὺς, ἐπιμελῶς πάντα συνέθηκαν εἰς τοὺς ἐπικαίρους τόπους, τὰ δὲ λοιπὰ τῶν σκύλων ἤνεγκαν εἰς Ἱεροσόλυμα.
no verse 32 in this text
32Τὸν δὲ φυλάρχην τῶν περὶ Τιμόθεον ἀνεῖλον, ἀνοσιώτατον ἄνδρα καὶ πολλὰ τοὺς Ἰουδαίους ἐπιλελυπηκότα.
no verse 33 in this text
33Ἐπινίκια δὲ ἄγοντες ἐν τῇ πατρίδι, τοὺς ἐμπρήσαντας τοὺς ἱεροὺς πυλῶνας, Καλλισθένην, καί τινας ἄλλους ὑφῆψαν εἰς ἓν οἰκίδιον πεφευγότας, οἵ τινες ἄξιον τῆς δυσσεβείας ἐκομίσαντομισθόν.
no verse 34 in this text
34Ὁ δὲ τρισαλιτήριος Νικάνωρ, ὁ τοὺς χιλίους ἐμπόρους ἐπὶ τὴν πράσιν τῶν Ἰουδαίων ἀγαγὼν,
no verse 35 in this text
35ταπεινωθεὶς ὑπὸ τῶν κατʼ αὑτὸν νομιζομένων ἐλαχίστων εἶναι, τῇ τοῦ Κυρίου βοηθείᾳ, τὴν δοξικὴν ἀποθέμενος ἐσθῆτα, διὰ τῆς μεσογείου, δραπέτου τρόπον ἔρημον ἑαυτὸν ποιήσας, ἧκεν εἰς Ἀντιόχειαν, ὑπεράγαν δυσημερήσας ἐπὶ τῇ τοῦ στρατοῦ διαφθορᾷ.
no verse 36 in this text
36Καὶ ὁ τοῖς Ῥωμαίοις ἀναδεξάμενος φόρον ἀπὸ τῆς τῶν ἐν Ἱεροσολύμοις αἰχμαλωσίας κατορθώσασθαι, κατήγγελλεν ὑπέρμαχον ἔχειν τὸν Θεὸν τοὺς Ἰουδαίους, καὶ διὰ τὸν τρόπον τοῦτον ἀτρώτους εἶναι τοὺς Ἰουδαίους, διὰ τὸ ἀκολουθεῖν τοῖς ὑπʼ αὐτοῦ προτεταγμένοις νόμοις.
Tip: use the ← and → keys to turn chapters.