ΕΣΔΡΑΣ Β 6
1ΤΟΤΕ Δαρεῖος ὁ βασιλεὺς ἔθηκε γνώμην καὶ ἐπεσκέψατο ἐν ταῖς βιβλιοθήκαις, ὅπου ἡ γάζα κεῖται ἐν Βαβυλῶνι.
2καὶ εὑρέθη ἐν πόλει ἐν τῇ βάρει κεφαλὶς μία, καὶ τοῦτο ἦν γεγραμμένον ἐν αὐτῇ ὑπόμνημα·
3‘ Ἐν ἔτει πρώτῳ Κύρου βασιλέως Κῦρος ὁ βασιλεὺς ἔθηκε γνώμην περὶ οἴκου Θεοῦ τοῦ ἐν Ἱερουσαλήμ· οἶκος οἰκοδομηθήτω καὶ τόπος, οὗ θυσιάζουσι τὰ θυσιάσματα· καὶ ἔθηκεν ἔπαρμα ὕψος πήχεις ἑξήκοντα, πλάτος αὐτοῦ πήχεων ἑξήκοντα,
4καὶ δόμοι λίθινοι κραταιοὶ τρεῖς, καὶ δόμος ξύλινος εἷς, καὶ ἡ δαπάνη ἐξ οἴκου τοῦ βασιλέως δοθήσεται·
5καὶ τὰ σκεύη οἴκου τοῦ Θεοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ Ναβουχοδονόσορ ἐξήνεγκεν ἀπὸ τοῦ οἴκου τοῦ ἐν Ἱερουσαλὴμ καὶ ἐκόμισεν εἰς Βαβυλῶνα, καὶ δοθήτω καὶ ἀπελθέτω εἰς τὸν ναὸν τὸν ἐν Ἱερουσαλὴμ ἐπὶ τόπου, οὗ ἐτέθη ἐν οἴκῳ τοῦ Θεοῦ.
6νῦν δώσετε, ἔπαρχοι πέραν τοῦ ποταμοῦ Σαθαρβουζαναΐ καὶ οἱ σύνδουλοι αὐτῶν Ἀφαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ, μακρὰν ὄντες ἐκεῖθεν
7νῦν ἄφετε τὸ ἔργον οἴκου τοῦ Θεοῦ· οἱ ἀφηγούμενοι τῶν Ἰουδαίων καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων οἶκον τοῦ Θεοῦ ἐκεῖνον οἰκοδομείτωσαν ἐπὶ τοῦ τόπου αὐτοῦ.
8καὶ ἀπ᾿ ἐμοῦ γνώμη ἐτέθη, μὴ ποτέ τι ποιήσητε μετὰ τῶν πρεσβυτέρων τῶν Ἰουδαίων τοῦ οἰκοδομηθῆναι οἶκον τοῦ Θεοῦ ἐκεῖνον· καὶ ἀπὸ ὑπαρχόντων βασιλέως τῶν φόρων πέραν τοῦ ποταμοῦ ἐπιμελῶς δαπάνη ἔστω διδομένη τοῖς ἀνδράσιν ἐκείνοις τὸ μὴ καταργηθῆναι·
9καὶ ὃ ἂν ὑστέρημα, καὶ υἱοὺς βοῶν καὶ κριῶν καὶ ἀμνοὺς εἰς ὁλοκαυτώσεις τῷ Θεῷ τοῦ οὐρανοῦ, πυρούς, ἅλας, οἶνον, ἔλαιον, κατὰ τὸ ρῆμα ἱερέων τῶν ἐν Ἱερουσαλὴμ ἔστω διδόμενον αὐτοῖς ἡμέραν ἐν ἡμέρᾳ, ὃ ἐὰν αἰτήσωσιν,
10ἵνα ὦσιν εὐωδίας προσφέροντες τῷ Θεῷ τοῦ οὐρανοῦ καὶ προσεύχωνται εἰς ζωὴν τοῦ βασιλέως καὶ υἱῶν αὐτοῦ.
11καὶ ἀπ᾿ ἐμοῦ ἐτέθη γνώμη ὅτι πᾶς ἄνθρωπος, ὃς ἀλλάξει τὸ ρῆμα τοῦτο, καθαιρεθήσεται ξύλον ἐκ τῆς οἰκίας αὐτοῦ καὶ ὠρθωμένος παγήσεται ἐπ᾿ αὐτοῦ, καὶ ὁ οἶκος αὐτοῦ τὸ κατ᾿ ἐμὲ ποιηθήσεται.
12καὶ ὁ Θεός, οὗ κατασκηνοῖ τὸ ὄνομα ἐκεῖ, καταστρέψει πάντα βασιλέα καὶ λαόν, ὃς ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἀλλάξαι ἢ ἀφανίσαι τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱερουσαλήμ. ἐγὼ Δαρεῖος ἔθηκα γνώμην· ἐπιμελῶς ἔσται’.
13Τότε Θανθαναΐ ὁ ἔπαρχος πέραν τοῦ ποταμοῦ, Σαθαρβουζαναΐ καὶ οἱ σύνδουλοι αὐτοῦ, πρὸς ὃ ἀπέστειλε Δαρεῖος ὁ βασιλεύς, οὕτως ἐποίησαν ἐπιμελῶς.
14καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων ᾠκοδομοῦσαν καὶ οἱ Λευῖται ἐν προφητείᾳ Ἀγγαίου τοῦ προφήτου καὶ Ζαχαρίου υἱοῦ Ἀδδὼ καὶ ἀνῳκοδόμησαν καὶ κατηρτίσαντο ἀπὸ γνώμης Θεοῦ Ἰσραὴλ καὶ ἀπὸ γνώμης Κύρου καὶ Δαρείου καὶ Ἀρθασασθὰ βασιλέων Περσῶν.
15καὶ ἐτέλεσαν τὸν οἶκον τοῦτον ἕως ἡμέρας τρίτης μηνὸς Ἀδάρ, ὅ ἐστιν ἔτος ἕκτον τῆς βασιλείας Δαρείου τοῦ βασιλέως.
16καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ, οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ κατάλοιποι υἱῶν ἀποικεσίας, ἐγκαίνια τοῦ οἴκου τοῦ Θεοῦ ἐν εὐφροσύνῃ.
17καὶ προσήνεγκαν εἰς τὰ ἐγκαίνια τοῦ οἴκου τοῦ Θεοῦ μόσχους ἑκατόν, κριοὺς διακοσίους, ἀμνοὺς τετρακοσίους, χιμάρους αἰγῶν ὑπὲρ ἁμαρτίας ὑπὲρ παντὸς Ἰσραὴλ δώδεκα εἰς ἀριθμὸν φυλῶν Ἰσραήλ.
18καὶ ἔστησαν τοὺς ἱερεῖς ἐν διαιρέσεσιν αὐτῶν καὶ τοὺς Λευίτας ἐν μερισμοῖς αὐτῶν ἐπὶ δουλείᾳ Θεοῦ τοῦ ἐν Ἱερουσαλὴμ κατὰ τὴν γραφὴν βίβλου Μωυσῆ.
19Καὶ ἐποίησαν οἱ υἱοὶ τῆς ἀποικεσίας τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου.
20ὅτι ἐκαθαρίσθησαν οἱ ἱερεῖς καὶ Λευῖται, ἕως εἷς πάντες καθαροί, καὶ ἔσφαξαν τὸ πάσχα τοῖς πᾶσιν υἱοῖς τῆς ἀποικεσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσι καὶ ἑαυτοῖς.
21καὶ ἔφαγον υἱοὶ Ἰσραὴλ τὸ πάσχα, οἱ ἀπὸ τῆς ἀποικεσίας καὶ πᾶς ὁ χωριζόμενος τῆς ἀκαθαρσίας ἐθνῶν τῆς γῆς πρὸς αὐτοὺς τοῦ ἐκζητῆσαι Κύριον Θεὸν Ἰσραήλ.
22καὶ ἐποίησαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ, ὅτι εὔφρανεν αὐτοὺς Κύριος καὶ ἐπέστρεψε καρδίαν βασιλέως Ἀσσοὺρ ἐπ᾿ αὐτοὺς κραταιῶσαι τὰς χεῖρας αὐτῶν ἐν ἔργοις οἴκου τοῦ Θεοῦ Ἰσραήλ.
Tip: use the ← and → keys to turn chapters.