ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α
Chapter 12
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Α 12

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Σικελάγ, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαοὺλ υἱοῦ Κίς, καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ
1大卫 因怕 基士 的儿子 扫罗 ,躲在 洗革拉 的时候,有勇士到他那里帮助他打仗。
2καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις· ἐκ τῶν ἀδελφῶν Σαοὺλ ἐκ Βενιαμίν·
2他们善于拉弓,能用左右两手甩石射箭,都是 便雅悯 人 扫罗 的族弟兄。
3ὁ ἄρχων Ἀχιέζερ καὶ Ἰωὰς υἱὸς Ἀσμὰ τοῦ Γαβαθίτου καὶ Ἰωὴλ καὶ Ἰωφαλὴτ υἱοὶ Ἀσμὼθ καὶ Βερχία καὶ Ἰηοὺλ ὁ Ἀναθωθὶ
3为首的是 亚希以谢 ,其次是 约阿施 ,都是 基比亚 人 示玛 的儿子。还有 亚斯玛威 的儿子 耶薛 和 毗力 ,又有 比拉迦 ,并 亚拿突 人 耶户 ,
4καὶ Σαμαΐας ὁ Γαβαωνίτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα
4基遍 人 以实买雅 (他在三十人中是勇士,管理他们),且有 耶利米 、 雅哈悉 、 约哈难 ,和 基得拉 人 约撒拔 、
5Ἱερεμία καὶ Ἰεζιὴλ καὶ Ἰωανὰν καὶ Ἰωζαβὰθ ὁ Γαδαραθιίμ,
5伊利乌赛 、 耶利摩 、 比亚利雅 、 示玛利雅 , 哈律弗 人 示法提雅 ,
6Ἀζαΐ καὶ Ἰαριμοὺθ καὶ Βααλιὰ καὶ Σαμαραΐα καὶ Σαφατίας ὁ Χαραιφιήλ,
6可拉 人 以利加拿 、 耶西亚 、 亚萨列 、 约以谢 、 雅朔班 ,
7Ἡλκανὰ καὶ Ἰησουνὶ καὶ Ὀζριὴλ καὶ Ἰωζαρὰ καὶ Σοβοκὰμ καὶ οἱ Κορῖται
7基多 人 耶罗罕 的儿子 犹拉 和 西巴第雅 。
8καὶ Ἰελία καὶ Ζαβαδία υἱοὶ Ἰραὰμ καὶ οἱ τοῦ Γεδώρ.
8迦得 支派中有人到旷野的山寨投奔 大卫 ,都是大能的勇士,能拿盾牌和枪的战士。他们的面貌好像狮子,快跑如同山上的鹿。
9καὶ ἀπὸ τοῦ Γαδδὶ ἐχωρίσθησαν πρὸς Δαυὶδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος τὰ πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει·
9第一 以薛 ,第二 俄巴底雅 ,第三 以利押 ,
10Ἀζὲρ ὁ ἄρχων, Ἀβδία ὁ δεύτερος, Ἐλιὰβ ὁ τρίτος,
10第四 弥施玛拿 ,第五 耶利米 ,
11Μασμανὰ ὁ τέταρτος, Ἱερμιὰ ὁ πέμπτος,
11第六 亚太 ,第七 以利业 ,
12Ἰεθὶ ὁ ἕκτος, Ἐλιὰβ ὁ ἕβδομος,
12第八 约哈难 ,第九 以利萨巴 ,
13Ἰωανὰν ὁ ὄγδοος, Ἐλιαζὲρ ὁ ἔνατος,
13第十 耶利米 ,第十一 末巴奈 。
14Ἱερμιὰ ὁ δέκατος, Μελχαβαναὶ ὁ ἑνδέκατος.
14这都是 迦得 人中的军长,至小的能抵一百人,至大的能抵一千人。
15οὗτοι ἐκ τῶν υἱῶν Γὰδ ἄρχοντες τῆς στρατιᾶς, εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις.
15正月, 约旦河 水涨过两岸的时候,他们过河,使一切住平原的人东奔西逃。
16οὗτοι οἱ διαβάντες τὸν Ἰορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν.
16又有 便雅悯 和 犹大 人到山寨 大卫 那里。
17καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμὶν καὶ Ἰούδα εἰς βοήθειαν τοῦ Δαυίδ,
17大卫 出去迎接他们,对他们说:「你们若是和和平平地来帮助我,我心就与你们相契;你们若是将我这无罪的人卖在敌人手里,愿我们列祖的 神察看责罚。」
18καὶ Δαυὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς· εἰ εἰς εἰρήνην ἥκατε πρός με, εἴη μοι καρδία καθ᾿ ἑαυτὴν ἐφ᾿ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ Θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο.
18那时 神 的灵感动那三十个勇士的首领 亚玛撒 , 他就说 : 大卫 啊,我们是归于你的! 耶西 的儿子啊,我们是帮助你的! 愿你平平安安, 愿帮助你的也都平安! 因为你的 神帮助你。 大卫 就收留他们,立他们作军长。
19καὶ πνεῦμα ἐνέδυσε τὸν Ἀμασαὶ ἄρχοντα τῶν τριάκοντα, καὶ εἶπε· πορεύου καὶ ὁ λαός σου Δαυὶδ υἱὸς Ἰεσσαί· εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηθοῖς σου, ὅτι ἐβοήθησέ σοι ὁ Θεὸς σου. καὶ προσεδέξατο αὐτοὺς Δαυὶδ καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων.
19大卫 从前与 非利士 人同去,要与 扫罗 争战,有些 玛拿西 人来投奔 大卫 ,他们却没有帮助 非利士 人;因为 非利士 人的首领商议,打发他们回去,说:「恐怕 大卫 拿我们的首级,归降他的主人 扫罗 。」
20καὶ ἀπὸ Μανασσῆ προσεχώρησαν πρὸς Δαυὶδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαοὺλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησεν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων· ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς κύριον αὐτοῦ Σαούλ·
20大卫 往 洗革拉 去的时候,有 玛拿西 人的千夫长 押拿 、 约撒拔 、 耶叠 、 米迦勒 、 约撒拔 、 以利户 、 洗勒太 都来投奔他。
21ἐν τῷ πορευθῆναι τὸν Δαυὶδ εἰς Σικελὰγ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσῆ Ἐδνὰ καὶ Ἰωζαβὰθ καὶ Ρωδιὴλ καὶ Μιχαὴλ καὶ Ἰωσαβαὶθ καὶ Ἐλιμοὺθ καὶ Σεμαθί, ἀρχηγοὶ χιλιάδων εἰσὶ τοῦ Μανασσῆ.
21这些人帮助 大卫 攻击群贼;他们都是大能的勇士,且作军长。
22καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυὶδ ἐπὶ τὸν γεδδούρ, ὅτι δυνατοὶ ἰσχύος πάντες καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατιᾷ ἐν τῇ δυνάμει·
22那时天天有人来帮助 大卫 ,以致成了大军,如 神的军一样。
23ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις τοῦ Θεοῦ.
23预备打仗的兵来到 希伯 见 大卫 ,要照着耶和华的话将 扫罗 的国位归与 大卫 。他们的数目如下:
24καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατιᾶς, οἱ ἐλθόντες πρὸς Δαυὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον Κυρίου.
24犹大 支派,拿盾牌和枪预备打仗的有六千八百人。
25υἱοὶ Ἰούδα θυρεοφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως.
25西缅 支派,能上阵大能的勇士有七千一百人。
26τῶν υἱῶν Συμεὼν δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν.
26利未 支派有四千六百人。
27τῶν υἱῶν Λευὶ τετρακισχίλιοι καὶ ἑξακόσιοι.
27耶何耶大 是 亚伦 家 的首领,跟从他的有三千七百人。
28καὶ Ἰωδαὲ ὁ ἡγούμενος τῷ Ἀαρὼν καὶ μετ᾿ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι.
28还有少年大能的勇士 撒督 ,同着他的有族长二十二人。
29καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύϊ καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἰκοσιδύο.
29便雅悯 支派, 扫罗 的族弟兄也有三千人,他们向来大半归顺 扫罗 家。
30καὶ τῶν υἱῶν Βενιαμὶν τῶν ἀδελφῶν Σαοὺλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαούλ.
30以法莲 支派大能的勇士,在本族著名的有二万零八百人。
31καὶ ἀπὸ υἱῶν Ἐφραὶμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύϊ, ἄνδρες ὀνομαστοὶ κατ᾿ οἴκους πατριῶν αὐτῶν.
31玛拿西 半支派,册上有名的共一万八千人,都来立 大卫 作王。
32καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ δεκαοκτὼ χιλιάδες, οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυίδ.
32以萨迦 支派,有二百族长都通达时务,知道 以色列 人所当行的;他们族弟兄都听从他们的命令。
33καὶ ἀπὸ τῶν υἱῶν Ἰσσάχαρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι Ἰσραὴλ εἰς τὰς ἀρχὰς αὐτῶν, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ᾿ αὐτῶν.
33西布伦 支派,能上阵用各样兵器打仗、行伍整齐、不生二心的有五万人。
34καὶ ἀπὸ Ζαβουλὼν ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσι σκεύεσι πολεμικοῖς πεντήκοντα χιλιάδες βοηθῆσαι τῷ Δαυὶδ οὐ χεροκένως.
34拿弗他利 支派,有一千军长;跟从他们、拿盾牌和枪的有三万七千人。
35καὶ ἀπὸ Νεφθαλὶ ἄρχοντες χίλιοι καὶ μετ᾿ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασι τριακονταεπτὰ χιλιάδες.
35但 支派,能摆阵的有二万八千六百人。
36καὶ ἀπὸ τῶν Δανιτῶν παρατασσόμενοι εἰς πόλεμον εἰκοσιοκτὼ χιλιάδες καὶ ὀκτακόσιοι.
36亚设 支派,能上阵打仗的有四万人。
37καὶ ἀπὸ τοῦ Ἀσὴρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσαράκοντα χιλιάδες.
37约旦河 东的 吕便 支派、 迦得 支派、 玛拿西 半支派,拿着各样兵器打仗的有十二万人。
38καὶ ἐκ πέραν τοῦ Ἰορδάνου ἀπὸ Ρουβὴν καὶ Γαδδὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ ἐν πᾶσι σκεύεσι πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες.
38以上都是能守行伍的战士,他们都诚心来到 希伯 ,要立 大卫 作 以色列 的王。 以色列 其余的人也都一心要立 大卫 作王。
39πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ καὶ ἦλθον εἰς Χεβρὼν τοῦ βασιλεῦσαι τὸν Δαυὶδ ἐπὶ πάντα Ἰσραήλ· καὶ ὁ κατάλοιπος Ἰσραὴλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυίδ.
39他们在那里三日,与 大卫 一同吃喝,因为他们的族弟兄给他们预备了。
40καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν οἰ ἀδελφοὶ αὐτῶν.
40靠近他们的人以及 以萨迦 、 西布伦 、 拿弗他利 人将许多面饼、无花果饼、干葡萄、酒、油,用驴、骆驼、骡子、牛驮来,又带了许多的牛和羊来,因为 以色列 人甚是欢乐。
41καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ἰσσάχαρ καὶ Ζαβουλὼν καὶ Νεφθαλὶ ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν Ἰσραήλ.
no verse 41 in this text

Tip: use the ← and → keys to turn chapters.