ΜΑΚΚΑΒΑΙΩΝ Δ 2
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Septuagint (Brenton Greek text, with Apocrypha)
1Καὶ τί θαυμαστόν; εἰ αἱ τῆς ψυχῆς ἐπιθυμίαι πρὸς τὴν τοῦ κάλλους μετουσίαν ἀκυροῦνται;
1Εὑρίσκεται δὲ ἐν ταῖς ἀπογραφαῖς Ἱερεμίας ὁ προφήτης, ὅτι ἐκέλευσε τοῦ πυρὸς λαβεῖν τοὺς μεταγινομένους, ὡς σεσήμανται,
2ταύτῃ γοῦν ὁ σώφρων Ἰωσὴφ ἐπαινεῖται, ὅτι τῷ λογισμῷ καὶ τῇ διανοίᾳ περιεκράτησε τῆς ἡδυπαθείας.
2καὶ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις ὁ προφήτης, δοὺς αὐτοῖς τὸν νόμον, ἵνα μὴ ἐπιλάθωνται τῶν προσταγμάτων τοῦ Κυρίου, καὶ ἵνα μὴ ἀποπλανηθῶσι ταῖς διανοίαις, βλέποντες ἀγάλματα χρυσᾶ καὶ ἀργυρᾶ, καὶ τὸν περὶ αὐτὰ κόσμον.
3νέος γὰρ ὢν καὶ ἀκμάζων πρὸς συνουσιασμὸν ἠκύρωσε τῷ λογισμῷ τὸν τῶν παθῶν οἶστρον.
3Καὶ ἕτερα τοιαῦτα λέγων, παρεκάλει μὴ ἀποστῆναι τὸν νόμον ἀπὸ τῆς καρδίας αὐτῶν.
4οὐ μόνον δὲ τὴν τῆς ἡδυπαθείας οἰστρηλασίαν ἐπικρατεῖν ὁ λογισμὸς φαίνεται, ἀλλὰ καὶ πάσης ἐπιθυμίας.
4Ἦν δὲ ἐν τῇ γραφῇ, ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προφήτης, χρηματισμοῦ γενηθέντος, αὐτῷ συνακολουθεῖν, ὡς δὲ ἐξῆλθεν εἰς τὸ ὄρος οὗ ὁ Μωυσῆς ἀναβὰς ἐθεάσατο τὴν τοῦ Θεοῦ κληρονομίαν.
5λέγει γοῦν ὁ νόμος· οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου οὐδὲ ὅσα τῷ πλησίον σου ἐστίν.
5Καὶ ἐλθὼν ὁ Ἱερεμίας εὗρεν οἶκον ἀντρώδη, καὶ τὴν σκηνὴν, καὶ τὴν κιβωτὸν, καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος εἰσήνεγκεν ἐκεῖ, καὶ τὴν θύραν ἐνέφραξε.
6καίτοι ὅτε μὴ ἐπιθυμεῖν ἡμᾶς εἴρηκεν ὁ νόμος, πολὺ πλέον πείσαιμ' ἂν ὑμᾶς ὅτι τῶν ἐπιθυμιῶν κρατεῖν δύναται ὁ λογισμός. ¨Ωσπερ καὶ τῶν κωλυτικῶν τῆς δικαιοσύνης παθῶν·
6Καὶ προσελθόντες τινὲς τῶν συνακολουθούντων ὥστε ἐπισημῄνασθαι τὴν ὁδὸν, καὶ οὐκ ἠδυνήθησαν εὑρεῖν.
7ἐπεὶ τίνα τρόπον μονοφάγος τις ὢν τὸ ἦθος καὶ γαστρίμαργος καὶ μέθυσος μεταπαιδεύεται, εἰ μὴ δῆλον ὅτι κύριός ἐστι τῶν παθῶν ὁ λογισμός;
7Ὡς δὲ ὁ Ἱερεμίας ἔγνω, μεμψάμενος αὐτοῖς εἶπεν, ὅτι καὶ ἄγνωστος ὁ τόπος ἔσται ἕως ἂν συναγάγῃ ὁ Θεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ, καὶ ἵλεως γένηται.
8αὐτίκα γοῦν τῷ νόμῳ πολιτευόμενος, κἂν φιλάργυρός τις ᾖ, βιάζεται τὸν ἑαυτοῦ τρόπον τοῖς δεομένοις δανείζων χωρὶς τόκων, καὶ τὸ δάνειον τῶν ἑβδομάδων ἐνστασῶν χρεοκοπούμενος.
8Καὶ τότε ὁ Κύριος ἀναδείξει ταῦτα, καὶ ὀφθήσεται ἡ δόξα τοῦ Κυρίου καὶ ἡ νεφέλη, ὡς καὶ ἐπὶ Μωυσῇ ἐδηλοῦτο, ὡς καὶ ὁ Σαλωμὼν ἠξίωσεν ἵνα ὁ τόπος καθαγιασθῇ μεγάλως.
9κἂν φειδωλός τις ᾖ, ὑπὸ τοῦ νόμου κρατεῖται διὰ τὸν λογισμὸν μήτε ἐπικαρπολογούμενος τοὺς ἀμητοὺς μήτε ἐπιρρωγολογούμενος τοὺς ἀμπελῶνας. Καὶ ἐπὶ τῶν ἑτέρων ἔστιν ἐπιγνῶναι τοῦτο, ὅτι τῶν παθῶν ἐστιν ὁ λογισμὸς κρατῶν.
9Διεσαφεῖτο δὲ καὶ ὡς σοφίαν ἔχων ἀνήνεγκε θυσίαν ἐγκαινισμοῦ, καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ.
10ὁ γὰρ νόμος καὶ τῆς πρὸς γονεῖς εὐνοίας κρατεῖ μὴ καταπροδιδοὺς τὴν ἀρετὴν δι' αὐτοὺς
10Καθὼς καὶ Μωυσῆς προσηύξατο πρὸς Κύριον, καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ τὰ τῆς θυσίας ἐδαπάνησεν· οὕτως καὶ Σαλωμὼν προσηύξατο, καὶ καταβὰν τὸ πῦρ ἀνήλωσε τὰ ὁλοκαυτώματα.
11καὶ τῆς πρὸς γαμετὴν φιλίας ἐπικρατεῖ διὰ παρανομίαν αὐτὴν ἀπελέγχων.
11Καὶ εἶπε Μωυσῆς, διὰ τὸ μὴ βεβρῶσθαι τὸ περὶ τῆς ἁμαρτίας, ἀνηλώθη.
12καὶ τῆς τέκνων φιλίας κυριεύει διὰ κακίαν αὐτὰ κολάζων καὶ τῆς φίλων συνηθείας δεσπόζει διὰ πονηρίαν αὐτοὺς ἐξελέγχων.
12Ὡσαύτως καὶ ὁ Σαλωμὼν τὰς ὀκτὼ ἡμέρας ἤγαγεν.
13καὶ μὴ νομίσητε παράδοξον εἶναι, ὅπου γε καὶ ἔχθρας ὁ λογισμὸς ἐπικρατεῖν δύναται διὰ τὸν νόμον,
13Ἐξηγοῦντο δὲ καὶ ἐν ταῖς ἀναγραφαῖς, καὶ ἐν τοῖς ὑπομνηματισμοῖς τοῖς κατὰ τὸν Νεεμίαν τὰ αὐτά, καὶ ὡς καταβαλλόμενος βιβλιοθήκην, ἐπισυνήγαγε τὰ περὶ τῶν βασιλέων καὶ προφητῶν, καὶ τὰ τοῦ Δαυεὶδ, καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναθημάτων.
14μήτε δενδροτομῶν τὰ ἥμερα τῶν πολεμίων φυτά, τὰ δὲ τῶν ἐχθρῶν τοῖς ἀπολέσασι διασώζων καὶ τὰ πεπτωκότα συνεγείρων.
14Ὡσαύτως δὲ καὶ Ἰούδας, τὰ διαπεπτωκότα διὰ τὸν πόλεμον τὸν γεγονότα ἡμῖν ἐπισυνήγαγε πάντα, καὶ ἔστι παρʼ ἡμῖν.
15Καὶ τῶν βιαιοτέρων δὲ παθῶν ἐπικρατεῖν ὁ λογισμὸς φαίνεται, φιλαρχίας καὶ κενοδοξίας καὶ ἀλαζονείας καὶ μεγαλαυχίας καὶ βασκανίας.
15Ὧν οὖν ἐὰν χρείαν ἔχητε, τοὺς ἀποκομιοῦντας ὑμῖν ἀποστέλλετε.
16πάντα γὰρ ταῦτα τὰ κακοήθη πάθη ὁ σώφρων νοῦς εἰς ἀγαθὸν προτρέπων ἀπωθεῖται καὶ βιάζεται, ὥσπερ καὶ τὸν θυμόν· καὶ γὰρ τούτου δεσπόζει.
16Μέλλοντες οὖν ἄγειν τὸν καθαρισμὸν, ἐγράψαμεν ὑμῖν· καλῶς οὖν ποιήσετε ἄγοντες τὰς ἡμέρας.
17θυμούμενός γέ τοι Μωσῆς κατὰ Δαθὰν καὶ Ἀβειρὼν οὐ θυμῷ τι κατ' αὐτῶν ἐποίησεν, ἀλλὰ λογισμῷ τὸν θυμὸν διῃ£τησεν.
17Ὁ δὲ Θεὸς ὁ σώσας τὸν πάντα λαὸν αὐτοῦ, καὶ ἀποδοὺς τὴν κληρονομίαν πᾶσι, καὶ τὸ βασίλειον, καὶ τὸ ἱεράτευμα, καὶ τὸν ἁγιασμὸν.
18δυνατὸς γὰρ ὁ σώφρων νοῦς, ὡς ἔφην, κατὰ τῶν παθῶν ἀριστεῦσαι καὶ τὰ μὲν αὐτῶν μεταθεῖναι, τὰ δὲ καὶ ἀκυρῶσαι.
18Καθὼς ἐπηγγείλατο διὰ τοῦ νόμου ἐλπίζομεν γὰρ ἐπὶ τῷ Θεῷ, ὅτι ταχέως ἡμᾶς ἐλεήσει, καὶ ἐπισυνάξει ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὸν ἅγιον τόπον· ἐξείλετο γὰρ ἡμᾶς ἐκ μεγάλων κακῶν, καὶ τὸν τόπον ἐκαθάρισε.
19ἐπεὶ διατί ὁ πάνσοφος ἡμῶν πατὴρ Ἰακὼβ τοὺς περὶ Συμεὼν καὶ Λευΐν αἰτιᾶται, μὴ λογισμῷ τοὺς Σικιμίτας ἐθνηδὸν ἀποσφάξαντας λέγων· ἐπικατάρατος ὁ θυμὸς αὐτῶν;
19Τὰ δὲ κατὰ τὸν Ἰούδαν τὸν Μακκαβαῖον, καὶ τοὺς τούτου ἀδελφοὺς, καὶ τὸν τοῦ ἱεροῦ τοῦ μεγάλου καθαρισμὸν, καὶ τὸν τοῦ βωμοῦ ἐγκαινισμὸν,
20εἰ μὴ γὰρ ἐδύνατο τοῦ θυμοῦ ὁ λογισμὸς κρατεῖν, οὐκ ἂν εἶπεν οὕτως.
20ἔτι τε τοὺς πρὸς Ἀντιοχον τὸν Ἐπιφανῆ, καὶ τὸν τούτου υἱὸν Εὐπάτορα πολέμους,
21ὁπηνίκα γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον κατεσκεύασε, τὰ πάθη αὐτοῦ καὶ τὰ ἤθη περιεφύτευσεν.
21καὶ τὰς ἐξ οὐρανοῦ γενομένας ἐπιφανείας τοῖς ὑπὲρ τοῦ Ἰουδαϊσμοῦ φιλοτίμως ἀνδραγαθήσασιν, ὡστε τὴν ὅλην χώραν ὀλίγους ὄντας λεηλατεῖν, καὶ τὰ βάρβαρα πλήθη διώκειν.
22ἡνίκα δὲ ἐπὶ πάντων τὸν ἱερὸν ἡγεμόνα νοῦν διὰ τῶν ἔνδον αἰσθητηρίων ἐνεθρόνισε,
22Καὶ τὸ περιβόητον καθʼ ὅλην τὴν οἰκουμένην ἱερὸν ἀνακομίσασθαι, καὶ τὴν πόλιν ἐλευθερῶσαι, καὶ τοὺς μέλλοντας καταλύεσθαι νόμους ἐπανορθῶσαι, τοῦ Κυρίου μετὰ πάσης ἐπιεικείας ἵλεω γενομένου αὐτοῖς,
23καί τούτῳ νόμον ἔδωκε, καθ' ὃν πολιτευόμενος βασιλεύσει βασιλείαν σώφρονά τε καὶ δικαίαν καὶ ἀγαθὴν καὶ ἀνδρείαν.
23τὰ ὑπὸ Ἰάσωνος τοῦ Κυρηναίου δεδηλωμένα διὰ πέντε βιβλίων, πειρασόμεθα διʼ ἑνὸς συντάγματος ἐπιτεμεῖν.
24Πῶς οὖν, εἴποι τις ἄν, εἰ τῶν παθῶν ὁ λογισμὸς κρατεῖ, λήθης καὶ ἀγνοίας οὐ κρατεῖ;
24Συνορῶντες γὰρ τὸ χύμα τῶν ἀριθμῶν, καὶ τὴν οὖσαν δυσχέρειαν τοῖς θέλουσιν εἰσκυκλεῖσθαι τοῖς τῆς ἱστορίας διηγήμασι διὰ τὸ πλῆθος τῆς ὕλης,
no verse 25 in this text
25ἐφροντίσαμεν τοῖς μὲν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν, τοῖς δέ φιλοφρονοῦσιν εἰς τὸ διὰ μνήμης ἀναλαβεῖν εὐκοπίαν, πᾶσι δὲ τοῖς ἐντυγχάνουσιν ὠφέλειαν.
no verse 26 in this text
26Καὶ ἡμῖν μὲν τοῖς τὴν κακοπάθειαν ἐπιδεδεγμένοις τῆς ἐπιτομῆς οὐ ῥᾴδιον, ἱδρῶτος δὲ καὶ ἀγρυπνίας τὸ πρᾶγμα·
no verse 27 in this text
27καθάπερ τῷ παρασκευάζοντι συμπόσιον, καὶ ζητοῦντι τὴν ἑτέρων λυσιτέλειαν οὐκ εὐχερές μὲν, ὅμως διὰ τὴν τῶν πολλῶν εὐχαριστίαν, ἡδέως τὴν κακοπάθειαν ὑποίσομεν,
no verse 28 in this text
28τὸ μὲν διακριβοῦν περὶ ἑκάστων τῷ συγγραφεῖ παραχωρήσαντες, τὸ δὲ ἐπιπορεύεσθαι τοῖς ὑπογραμμοῖς τῆς ἐπιτομῆς διαπονοῦντες.
no verse 29 in this text
29Καθάπερ γὰρ τῆς καινῆς οἰκίας ἀρχιτέκτονι τῆς ὅλης καταβολῆς φροντιστέον, τῷ δὲ ἐγκαίειν καὶ ζωγραφεῖν ἐπιχειροῦντι, τὰ ἐπιτήδεια πρὸς διακόσμησιν ἐξεταστέον· οὕτω δοκῶ καὶ ἐπὶ ἡμῖν.
no verse 30 in this text
30Τὸ μὲν ἐμβατεύειν, καὶ περί πάντων ποιεῖσθαι λόγον καὶ πολυπραγμονεῖν ἐν τοῖς καταμέρος, τῷ τῆς ἱστορίας ἀρχηγέτῃ καθήκει·
no verse 31 in this text
31Τὸ δὲ σύντομον τῆς λέξεως μεταδιώκειν, καὶ τὸ ἐξεργαστικὸν τῆς πραγματείας παραιτεῖσθαι, τῷ τὴν μετάφρασιν ποιουμένῳ συγχωρητέον.
no verse 32 in this text
32Ἐντεῦθεν οὖν ἀρξώμεθα τῆς διηγήσεως, τοῖς προειρημένοις τοσοῦτον ἐπιζεύξαντες· εὔηθες γὰρ τὸ μὲν πρὸ τῆς ἱστορίας πλεονάζειν, τὴν δὲ ἱστορίαν ἐπιτεμεῖν.
Tip: use the ← and → keys to turn chapters.