以賽亞書
Chapter 22
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1論異象谷的默示: 有甚麼事使你這 滿城的人 都上房頂呢?
1ΤΙ ἐγένετό σοι νῦν, ὅτι ἀνέβητε πάντες εἰς δώματα μάταια;
2你這滿處吶喊、大有喧嘩的城, 歡樂的邑啊, 你中間被殺的並不是被刀殺, 也不是因打仗死亡。
2ἐνεπλήσθη ἡ πόλις βοώντων· οἱ τραυματίαι σου οὐ τραυματίαι μαχαίρας, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμων.
3你所有的官長一同逃跑, 都為弓箭手所捆綁。 你中間一切被找到的都一同被捆綁; 他們本是逃往遠方的。
3πάντες οἱ ἄρχοντές σου πεφεύγασι, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσί, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόρρω πεφεύγασι.
4所以我說:你們轉眼不看我, 我要痛哭。 不要因我眾民的毀滅, 就竭力安慰我。
4διὰ τοῦτο εἶπα· ἄφετέ με, πικρῶς κλαύσομαι, μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου.
5因為主-萬軍之耶和華使「異象谷」 有潰亂、踐踏、煩擾的日子。 城被攻破, 哀聲達到山間。
5ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος καὶ πλάνησις παρὰ Κυρίου σαβαὼθ ἐν φάραγγι Σιών· πλανῶνται ἀπὸ μικροῦ ἕως μεγάλου, πλανῶνται ἐπὶ τὰ ὄρη.
6以攔 帶着箭袋, 還有坐戰車的和馬兵; 吉珥 揭開盾牌。
6οἱ δὲ Ἐλαμῖται ἔλαβον φαρέτρας, ἀναβάται ἄνθρωποι ἐφ᾿ ἵπποις καὶ συναγωγὴ παρατάξεως.
7你嘉美的谷遍滿戰車, 也有馬兵在城門前排列。
7καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου·
8他去掉 猶大 的遮蓋。 那日,你就仰望林庫內的軍器。
8καὶ ἀνακαλύψουσι τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως
9你們看見 大衛城 的破口很多,便聚積下池的水,
9καὶ ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυίδ. καὶ εἴδοσαν ὅτι πλείους εἰσὶ καὶ ὅτι ἀπέστρεψε τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν
10又數點 耶路撒冷 的房屋,將房屋拆毀,修補城牆,
10καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ἱερουσαλὴμ εἰς ὀχύρωμα τείχους τῇ πόλει.
11又在兩道城牆中間挖一個聚水池可盛舊池的水,卻不仰望做這事的主,也不顧念從古定這事的。
11καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀναμέσον τῶν δύο τειχῶν ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπ᾿ ἀρχῆς ποιήσαντα αὐτὴν καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε.
12當那日,主-萬軍之耶和華叫人哭泣哀號, 頭上光禿,身披麻布。
12καὶ ἐκάλεσε Κύριος Κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων,
13誰知,人倒歡喜快樂, 宰牛殺羊,吃肉喝酒, 說 : 我們吃喝吧!因為明天要死了。
13αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα σφάζοντες μόσχους καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέατα καὶ πιεῖν οἶνον λέγοντες· φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.
14萬軍之耶和華親自默示我 說 : 這罪孽直到你們死,斷不得赦免! 這是主-萬軍之耶和華說的。
14καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶ Κυρίου σαβαώθ, ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία, ἕως ἂν ἀποθάνητε.
15主-萬軍之耶和華這樣說:「你去見掌銀庫的,就是家宰 舍伯那 , 對他說 :
15Τάδε λέγει Κύριος σαβαώθ· πορεύου εἰς τὸ παστοφόριον, πρὸς Σομνᾶν τὸν ταμίαν καὶ εἶπον αὐτῷ·
16『你在這裏做甚麼呢?有甚麼人竟在這裏鑿墳墓,就是在高處為自己鑿墳墓,在磐石中為自己鑿出安身之所?
16τί σὺ ὧδε, καὶ τί σοί ἐστιν ὧδε, ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον καὶ ἔγραψας σεαυτῷ ἐν πέτρα σκηνήν;
17看哪,耶和華必像 大有力的 人,將你緊緊纏裹,竭力拋去。
17ἰδοὺ δὴ Κύριος σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα καὶ ἀφελεῖ τὴν στολήν σου καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον
18他必將你滾成一團, 拋 在寬闊之地,好像拋球一樣。你這主人家的羞辱,必在那裏坐你榮耀的車,也必在那裏死亡。
18καὶ ρίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα·
19我必趕逐你離開官職;你必從你的原位撤下。』
19καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου.
20「到那日,我必召我僕人 希勒家 的兒子 以利亞敬 來,
20καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου
21將你的外袍給他穿上,將你的腰帶給他繫緊,將你的政權交在他手中。他必作 耶路撒冷 居民和 猶大 家的父。
21καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου καὶ τὸν στέφανόν σου δώσω αὐτῷ καὶ κράτος καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ, καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἱερουσαλὴμ καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἰούδᾳ.
22我必將 大衛 家的鑰匙放在他肩頭上。他開,無人能關;他關,無人能開。
22καὶ δώσω τὴν δόξαν Δαυὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων. καὶ δώσω αὐτῷ τὴν κλεῖδα οἴκου Δαυὶδ ἐπὶ τῷ ὤμῳ αὐτοῦ καὶ ἀνοίξει, καὶ οὐκ ἔσται ὁ ἀποκλείων, καὶ κλείσει καὶ οὐκ ἔσται ὁ ἀνοίγων.
23我必將他 安穩 ,像釘子釘在堅固處;他必作為他父家榮耀的寶座。
23καὶ στήσω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ.
24他父家所有的榮耀,連兒女帶子孫,都掛在他身上,好像一切小器皿,從杯子到酒瓶掛上一樣。
24καὶ ἔσται πεποιθὼς ἐπ᾿ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι αὐτῷ.
25萬軍之耶和華說:當那日,釘在堅固處的釘子必壓斜,被砍斷落地;掛在其上的重擔必被剪斷。因為這是耶和華說的。」
25ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τάδε λέγει Κύριος σαβαώθ κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ καὶ ἀφαιρεθήσεται· καὶ πεσεῖται, καὶ ἐξολοθρευθήσεται ἡ δόξα ἡ ἐπ᾿ αὐτόν, ὅτι Κύριος ἐλάλησεν.

Tip: use the ← and → keys to turn chapters.