ΕΣΔΡΑΣ Β 4

1ΚΑΙ ἤκουσαν οἱ θλίβοντες Ἰούδα καὶ Βενιαμίν, ὅτι υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν οἶκον τῷ Κυρίῳ Θεῷ Ἰσραήλ,

2καὶ ἤγγισαν πρὸς Ζοροβάβελ καὶ πρὸς τοὺς ἄρχοντας τῶν πατριῶν καὶ εἶπον αὐτοῖς· οἰκοδομήσομεν μεθ᾿ ὑμῶν, ὅτι ὡς ὑμεῖς ἐκζητοῦμεν τῷ Θεῷ ἡμῶν. καὶ αὐτῷ ἡμεῖς θυσιάζομεν ἀπὸ ἡμερῶν Ἀσαραδδὼν βασιλέως Ἀσσοὺρ τοῦ ἐνέγκαντος ἡμᾶς ὧδε.

3καὶ εἶπε πρὸς αὐτοὺς Ζοροβάβελ καὶ Ἰησοῦς καὶ οἱ κατάλοιποι τῶν ἀρχόντων τῶν πατριῶν τοῦ Ἰσραήλ· οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι οἶκον τῷ Θεῷ ἡμῶν, ὅτι ἡμεῖς αὐτοὶ ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν τῷ Κυρίῳ Θεῷ ἡμῶν, ὡς ἐνετείλατο ἡμῖν Κῦρος ὁ βασιλεὺς Περσῶν.

4καὶ ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων τὰς χεῖρας τοῦ λαοῦ Ἰούδα καὶ ἐνεπόδιζον αὐτοὺς οἰκοδομεῖν

5καὶ μισθούμενοι ἐπ᾿ αὐτοὺς βουλευόμενοι τοῦ διασκεδάσαι βουλὴν αὐτῶν πάσας τὰς ἡμέρας Κύρου βασιλέως Περσῶν καὶ ἕως βασιλείας Δαρείου βασιλέως Περσῶν.

6Καὶ ἐν βασιλείᾳ Ἀσσουήρου, ἐν ἀρχῆ βασιλείας αὐτοῦ, ἔγραψαν ἐπιστολὴν ἐπὶ οἰκοῦντας Ἰούδα καὶ Ἱερουσαλήμ.

7καὶ ἐν ἡμέραις Ἀρθασασθὰ ἔγραψεν ἐν εἰρήνῃ Μιθραδάτῃ Ταβεὴλ καὶ τοῖς λοιποῖς συνδούλοις. πρὸς Ἀρθασασθὰ βασιλέα Περσῶν ἔγραψεν ὁ φορολόγος γραφὴν Συριστὶ καὶ ἡρμηνευμένην.

8Ραοὺμ βααλτὰμ καὶ Σαψὰ ὁ γραμματεὺς ἔγραψαν ἐπιστολὴν μίαν κατὰ Ἱερουσαλὴμ τῷ Ἀρθασασθὰ βασιλεῖ.

9τάδε ἔκρινε Ραοὺμ βααλτὰμ καὶ Σαμψὰ ὁ γραμματεὺς καὶ οἱ κατάλοιποι σύνδουλοι ἡμῶν, Δειναῖοι, Ἀφαρσαθαχαῖοι, Ταρφαλαῖοι, Ἀφασραῖοι, Ἀρχυαῖοι, Βαβυλώνιοι, Σουσαναχαῖοι, Δαυαῖοι

10καὶ οἱ κατάλοιποι ἐθνῶν, ὧν ἀπώκισεν Ἀσσεναφὰρ ὁ μέγας καὶ ὁ τίμιος καὶ μετῴκισεν αὐτοὺς ἐν πόλεσι τῆς Σομόρων καὶ τὸ κατάλοιπον πέραν τοῦ ποταμοῦ·

11αὕτη ἡ διαταγὴ τῆς ἐπιστολῆς ἧς ἀπέστειλαν πρὸς αὐτόν· ‘Πρὸς Ἀρθασασθὰ βασιλέα παῖδές σου ἄνδρες πέραν τοῦ ποταμοῦ.

12γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι οἱ Ἰουδαῖοι οἱ ἀναβάντες ἀπὸ σοῦ πρὸς ἡμᾶς ἤλθοσαν εἰς Ἱερουσαλὴμ τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηράν, ἣν οἰκοδομοῦσι, καὶ τὰ τείχη αὐτῆς κατηρτισμένα εἰσί, καὶ θεμελίους αὐτῆς ἀνύψωσαν.

13νῦν οὖν γνωστὸν ἔστω τῷ βασιλεῖ, ὅτι ἐὰν ἡ πόλις ἐκείνη ἀνοικοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῶσι, φόροι οὐκ ἔσονταί σοι οὐδὲ δώσουσι· καὶ τοῦτο βασιλεῖς κακοποιεῖ·

14καὶ ἀσχημοσύνην βασιλέως οὐκ ἔξεστιν ἡμῖν ἰδεῖν· διὰ τοῦτο ἐπέμψαμεν καὶ ἐγνωρίσαμεν τῷ βασιλεῖ,

15ἵνα ἐπισκέψηται ἐν βίβλῳ ὑπομνηματισμοῦ τῶν πατέρων σου, καὶ εὑρήσεις καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη πόλις ἀποστάτις, κακοποιοῦσα βασιλεῖς καὶ χώρας, καὶ φυγαδεῖαι δούλων γίνονται ἐν μέσῳ αὐτῆς ἀπὸ ἡμερῶν αἰῶνος· διὰ ταῦτα ἡ πόλις αὕτη ἠρημώθη.

16γνωρίζομεν οὖν ἡμεῖς τῷ βασιλεῖ ὅτι ἂν ἡ πόλις ἐκείνη οἰκοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῇ, οὐκ ἔστι σοι εἰρήνη’.

17Καὶ ἀπέστειλεν ὁ βασιλεὺς πρὸς Ραοὺμ βααλτὰμ καὶ Σαμψὰ γραμματέα καὶ τοὺς καταλοίπους συνδούλους αὐτῶν τοὺς οἰκοῦντας ἐν Σαμαρείᾳ καὶ τοὺς καταλοίπους πέραν τοῦ ποταμοῦ εἰρήνην καὶ φησίν·

18‘ὁ φορολόγος, ὃν ἀπεστείλατε πρὸς ἡμᾶς, ἐκλήθη ἔμπροσθεν ἐμοῦ.

19καὶ παρ᾿ ἐμοῦ ἐτέθη γνώμη καὶ ἐπεσκεψάμεθα καὶ εὕραμεν, ὅτι ἡ πόλις ἐκείνη ἀφ᾿ ἡμερῶν αἰῶνος ἐπὶ βασιλεῖς ἐπαίρεται, καὶ ἀποστάσεις καὶ φυγαδεῖαι γίνονται ἐν αὐτῇ·

20καὶ βασιλεῖς ἰσχυροὶ ἐγένοντο ἐν Ἱερουσαλὴμ καὶ ἐπικρατοῦντες ὅλης τῆς πέραν τοῦ ποταμοῦ, καὶ φόροι πλήρεις καὶ μέρος δίδονται αὐτοῖς·

21καὶ νῦν θέτε γνώμην καταργῆσαι τοὺς ἄνδρας ἐκείνους, καὶ ἡ πόλις ἐκείνη οὐκ οἰκοδομηθήσεται ἔτι·

22ὅπως ἀπὸ τῆς γνώμης πεφυλαγμένοι ἦτε ἄνεσιν ποιῆσαι περὶ τούτου, μή ποτε πληθυνθῇ ἀφανισμὸς εἰς κακοποίησιν βασιλεῦσι’.

23Τότε ὁ φορολόγος τοῦ Ἀρθασασθὰ βασιλέως ἀνέγνω ἐνώπιον Ραοὺμ βααλτὰμ καὶ Σαμψὰ γραμματέως καὶ συνδούλων αὐτοῦ· καὶ ἐπορεύθησαν σπουδῇ εἰς Ἱερουσαλὴμ καὶ ἐν Ἰούδᾳ καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει.

24τότε ἤργησε τὸ ἔργον οἴκου τοῦ Θεοῦ τὸ ἐν Ἱερουσαλὴμ καὶ ἦν ἀργοῦν ἕως δευτέρου ἔτους τῆς βασιλείας Δαρείου βασιλέως Περσῶν.

Tip: use the ← and → keys to turn chapters.