ΕΣΔΡΑΣ Β 10
1ΚΑΙ ὡς προσηύξατο Ἔσδρας καὶ ὡς ἐξηγόρευσε κλαίων καὶ προσευχόμενος ἐνώπιον οἴκου τοῦ Θεοῦ, συνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἰσραὴλ ἐκκλησία πολλὴ σφόδρα, ἄνδρες καὶ γυναῖκες καὶ νεανίσκοι, ὅτι ἔκλαυσαν ὁ λαὸς καὶ ὕψωσε κλαίων.
2καὶ ἀπεκρίθη Σεχενίας υἱὸς Ἰεὴλ ἀπὸ υἱῶν Ἠλάμ, καὶ εἶπε τῷ Ἔσδρᾳ· ἡμεῖς ἠσυνθετήσαμεν τῷ Θεῷ ἡμῶν καὶ ἐκαθίσαμεν γυναῖκας ἀλλοτρίας ἀπὸ τῶν λαῶν τῆς γῆς· καὶ νῦν ἐστιν ὑπομονὴ τῷ Ἰσραὴλ ἐπὶ τούτῳ.
3καὶ νῦν διαθώμεθα διαθήκην τῷ Θεῷ ἡμῶν ἐκβαλεῖν πάσας τὰς γυναῖκας καὶ τὰ γενόμενα ἐξ αὐτῶν, ὡς ἂν βούλη· ἀνάστηθι, καὶ φοβέρισον αὐτοὺς ἐν ἐντολαῖς Θεοῦ ἡμῶν, καὶ ὡς ὁ νόμος γενηθήτω.
4ἀνάστα, ὅτι ἐπὶ σὲ τὸ ρῆμα, καὶ ἡμεῖς μετὰ σοῦ· κραταιοῦ καὶ ποίησον.
5καὶ ἀνέστη Ἔσδρας καὶ ὥρκισε τοὺς ἄρχοντας, τοὺς ἱερεῖς καὶ Λευίτας καὶ πάντα Ἰσραὴλ τοῦ ποιῆσαι κατὰ τὸ ρῆμα τοῦτο· καὶ ὤμοσαν.
6καὶ ἀνέστη Ἔσδρας ἀπὸ προσώπου οἴκου τοῦ Θεοῦ καὶ ἐπορεύθη εἰς γαζοφυλάκιον Ἰωανὰν υἱοῦ Ἐλισοὺβ καὶ ἐπορεύθη ἐκεῖ· ἄρτον οὐκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν, ὅτι ἐπένθει ἐπὶ τῇ ἀσυνθεσίᾳ τῆς ἀποικίας.
7καὶ παρήνεγκαν φωνὴν ἐν Ἰούδᾳ καὶ ἐν Ἱερουσαλὴμ πᾶσι τοῖς υἱοῖς τῆς ἀποικίας τοῦ συναθροισθῆναι εἰς Ἱερουαλήμ,
8πᾶς, ὃς ἂν μὴ ἔλθῃ εἰς τρεῖς ἡμέρας, ὡς ἡ βουλὴ τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων, ἀναθεματισθήσεται πᾶσα ἡ ὕπαρξις αὐτοῦ, καὶ αὐτὸς διασταλήσεται ἀπὸ ἐκκλησίας τῆς ἀποικίας.
9Καὶ συνήχθησαν πάντες ἄνδρες Ἰούδα καὶ Βενιαμὶν εἰς Ἱερουσαλὴμ εἰς τὰς τρεῖς ἡμέρας, οὗτος ὁ μὴν ὁ ἔνατος· ἐν εἰκάδι τοῦ μηνὸς ἐκάθισε πᾶς ὁ λαὸς ἐν πλατείᾳ οἴκου τοῦ Θεοῦ ἀπὸ θορύβου αὐτῶν περὶ τοῦ ρήματος καὶ ἀπὸ τοῦ χειμῶνος.
10καὶ ἀνέστη Ἔσδρας ὁ ἱερεὺς καὶ εἶπε πρὸς αὐτούς· ὑμεῖς ἠσυνθετήκατε καὶ ἐκαθίσατε γυναῖκας ἀλλοτρίας τοῦ προσθεῖναι ἐπὶ πλημμέλειαν Ἰσραήλ·
11καὶ νῦν δότε αἴνεσιν Κυρίῳ Θεῷ τῶν πατέρων ἡμῶν καὶ ποιήσατε τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ καὶ διαστάλητε ἀπὸ λαῶν τῆς γῆς καὶ ἀπὸ τῶν γυναικῶν τῶν ἀλλοτρίων.
12καὶ ἀπεκρίθησαν πᾶσα ἡ ἐκκλησία καὶ εἶπαν· μέγα τοῦτο τὸ ρῆμά σου ἐφ᾿ ἡμᾶς ποιῆσαι·
13ἀλλὰ ὁ λαὸς πολύς, καὶ ὁ καιρὸς χειμερινός, καὶ οὐκ ἔστι δύναμις στῆναι ἔξω· καὶ τὸ ἔργον οὐκ εἰς ἡμέραν μίαν καὶ οὐκ εἰς δύο, ὅτι ἐπληθύναμεν τοῦ ἀδικῆσαι ἐν τῷ ρήματι τούτῳ.
14στήτωσαν δὴ ἄρχοντες ἡμῶν πάσῃ τῇ ἐκκλησίᾳ καὶ πάντες οἱ ἐν πόλεσιν ἡμῶν, ὃς ἐκάθισε γυναῖκας ἀλλοτρίας, ἐλθέτωσαν εἰς καιροὺς ἀπὸ συνταγῶν καὶ μετ᾿ αὐτῶν πρεσβύτεροι πόλεως καὶ πόλεως καὶ κριταὶ τοῦ ἀποστρέψαι ὀργὴν θυμοῦ Θεοῦ ἡμῶν ἐξ ἡμῶν περὶ τοῦ ρήματος τούτου.
15πλὴν Ἰωνάθαν υἱὸς Ἀσαὴλ καὶ Ἰαζίας υἱὸς Θεκωὲ μετ᾿ ἐμοῦ περὶ τούτου, καὶ Μεσολλὰμ καὶ Σαββαθαΐ ὁ Λευίτης βοηθῶν αὐτοῖς.
16καὶ ἐποίησαν οὕτως υἱοὶ τῆς ἀποικίας. καὶ διεστάλησαν Ἔσδρας ὁ ἱερεὺς καὶ ἄνδρες ἄρχοντες πατριῶν τῷ οἴκῳ καὶ πάντες ἐν ὀνόμασιν, ὅτι ἐπέστρεψαν ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ δεκάτου ἐκζητῆσαι τὸ ρῆμα.
17καὶ ἐτέλεσαν ἐν πᾶσιν ἀνδράσιν, οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας, ἕως ἡμέρας μιᾶς τοῦ μηνὸς τοῦ πρώτου.
18Καὶ εὑρέθησαν ἀπὸ υἱῶν τῶν ἱερέων, οἳ ἐκάθισαν γυναῖκας ἀλλοτρίας· ἀπὸ υἱῶν Ἰησοῦ υἱοῦ Ἰωσεδὲκ καὶ ἀδελφοὶ αὐτοῦ Μαασία καὶ Ἐλιέζερ καὶ Ἰαρὶβ καὶ Γαδαλία,
19καὶ ἔδωκαν χεῖρα αὐτῶν τοῦ ἐξενέγκαι γυναῖκας ἑαυτῶν καὶ πλημμελείας κριὸν ἐκ προβάτων περὶ πλημμελήσεως αὐτῶν·
20καὶ ἀπὸ υἱῶν Ἐμμήρ, Ἀνανὶ καὶ Ζαβδία·
21καὶ ἀπὸ υἱῶν Ἠράμ, Μασαὴλ καὶ Ἐλία καὶ Σαμαΐα καὶ Ἰεὴλ καὶ Ὀζία·
22καὶ ἀπὸ υἱῶν Φασούρ, Ἐλιωναΐ, Μαασία καὶ Ἰσμαὴλ καὶ Ναθαναὴλ καὶ Ἰωζαβὰδ καὶ Ἠλασά·
23καὶ ἀπὸ τῶν Λευιτῶν, Ἰωζαβὰδ καὶ Σαμοὺ καὶ Κωλία (αὐτὸς Κωλίτας) καὶ Φεθεΐα καὶ Ἰόδομ καὶ Ἐλιέζερ·
24καὶ ἀπὸ τῶν ᾀδόντων, Ἐλισάβ· καὶ ἀπὸ τῶν πυλωρῶν, Σολμὴν καὶ Τελμὴν καὶ Ὠδούθ·
25καὶ ἀπὸ Ἰσραήλ· ἀπὸ υἱῶν Φόρος, Ραμία καὶ Ἀζία καὶ Μελχία καὶ Μεαμὶν καὶ Ἐλεάζαρ καὶ Ἀσαβία καὶ Βαναία·
26καὶ ἀπὸ υἱῶν Ἠλάμ, Ματθανία καὶ Ζαχαρία καὶ Ἰαϊὴλ καὶ Ἀβδία και Ἰαριμὼθ καὶ Ἠλία·
27καὶ ἀπὸ υἱῶν Ζαθονά, Ἐλιωναΐ, Ἐλισούβ, Ματθαναΐ καὶ Ἀρμὼθ καὶ Ζαβὰδ καὶ Ὀζιζά·
28καὶ ἀπὸ υἱῶν Βαβεΐ, Ἰωανάν, Ἀνανία, καὶ Ζαβοὺ καὶ Θαλί·
29καὶ ἀπὸ υἱῶν Βανουΐ, Μοσολλάμ, Μαλούχ, Ἀδαΐας, Ἰασοὺβ καὶ Σαλουΐα καὶ Ρημώθ·
30καὶ ἀπὸ υἱῶν Φαὰθ Μωάβ, Ἐδνὲ καὶ Χαλὴλ καὶ Βαναία Μαασία Ματθανία Βεσελεὴλ καὶ Βανουΐ καὶ Μανασσῆ·
31καὶ ἀπὸ υἱῶν Ἠράμ, Ἐλιέζερ, Ἰεσία, Μελχία, Σαμαΐας, Συμεών,
32Βενιαμίν, Βαλούχ, Σαμαρία·
33καὶ ἀπὸ υἱῶν Ἀσήμ, Μετθανία, Ματθαθά, Ζαδάβ, Ἐλιφαλέτ, Ἱεραμί, Μανασσῆ, Σεμεΐ·
34καὶ ἀπὸ υἱῶν Βανί, Μοοδία, Ἀμράμ, Οὐήλ,
35Βαναία, Βαδαία, Χελκία,
36Οὐουανία, Μαριμώθ, Ἐλιασίφ,
37Ματθανία, Ματθαναΐ καὶ ἐποίησαν
38οἱ υἱοὶ Βανουὶ καὶ οἱ υἱοὶ Σεμεΐ
39καὶ Σελεμία καὶ Νάθαν καὶ Ἀδαΐα,
40Μαχαδναβού, Σεσεΐ, Σαριού,
41Ἐζριὴλ καὶ Σελεμία καὶ Σαμαρία
42καὶ Σελλούμ, Ἀμαρεία, Ἰωσήφ·
43ἀπὸ υἱῶν Ναβού, Ἰαήλ, Ματθανίας, Ζαβάδ, Ζεββενάς, Ἰαδαὶ καὶ Ἰωὴλ καὶ Βαναία.
44πάντες οὗτοι ἐλάβοσαν γυναῖκας ἀλλοτρίας καὶ ἐγέννησαν ἐξ αὐτῶν υἱούς.
Tip: use the ← and → keys to turn chapters.