以賽亞書
Chapter 30
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1耶和華說: 禍哉!這悖逆的兒女。 他們同謀,卻不由於我, 結盟,卻不由於我的靈, 以致罪上加罪;
1ΟΥΑΙ τέκνα ἀποστάται, τάδε λέγει Κύριος. ἐποιήσατε βουλήν οὐ δι᾿ ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου προσθεῖναι ἁμαρτίας ἐφ᾿ ἁμαρτίας,
2起身下 埃及 去,並沒有求問我; 要靠法老的力量加添自己的力量, 並投在 埃及 的蔭下。
2οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων.
3所以,法老的力量必作你們的羞辱; 投在 埃及 的蔭下,要為你們的慚愧。
3ἔσται γὰρ ὑμῖν σκέπη Φαραὼ εἰς αἰσχύνην καὶ τοῖς πεποιθόσιν ἐπ᾿ Αἴγυπτον ὄνειδος.
4他們的首領已在 瑣安 ; 他們的使臣到了 哈內斯 。
4ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί·
5他們必因那不利於他們的民蒙羞。 那民並非幫助,也非利益, 只作羞恥凌辱。
5μάτην κοπιάσουσι πρὸς λαόν, ὃς οὐκ ὠφελήσει αὐτοὺς οὔτε εἰς βοήθειαν, οὔτε εἰς ὠφέλειαν, ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος.
6論南方牲畜的默示: 他們把財物馱在驢駒的脊背上, 將寶物馱在駱駝的肉鞍上, 經過艱難困苦之地, 就是公獅、母獅、蝮蛇、火焰的飛龍之地, 往那不利於他們的民那裏去。
6Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπὶ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος, ὃ οὐκ ὠφελήσει αὐτούς.
7埃及 的幫助是徒然無益的; 所以我稱她為「坐而不動的 拉哈伯 」。
7Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς, ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη.
8現今你去, 在他們面前將這話刻在版上, 寫在書上, 以便傳留後世,直到永永遠遠。
8Νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας καιρὸν ταῦτα καὶ ἕως εἰς τὸν αἰῶνα.
9因為他們是悖逆的百姓、說謊的兒女, 不肯聽從耶和華訓誨的兒女。
9ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς, οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ Θεοῦ,
10他們對先見說:不要望見 不吉利的事 , 對先知說:不要向我們講正直的話; 要向我們說柔和的話, 言虛幻的事。
10οἱ λέγοντες τοῖς προφήταις· μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι· μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.
11你們要離棄正道,偏離直路, 不要在我們面前再提說 以色列 的聖者。
11καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης, ἀφέλετε ἀφ᾿ ἡμῶν τὸν τρίβον τοῦτον καὶ ἀφέλετε ἀφ᾿ ἡμῶν τὸν ἅγιον τοῦ Ἰσραήλ,
12所以, 以色列 的聖者如此說: 因為你們藐視這 訓誨的 話, 倚賴欺壓和乖僻,以此為可靠的,
12διὰ τοῦτο τάδε λέγει ὁ ἅγιος τοῦ Ἰσραήλ· ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ,
13故此,這罪孽在你們身上, 好像將要破裂凸出來的高牆, 頃刻之間忽然坍塌;
13διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πῖπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστι τὸ πτῶμα,
14要被打碎,好像把窯匠的瓦器打碎, 毫不顧惜, 甚至碎塊中找不到一片可用以從爐內取火, 從池中舀水。
14καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγείου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον, ἐν ᾧ πῦρ ἀρεῖς καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν.
15主耶和華- 以色列 的聖者曾如此說: 你們得救在乎歸回安息; 你們得力在乎平靜安穩; 你們竟自不肯。
15οὕτω λέγει Κύριος Κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ· ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα· ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη. καὶ οὐκ ἠβούλεσθε ἀκούειν,
16你們卻說:不然,我們要騎馬奔走。 所以你們必然奔走; 又說:我們要騎飛快的 牲口 。 所以追趕你們的,也必飛快。
16ἀλλ᾿ εἴπατε· ἐφ᾿ ἵππων φευξόμεθα· διὰ τοῦτο φεύξεσθε· καὶ εἴπατε· ἐπὶ κούφοις ἀναβάται ἐσόμεθα· διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς.
17一人叱喝,必令千人 逃跑 ; 五人叱喝,你們都必逃跑; 以致剩下的,好像山頂的旗杆, 岡上的大旗。
17χίλιοι διὰ φωνὴν ἑνὸς φεύξονται, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ᾿ ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.
18耶和華必然等候,要施恩給你們; 必然興起,好憐憫你們。 因為耶和華是公平的上帝; 凡等候他的都是有福的!
18καὶ πάλιν μενεῖ ὁ Θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς· διότι κριτὴς Κύριος ὁ Θεὸς ὑμῶν ἐστι, καὶ ποῦ καταλείψεται τὴν δόξαν ὑμῶν; μακάριοι οἱ ἐμμένοντες ἐπ᾿ αὐτῷ.
19百姓必在 錫安 、在 耶路撒冷 居住;你不再哭泣。主必因你哀求的聲音施恩給你;他聽見的時候就必應允你。
19Διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, καὶ Ἱερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν· ἐλέησόν με· ἐλεήσει σε τὴν φωνὴν τῆς κραυγῆς σου· ἡνίκα εἶδεν, ἐπήκουσέ σου.
20主雖然以艱難給你當餅,以困苦給你當水,你的教師卻不再隱藏;你眼必看見你的教師。
20καὶ δώσει Κύριος ὑμῖν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι μὴ ἐγγίσωσί σοι οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε,
21你或向左或向右,你必聽見後邊有聲音說:「這是正路,要行在其間。」
21καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες· αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά.
22你雕刻偶像所包的銀子和鑄造偶像所鍍的金子,你要玷污,要拋棄,好像污穢之物,對偶像說:「去吧!」
22καὶ ἐξαρεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ τὰ περικεχρυσωμένα, λεπτὰ ποιήσεις καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης καὶ ὡς κόπρον ὤσεις αὐτά.
23你將種子撒在地裏,主必降雨在其上,並使地所出的糧肥美豐盛。到那時,你的牲畜必在寬闊的草場吃草。
23τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γεννήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον,
24耕地的牛和驢駒必吃加鹽的料;這料是用木杴和杈子揚淨的。
24οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν φάγονται ἄχυρα ἀναπεποιημένα ἐν κριθῇ λελικμημένα.
25在大行殺戮的日子,高臺倒塌的時候,各高山岡陵必有川流河湧。
25καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσι πύργοι.
26當耶和華纏裹他百姓的損處,醫治他民鞭傷的日子,月光必像日光,日光必加七倍,像七日的光一樣。
26καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.
27看哪,耶和華的名從遠方來, 怒氣燒起,密煙上騰。 他的嘴唇滿有忿恨; 他的舌頭像吞滅的火。
27Ἰδοὺ τὸ ὄνομα Κυρίου ἔρχεται διὰ χρόνου πολλοῦ, καιόμενος ὁ θυμός, μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται.
28他的氣如漲溢的河水,直漲到頸項, 要用毀滅的篩籮篩淨列國, 並且在眾民的口中必有使人錯行的嚼環。
28καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου καὶ διαιρεθήσεται τοῦ ταράξαι ἔθνη ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις καὶ λήψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν.
29你們必唱歌,像守聖節的夜間一樣,並且心中喜樂,像人吹笛,上耶和華的山,到 以色列 的磐石那裏。
29μὴ διαπαντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διαπαντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος Κυρίου πρὸς τὸν Θεὸν τοῦ Ἰσραήλ;
30耶和華必使人聽他威嚴的聲音,又顯他降罰的膀臂和他怒中的忿恨,並吞滅的火焰與霹雷、暴風、冰雹。
30καὶ ἀκουστὴν ποιήσει Κύριος τὴν δόξαν τῆς φωνῆς αὐτοῦ, καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δείξει μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης· κεραυνώσει βιαίως καὶ ὡς ὕδωρ καὶ χάλαζα συγκαταφερομένη βίᾳ.
31亞述 人必因耶和華的聲音驚惶;耶和華必用杖擊打他。
31διὰ γὰρ τῆς φωνῆς Κυρίου ἡττηθήσονται Ἀσσύριοι τῇ πληγῇ, ᾗ ἂν πατάξῃ αὐτούς.
32耶和華必將命定的杖加在他身上;每打一下,人必擊鼓彈琴。打仗的時候,耶和華必掄起 手 來,與他交戰。
32καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῶν ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ᾿ ᾗ αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ αὐλῶν καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς.
33原來 陀斐特 又深又寬,早已為王預備好了;其中堆的是火與許多木柴。耶和華的氣如一股硫磺火使他着起來。
33σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ· μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν, φάραγγα βαθεῖαν. ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά; ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.

Tip: use the ← and → keys to turn chapters.