ΕΣΔΡΑΣ Β 2
1ΚΑΙ οὗτοι οἱ υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἀπὸ τῆς αἰχμαλωσίας τῆς ἀποικίας, ἧς ἀπῴκισε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἐπέστρεψεν εἰς Ἱερουσαλὴμ καὶ Ἰούδα ἀνὴρ εἰς πόλιν αὐτοῦ,
2οἳ ἦλθον μετὰ Ζοροβάβελ· Ἰησοῦς, Νεεμίας, Σαραΐας, Ρεελίας, Μαρδοχαῖος, Βαλασάν, Μασφάρ, Βαγουαί, Ρεούμ, Βαανά, ἀνδρῶν ἀριθμὸς λαοῦ Ἰσραήλ·
3υἱοὶ Φαρὲς δισχίλιοι ἑκατὸν ἑβδομηκονταδύο·
4υἱοὶ Σαφατία τριακόσιοι ἑβδομηκονταπέντε·
5υἱοὶ Ἄρες ἑπτακόσιοι ἑβδομηκονταπέντε·
6υἱοὶ Φαὰθ Μωὰβ τοῖς υἱοῖς Ἰησουὲ Ἰωὰβ δισχίλιοι ὀκτακόσιοι δεκαδύο·
7υἱοὶ Αἰλὰμ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες·
8υἱοὶ Ζατθουὰ ἐνακόσιοι τεσσαρακονταπέντε·
9υἱοὶ Ζακχοὺ ἑπτακόσιοι ἑξήκοντα·
10υἱοὶ Βανουὶ ἑξακόσιοι τεσσαρακονταδύο·
11υἱοὶ Βαβαΐ ἑξακόσιοι εἰκοσιτρεῖς·
12υἱοὶ Ἀσγὰδ χίλιοι διακόσιοι εἰκοσιδύο·
13υἱοὶ Ἀδωνικὰμ ἑξακόσιοι ἑξηκονταέξ·
14υἱοὶ Βαγουὲ δισχίλιοι πεντηκονταέξ·
15υἱοὶ Ἀδδὶν τετρακόσιοι πεντηκοντατέσσαρες·
16υἱοὶ Ἀτὴρ τῷ Ἐζεκίᾳ ἐνενηκονταοκτώ·
17υἱοὶ Βασσοῦ τριακόσιοι εἰκοσιτρεῖς·
18υἱοὶ Ἰωρὰ ἑκατὸν δεκαδύο·
19υἱοὶ Ἀσοὺμ διακόσιοι εἰκοσιτρεῖς·
20υἱοὶ Γαβὲρ ἐνενηκονταπέντε·
21υἱοὶ Βεθλαὲμ ἑκατὸν εἰκοσιτρεῖς·
22υἱοὶ Νετωφὰ πεντηκονταέξ·
23υἱοὶ Ἀναθὼθ ἑκατὸν εἰκοσιοκτώ·
24υἱοὶ Ἀζμὼθ τεσσαρακοντατρεῖς·
25υἱοὶ Καριαθιαρὶμ Χαφιρὰ καὶ Βηρὼθ ἑπτακόσιοι τεσσαρακοντατρεῖς·
26υἱοὶ τῆς Ραμὰ καὶ Γαβαὰ ἑξακόσιοι εἰκοσιεῖς·
27ἄνδρες Μαχμὰς ἑκατὸν εἰκοσιδύο·
28ἄνδρες Βαιθὴλ καὶ Ἀϊὰ τετρακόσιοι εἰκοσιτρεῖς·
29υἱοὶ Ναβοὺ πεντηκονταδύο·
30υἱοὶ Μαγεβὶς ἑκατὸν πεντηκονταέξ·
31υἱοὶ Ἠλαμὰρ χίλιοι διακόσιοι πεντηκοντατέσσαρες·
32υἱοὶ Ἠλὰμ τριακόσιοι εἴκοσιν·
33υἱοὶ Λοδαδὶ καὶ Ὠνὼ ἑπτακόσιοι εἰκοσιπέντε·
34υἱοὶ Ἱεριχὼ τριακόσιοι τεσσαρακονταπέντε·
35υἱοὶ Σεναὰ τρισχίλιοι ἑξακόσιοι τριάκοντα·
36καὶ οἱ ἱερεῖς υἱοὶ Ἰεδουὰ τῷ οἴκῳ Ἰησοῖ ἐνακόσιοι ἑβδομηκοντατρεῖς·
37υἱοὶ Ἐμμὴρ χίλιοι πεντηκονταδύο·
38υἱοὶ Φασσοὺρ χίλιοι διακόσιοι τεσσαρακονταεπτά·
39υἱοὶ Ἠρὲμ χίλιοι ἑπτά·
40καὶ οἱ Λευῖται υἱοὶ Ἰησοῦ καὶ Καδμιὴλ τοῖς υἱοῖς Ὠδουΐα ἑβδομηκοντατέσσαρες·
41οἱ ᾄδοντες υἱοὶ Ἀνασὰφ ἑκατὸν εἰκοσιοκτώ·
42υἱοὶ τῶν πυλωρῶν υἱοὶ Σελλούμ, υἱοὶ Ἀτήρ, υἱοὶ Τελμών, υἱοὶ Ἀκούβ, υἱοὶ Ἀτιτά, υἱοὶ Σωβαΐ, οἱ πάντες ἑκατὸν τριακονταεννέα·
43οἱ Ναθινίμ, υἱοὶ Σουθία, υἱοὶ Ἀσουφά, υἱοὶ Ταβαώθ,
44υἱοὶ Κάδης, υἱοὶ Σιαά, υἱοὶ Φαδών,
45υἱοὶ Λαβανώ, υἱοὶ Ἀγαβά, υἱοὶ Ἀκούβ,
46υἱοὶ Ἀγάβ, υἱοὶ Σελαμί, υἱοὶ Ἀνάν,
47υἱοὶ Γεδδήλ, υἱοὶ Γαάρ, υἱοὶ Ραϊά,
48υἱοὶ Ρασών, υἱοὶ Νεκωδά, υἱοὶ Γαζέμ,
49υἱοὶ Ἀζώ, υἱοὶ Φασή, υἱοὶ Βασί,
50υἱοὶ Ἀσενά, υἱοὶ Μοουνίμ, υἱοὶ Νεφουσίμ,
51υἱοὶ Βακβούκ, υἱοὶ Ἀκουφά, υἱοὶ Ἀρούρ,
52υἱοὶ Βασαλώθ, υἱοὶ Μαουδά, υἱοὶ Ἀρσά,
53υἱοὶ Βαρκός, υἱοὶ Σισάρα, υἱοὶ Θεμά,
54υἱοὶ Νασθιέ, υἱοὶ Ἀτουφά,
55υἱοὶ δούλων Σαλωμών, υἱοὶ Σωταΐ, υἱοὶ Σεφηρά, υἱοὶ Φαδουρά,
56υἱοὶ Ἰεηλά, υἱοὶ Δαρκών, υἱοὶ Γεδήλ,
57υἱοὶ Σαφατία, υἱοὶ Ἀτίλ, υἱοὶ Φαχεράθ, υἱοὶ Ἀσεβωείμ, υἱοὶ Ἡμεΐ·
58πάντες οἱ Ναθανὶμ καὶ υἱοὶ Ἀβδησελμὰ τριακόσιοι ἐνενηκονταδύο.
59καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θελμελέχ, Θελαρησά, Χερούβ, Ἡδάν, Ἐμμήρ καὶ οὐκ ἐδυνάσθησαν τοῦ ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐξ Ἱσραήλ εἰσιν·
60υἱοὶ Δαλαΐα, υἱοὶ Βουά, υἱοὶ Τωβίου, υἱοὶ Νεκωδά, ἑξακόσιοι πεντηκονταδύο·
61καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ Λαβεία, υἱοὶ Ἀκκούς, υἱοὶ Βερζελλαΐ, ὃς ἔλαβεν ἀπὸ τῶν θυγατέρων Βερζελλαΐ τοῦ Γαλααδίτου γυναῖκα, καὶ ἐκλήθη ἐπὶ τῷ ὀνόματι αὐτῶν·
62οὗτοι, ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσίμ, καὶ οὐχ εὑρέθησαν, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας·
63καὶ εἶπεν Ἀθερσασθὰ αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσι καὶ τοῖς τελείοις.
64πᾶσα δὲ ἡ ἐκκλησία ὁμοῦ ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα,
65χωρὶς δούλων αὐτῶν καὶ παιδισκῶν αὐτῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριακοντεπτά· καὶ οὗτοι ᾄδοντες καὶ ᾄδουσαι διακόσιοι·
66ἵπποι αὐτῶν ἑπτακόσιοι τριακονταέξ, ἡμίονοι αὐτῶν διακόσιοι τεσσαρακονταπέντε,
67κάμηλοι αὐτῶν τετρακόσιοι τριακονταπέντε, ὄνοι αὐτῶν ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι.
68καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλὴμ ἡκουσιάσαντο εἰς οἶκον τοῦ Θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ·
69ὡς ἡ δύναμις αὐτῶν, ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν, μναῖ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργυρίου μνᾶς πεντακισχιλίας, καὶ κόθωνοι τῶν ἱερέων ἑκατόν.
70καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ Ναθινὶμ ἐν πόλεσιν αὐτῶν καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.
Tip: use the ← and → keys to turn chapters.