ΜΑΚΚΑΒΑΙΩΝ Δ
Chapter 15

ΜΑΚΚΑΒΑΙΩΝ Δ

Septuagint (Greek Old Te…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers

ΜΑΚΚΑΒΑΙΩΝ Δ 15

Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1Ω λογισμὲ τέκνων παθῶν τύραννε καὶ εὐσέβεια μητρὶ τέκνων ποθεινοτέρα.
1Ὁ δὲ Νικάνωρ μεταλαβὼν τοὺς περὶ τὸν Ἰούδαν ὄντας ἐν τοῖς κατὰ Σαμάρειαν τόποις, ἐβουλεύσατο τῇ τῆς καταπαύσεως ἡμέρᾳ μετὰ πάσης ἀσφαλείας αὐτοῖς ἐπιβαλεῖν.
2μήτηρ δυοῖν προκειμένων, εὐσεβείας καὶ τῆς τῶν ἑπτὰ υἱῶν σωτηρίας προσκαίρου κατὰ τὴν τοῦ τυράννου ὑπόσχεσιν,
2Τῶν δὲ κατʼ ἀνάγκην συνεπομένων αὐτῷ Ἰουδαίων, λεγόντων, μηδαμῶς οὕτως ἀγρίως καὶ βαρβάρως ἀπολέσῃς, δόξαν δὲ ἀπομέρισον τῇ προτετιμημένῃ ὑπὸ τοῦ πάντα ἐθορῶντος μεθʼ ἁγιότητος ἡμέρᾳ.
3τὴν εὐσέβειαν μᾶλλον ἠγάπησε τὴν σῴζουσαν εἰς αἰώνιον ζωὴν κατὰ Θεόν.
3Ὁ δὲ τρισαλιτήριος ἐπηρώτησεν, εἰ ἔστιν ἐν οὐρανῷ δυνάστης ὁ προστεταχὼς ἄγειν τὴν τῶν σαββάτων ἡμέραν;
4ᾦ τίνα τρόπον ἠθολογήσαιμι, φιλότεκνα γονέων πάθη. ψυχῆς τε καὶ μορφῆς ὁμοιότητα εἰς μικρὸν παιδὸς χαρακτῆρα θαυμάσιον ἐναποσφραγίζομεν, μάλιστα διὰ τὸ τῶν παθῶν τοῖς γεννηθεῖσι τὰς μητέρας τῶν πατέρων καθεστάναι συμπαθεστέρας.
4Τῶν δὲ ἀποφῃναμένων, ἔστιν ὁ Κύριος ζῶν αὐτὸς ἐν οὐρανῷ δυνάστης, ὁ κελεύσας ἀσκεῖν τὴν ἑβδομάδα.
5ὅσῳ γὰρ καὶ ἀσθενόψυχοι καὶ πολυγονώτεραι ὑπάρχουσιν αἱ μητέρες, τοσοῦτον μᾶλλόν εἰσι φιλοτεκνότεραι.
5Ὁ δὲ ἕτερος, κᾀγώ φησι, δυνάστης ἐπὶ τῆς γῆς ὁ προστάσσων αἴρειν ὅπλα, καὶ τὰς βασιλικὰς χρείας ἐπιτελεῖν· ὅμως οὐ κατέσχεν ἐπιτελέσαι τό σχέτλιον αὐτοῦ βούλημα.
6πασῶν δὲ τῶν μητέρων ἐγένετο ἡ τῶν ἑπτὰ παίδων μήτηρ φιλοτεκνοτέρα, ἥτις ἑπτὰ κυοφορίαις τὴν πρὸς αὐτοὺς ἐπιφυτευομένη φιλοστοργίαν
6Καὶ ὁ μὲν Νικάνωρ μετὰ πάσης ἀλαζονείας ὑψαυχενῶν, διεγνώκει κοινὸν τῶν περὶ τὸν Ἰούδαν συστήσασθαι τρόπαιον.
7καὶ διὰ πολλὰς τὰς καθ' ἕκαστον αὐτῶν ὠδῖνας ἠναγκασμένη τὴν εἰς αὐτοὺς ἔχειν συμπάθειαν,
7Ὁ δὲ Μακκαβαῖος ἦν ἀδιαλείπτως πεποιθὼς μετὰ πάσης ἐλπίδος ἀντιλήψεως τεύξασθαι παρὰ τοῦ Κυρίου.
8διὰ τὸν πρὸς τὸν Θεὸν φόβον ὑπερεῖδε τὴν τῶν τέκνων πρόσκαιρον σωτηρίαν.
8Καὶ παρεκάλει τοὺς σὺν αὐτῷ μὴ δειλιᾷν τὴν τῶν ἔθνῶν ἔφοδον, ἔχοντας δὲ κατὰ νοῦν τὰ προγεγονότα αὐτοῖς ἁπʼ οὐρανοῦ βοηθήματα, καὶ τανῦν προσδοκᾷν τὴν παρὰ τοῦ παντοκράτορος ἐσομένην αὐτοῖς νίκην καὶ βοήθειαν.
9οὐ μὴν δέ, ἀλλὰ καὶ διὰ τὴν καλοκἀγαθίαν τῶν υἱῶν καὶ τὴν πρὸς τὸν νόμον αὐτῶν εὐπείθειαν μείζω τὴν ἐν αὐτοῖς ἔσχε φιλοστοργίαν.
9Καὶ παραμυθούμενος αὐτοὺς ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν, προσυπομνήσας δὲ αὐτοὺς καὶ τοὺς ἀγῶνας οὓς ἦσαν ἐκτετελεκότες, προθυμοτέρους αὐτοὺς κατέστησε.
10δίκαιοί τε γὰρ ἦσαν καὶ σώφρονες καὶ ἀνδρεῖοι καὶ μεγαλόψυχοι καὶ φιλάδελφοι καὶ φιλομήτορες οὕτως, ὥστε καὶ μέχρι θανάτου τὰ νόμιμα φυλάσσοντας πείθεσθαι αὐτῇ.
10Καὶ τοῖς θυμοῖς διεγείρας αὐτοὺς, παρήγγειλεν, ἅμα παρεπιδεικνὺς τὴν τῶν ἐθνῶν ἀθεσίαν καὶ τὴν τῶν ὅρκων παράβασιν.
11ἀλλ' ὅμως καίπερ τοσούτων ὄντων τῶν περὶ φιλοτεκνίαν εἰς συμπάθειαν ἑλκόντων τὴν μητέρα, ἐπ' οὐδενὸς αὐτῶν τὸν λογισμὸν αὐτῆς αἱ παμποίκιλοι βάσανοι ἴσχυσαν μεταστρέψαι,
11Ἕκαστον δὲ αὐτῶν καθοπλίσας, οὐ τὴν ἀσπίδων καὶ λογχῶν ἀσφάλειαν, ὡς τὴν ἐν τοῖς ἀγαθοῖς λόγοις παράκλησιν, καὶ προσεξηγησάμενος ὄνειρον ἀξιόπιστον ὕπαρ τι πάντας εὔφρανεν.
12ἀλλὰ καὶ καθ' ἕνα παῖδα καὶ ὁμοῦ πάντας ἡ μήτηρ ἐπὶ τὸν ὑπὲρ τῆς εὐσεβείας προετρέπετο θάνατον.
12Ἦν δὲ ἡ τούτου θεωρία τοιάδε· Ὀνίαν τὸν γενόμενον ἀρχιερέα, ἄνδρα καλὸν καὶ ἀγαθὸν, αἰδήμονα μὲν τὴν ἀπάντησιν, πρᾷον δὲ τὸν τρόπον, καὶ λαλιὰν προϊέμενον πρεπόντως, καὶ ἐκ παιδὸς ἐκμεμελετηκότα πάντα τὰ τῆς ἀρετῆς οἰκεῖα, τοῦτον τὰς χεῖρας προτείναντα κατεύχεσθαι τῷ παντὶ τῶν Ἰουδαίων συστήματι.
13ὦ φύσις ἱερὰ καὶ φίλτρα γονέων καὶ γένεσις φιλόστοργε καὶ τροφεῖα καὶ μητέρων ἀδάμαστα πάθη.
13Εἶθʼ οὕτως ἐπιφανῆναι ἄνδρα πολιᾷ καὶ δόξῃ διαφέροντα, θαυμαστὴν δέ τινα καὶ μεγαλοπρεπεστάτην εἶναι τὴν περὶ αὐτὸν ὑπεροχήν.
14καθ' ἕνα στρεβλούμενον καὶ φλεγόμενον ὁρῶσα μήτηρ, οὐ μετεβάλλετο διὰ τὴν εὐσέβειαν.
14Ἀποκριθέντα δὲ τὸν Ὀνιαν εἰπεῖν, ὁ φιλάδελφος οὗτός ἐστιν ὁ πολλὰ προσευχόμενος περὶ τοῦ λαοῦ καὶ τῆς ἁγίας πόλεως, Ἱερεμίας ὁ τοῦ Θεοῦ προφήτης.
15τὰς σάρκας τῶν τέκνων ἑώρα περὶ τὸ πῦρ τηκομένας καὶ τοὺς τῶν ποδῶν καὶ χειρῶν δακτύλους ἐπὶ γῆς σπαίροντας καὶ τὰς τῶν κεφαλῶν μέχρι τῶν περὶ τὰ γένεια σάρκας ὥσπερ προσωπεῖα προκειμένας.
15Προτείναντα δὲ τὸν Ἱερεμίαν τὴν δεξιὰν παραδοῦναι τῷ Ἰούδᾳ ῥομφαίαν χρυσῆν, διδόντα δὲ προσφωνῆσαι τάδε,
16ὦ πικροτέρων μὲν νῦν μήτηρ πόνων πειρασθεῖσα ἤπερ τῶν ἐπ' αὐτοῖς ὠδίνων.
16λάβε τὴν ἁγίαν ῥομφαίαν δῶρον παρὰ τοῦ Θεοῦ, διʼ ἧς θραύσεις τοὺς ὑπεναντίους.
17ὦ μόνη γύναι τὴν εὐσέβειαν ὁλόκληρον ἀποκυήσασα.
17Παρακληθέντες δὲ τοῖς Ἰούδα λόγοις πάνυ καλοῖς καὶ δυναμένοις ἐπʼ ἀρετὴν παρορμῆσαι, καὶ ψυχὰς νέων ἐπανορθῶσαι, διέγνωσαν μὴ στρατοπεδεύεσθαι, γενναίως δὲ ἐμφέρεσθαι, καὶ μετὰ πάσης εὐανδρίας ἐμπλακέντες κρῖναι τὰ πράγματα, διὰ τὸ καὶ τὴν πόλιν, καὶ τὰ ἅγια, καὶ τὸ ἱερὸν κινδυνεύειν.
18οὐ μετέτρεψέ σε πρωτότοκος ἀποπνέων, οὐδὲ δεύτερος εἰς σὲ οἰκτρὸν βλέπων ἐν βασάνοις, οὐδὲ τρίτος ἀποψύχων,
18Ἦν γὰρ ὁ περὶ γυναικῶν καὶ τέκνων, ἔτι δὲ ἀδελφῶν καὶ συγγενῶν ἐν ἥττονι μέρει κείμενος αὐτοῖς ἀγὼν, μέγιστος δὲ καὶ πρῶτος ὁ περὶ τοῦ καθηγιασμένου ναοῦ φόβος.
19οὐδὲ τοὺς ὀφθαλμοὺς ἑνὸς ἑκάστου θεωροῦσα ταυρηδὸν ἐπὶ τῶν βασάνων ὁρῶντας τὸν ἑαυτῶν αἰκισμὸν καὶ τοὺς μυκτῆρας προσημειουμένους αὐτῶν τὸν θάνατον, οὐκ ἔκλαυσας.
19Ἦν δὲ καὶ τοῖς ἐν τῇ πόλει κατειλημμένοις οὐ πάρεργος ἀγωνία ταρασσομένοις τῆς ἐν ὑπαίθρῳ προσβολῆς.
20ἐπὶ σαρξὶ τέκνων ὁρῶσα σάρκας τέκνων ἀποκαιομένας καὶ ἐπὶ χερσὶ χεῖρας ἀποτεμνομένας καὶ ἐπὶ κεφαλαῖς κεφαλὰς ἀποδειροτομουμένας καὶ ἐπὶ νεκροῖς νεκροὺς πίπτοντας καὶ πολυάνδριον ὁρῶσα τῶν τέκνων τὸ χορεῖον διὰ τῶν βασάνων, οὐκ ἐδάκρυσας.
20Καὶ πάντων ἤδη προσδοκώντων τὴν ἐσομένην κρίσιν, καὶ ἤδη συμμιξάντων τῶν πολεμίων, καὶ τῆς στρατιᾶς ἐκταγείσης, καὶ τῶν θηρίων ἐπὶ μέρος εὔκαιρον ἀποκατασταθέντων, τῆς τε ἵππου κατὰ κέρας τεταγμένης,
21οὐχ οὕτως σειρήνειοι μελῳδίαι, οὐδὲ κύκνειοι πρὸς φιληκοΐαν φωναὶ τοὺς ἀκούοντας ἐφέλκονται, ὡς τέκνων φωναὶ μετὰ βασάνων μητέρα φωνούντων.
21Συνιδὼν ὁ Μακκαβαῖος τὴν τῶν πληθῶν παρουσίαν, καὶ τῶν ὅπλων τὴν ποικίλην παρασκευὴν, τήν τε τῶν θηρίων ἀγριότητα, προτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν, ἐπεκαλέσατο τὸν τερατοποιὸν Κύριον τὸν κατόπτην, γινώσκων ὅτι οὐκ ἔστι διʼ ὅπλων ἡ νίκη, καθὼς δὲ ἂν αὐτῷ κριθείη, τοῖς ἀξίοις περιποιεῖται τὴν νίκην.
22πηλίκαις καὶ πόσαις τότε ἡ μήτηρ τῶν υἱῶν βασανιζομένων τροχοῖς τε καὶ καυτηρίοις ἐβασανίζετο βασάνοις;
22Ἔλεγε δὲ ἐπικαλούμενος τόνδε τὸν τρόπον, σὺ, Δέσποτα, ἀπέστειλας τὸν ἄγγελόν σου ἐπὶ Ἑζεκίου τοῦ βασιλέως τῆς Ἰουδαίας, καὶ ἀνεῖλες ἐκ τῆς παρεμβολῆς Σενναχηρεὶμ εἰς ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας.
23ἀλλὰ τὰ σπλάγχνα αὐτῆς ὁ εὐσεβὴς λογισμὸς ἐν αὐτοῖς τοῖς πάθεσιν ἀνδρειώσας ἐπέτεινε τὴν πρόσκαιρον φιλοτεκνίαν παριδεῖν.
23Καὶ νῦν, Δυνάστα τῶν οὐρανῶν, ἀπόστειλον ἄγγελον ἀγαθὸν ἔμπροσθεν ἡμῶν εἰς δέος καὶ τρόμον.
24καίπερ ἑπτὰ τέκνων ὁρῶσα ἀπώλειαν καὶ τὴν τῶν στρεβλῶν πολύπλοκον ποικιλίαν, ἁπάσας ἡ γενναία μήτηρ ἐξέλυσε διὰ τὴν πρὸς Θεὸν πίστιν.
24Μεγέθει βραχίονός σου καταπλαγείησαν οἱ μετὰ βλασφημίας παραγενόμενοι ἐπὶ τὸν ἅγιόν σου λαόν· καὶ οὗτος μὲν ἐν τούτοις ἔληξεν.
25καθάπερ γὰρ ἐν βουλετηρίῳ τῇ ἑαυτῆς ψυχῇ δεινοὺς ὁρῶσα συμβούλους, φύσιν καὶ γένεσιν καὶ φιλοτεκνίαν καὶ τέκνων στρέβλας,
25Οἱ δὲ περὶ τὸν Νικάνορα μετὰ σαλπίγγων καὶ παιάνων προσῆγον,
26δύο ψήφους κρατοῦσα μήτηρ, θανατηφόρον τε καὶ σωτήριον, ὑπὲρ τέκνων
26οἱ δὲ περὶ τὸν Ἰούδαν μετʼ ἐπικλήσεως καὶ εὐχῶν συνέμιξαν τοῖς πολεμίοις.
27οὐκ ἐπέγνω τὴν σῴζουσαν ἑπτὰ υἱοὺς πρὸς ὀλίγον χρόνον σωτηρίαν,
27Καὶ ταῖς μὲν χερσὶν ἀγωνιζόμενοι, ταῖς δὲ καρδίαις πρὸς τὸν Θεὸν εὐχόμενοι, κατέστρωσαν οὐδὲν ἧττον μυριάδων τριῶν καὶ πεντακισχιλίων, τῇ τοῦ Θεοῦ μεγάλως εὐφρανθέντες ἐπιφανείᾳ.
28ἀλλὰ τῆς θεοσεβοῦς Ἁβραὰμ καρτερίας ἡ θυγάτηρ ἐμνήσθη.
28Γενόμενοι δὲ ἀπὸ τῆς χρείας, καὶ μετὰ χαρᾶς ἀναλύοντες, ἐπέγνωσαν προπεπτωκότα Νικάνορα σὺν τῇ πανοπλίᾳ.
29ὦ μήτηρ ἔθνους, ἔκδικε τοῦ νόμου καὶ ὑπερασπίστρια τῆς εὐσεβείας καὶ τοῦ διὰ σπλάγχνων ἀγῶνος ἀθλοφόρε·
29Γενομένης δὲ κραυγῆς καὶ ταραχῆς, εὐλόγουν τὸν Δυνάστην τῇ πατρίῳ φωνῇ.
30ὦ ἀρρένων πρὸς καρτερίαν γενναιοτέρα καὶ ἀνδρῶν πρὸς ὑπομονὴν ἀνδρειοτέρα.
30Καὶ προσέταξεν ὁ καθʼ ἅπαν σώματι καὶ ψυχῇ πρωταγωνιστὴς ὑπὲρ τῶν πολιτῶν, ὁ τὴν τῆς ἡλικίας εὔνοιαν εἰς ὁμοεθνεῖς διαφυλάξας, τὴν τοῦ Νικάνορος κεφαλὴν ἀποτεμόντας, καὶ τὴν χεῖρα σὺν τῷ ὤμῳ φέρειν εἰς Ἱεροσόλυμα.
31καθάπερ γὰρ ἡ Νῶε κιβωτὸς ἐν τῷ κοσμοπληθεῖ κατακλυσμῷ κοσμοφοροῦσα καρτερῶς ὑπήνεγκε τοὺς κλύδωνας,
31Παραγενόμενος δὲ ἐκεῖ, καὶ συγκαλέσας τοὺς ὁμοεθνεῖς, καὶ τοὺς ἱερεῖς πρὸ τοῦ θυσιαστηρίου στήσας, μετεπέμψατο τοὺς ἐκ τῆς ἄκρας.
32οὕτως σύ, ἡ νομοφύλαξ, πανταχόθεν ἐν τῷ τῶν παθῶν περιαντλουμένη κατακλυσμῷ καὶ καρτεροῖς ἀνέμοις, ταῖς τῶν υἱῶν βασάνοις συνεχομένη γενναίως ὑπέμεινας τοὺς ὑπὲρ τῆς εὐσεβείας χειμῶνας.
32Καὶ ἐπιδειξάμενος τὴν τοῦ μιαροῦ Νικάνορος κεφαλὴν, καὶ τὴν χεῖρα τοῦ δυσφήμου, ἣν ἐκτείνας ἐπὶ τὸν ἅγιον τοῦ παντοκράτορος οἶκον ἐμεγαλαύχησε.
no verse 33 in this text
33Καὶ τὴν γλῶσσαν τοῦ δυσσεβοῦς Νικάνορος ἐκτεμὼν, ἔφη κατὰ μέρος δώσειν τοῖς ὀρνέοις, τὰ δὲ ἐπίχειρα τῆς ἀνοίας κατέναντι τοῦ ναοῦ κρεμᾶσαι.
no verse 34 in this text
34Οἱ δὲ πάντες εἰς τὸν οὐρανὸν εὐλόγησαν τὸν ἐπιφανῆ Κύριον, λέγοντες, εὐλογητὸς ὁ διατηρήσας τὸν ἑαυτοῦ τόπον ἀμίαντον.
no verse 35 in this text
35Ἐξέδησε δὲ τὴν τοῦ Νικάνορος κεφαλὴν ἐκ τῆς ἄκρας, ἐπίδηλον πᾶσι καὶ φανερὸν τῆς τοῦ Κυρίου βοηθείας σημεῖον.
no verse 36 in this text
36Καὶ ἐδογμάτισαν πάντες μετὰ κοινοῦ ψηφίσματος μηδαμῶς ἐᾶσαι ἀπαρασήμαντον τὴνδε τὴν ἡμέραν· ἔχειν δὲ ἐπίσημον τὴν τρισκαιδεκάτην τοῦ δωδεκάτου μηνὸς, Ἄδαρ λέγεται τῇ Συριακῇ φωνῇ, πρὸ μιᾶς ἡμέρας τῆς Μαρδοχαϊκῆς ἡμέρας.
no verse 37 in this text
37Τῶν οὖν κατὰ Νικάνορα χωρησάντων οὕτω, καὶ ἀπʼ ἐκείνων τῶν καιρῶν κρατηθείσης τῆς πόλεως ὑπὸ τῶν Ἑβραίων. Καὶ αὐτὸς αὐτόθι καταπαύσω τὸν λόγον.
no verse 38 in this text
38Καὶ εἰ μὲν καλῶς καὶ εὐθίκτως τῇ συντάξει, τοῦτο καὶ αὐτὸς ἤθελον· εἰ δὲ εὐτελῶς καὶ μετρίως, τοῦτο ἐφικτὸν ἦν μοι.
no verse 39 in this text
39Καθάπερ γὰρ οἶνον καταμόνας πίνειν, ὡσαύτως δὲ καὶ ὕδωρ πάλιν, πολέμιον· ὃν δὲ τρόπον οἶνος ὕδατι συγκερασθεὶς ἡδὺς, καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ, οὕτω καὶ τὸ τῆς κατασκευῆς τοῦ λόγου τέρπει τὰς ἀκοὰς τῶν ἐντυγχανόντων τῇ συντάξει· ἐνταῦθα δὲ ἔσται ἡ τελευτή.

Tip: use the ← and → keys to turn chapters.