以賽亞書
Chapter 3
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1主-萬軍之耶和華從 耶路撒冷 和 猶大 , 除掉眾人所倚靠的,所仗賴的, 就是所倚靠的糧,所仗賴的水;
1ΙΔΟΥ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος,
2除掉勇士和戰士, 審判官和先知, 占卜的和長老,
2γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον
3五十夫長和尊貴人, 謀士和有巧藝的, 以及妙行法術的。
3καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν·
4主說 :我必使孩童作他們的首領, 使嬰孩轄管他們。
4καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν.
5百姓要彼此欺壓; 各人受鄰舍的欺壓。 少年人必侮慢老年人; 卑賤人必侮慢尊貴人。
5καὶ συμπεσεῖται ὁ λαός, ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· πρσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην, ὁ ἄτιμος πρὸς τὸν ἔντιμον.
6人在父家拉住弟兄, 說 : 你有衣服,可以作我們的官長。 這敗落的事歸在你手下吧!
6ὅτι ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς αὐτοῦ λέγων· ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω.
7那時,他必揚聲說: 我不作醫治你們的人; 因我家中沒有糧食,也沒有衣服, 你們不可立我作百姓的官長。
7καὶ ἀποκριθεὶς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐρεῖ· οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος, οὐδὲ ἱμάτιον· οὐκ ἔσομαι ἀρχηγὸς τοῦ λαοῦ τούτου.
8耶路撒冷 敗落, 猶大 傾倒; 因為他們的舌頭和行為與耶和華反對, 惹了他榮光的眼目。
8ὅτι αἰνεῖται Ἱερουσαλήμ, καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς Κύριον ἀπειθοῦντες· διότι νῦν ἐταπεινώθη ἡ δόξα αὐτῶν,
9他們的面色證明自己的不正; 他們述說自己的罪惡,並不隱瞞, 好像 所多瑪 一樣。 他們有禍了!因為作惡自害。
9καὶ ἡ αἰσχύνη τοῦ προσώπου αὐτῶν ἀντέστη αὐτοῖς· τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ᾿ ἑαυτῶν
10你們要論義人說:他必享福樂, 因為要吃自己行為所結的果子。
10εἰπόντες· δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι· τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται.
11惡人有禍了!他必遭災難! 因為要照自己手所行的受報應。
11οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ.
12至於我的百姓, 孩童欺壓他們, 婦女轄管他們。 我的百姓啊,引導你的使你走錯, 並毀壞你所行的道路。
12λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν· λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν.
13耶和華起來辯論, 站着審判眾民。
13ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν Κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτοῦ·
14耶和華必審問他民中的長老和首領, 說 : 吃盡葡萄園果子的就是你們; 向貧窮人所奪的都在你們家中。
14αὐτὸς Κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν;
15主-萬軍之耶和華說: 你們為何壓制我的百姓, 搓磨貧窮人的臉呢?
15τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε;
16耶和華又說: 因為 錫安 的女子狂傲, 行走挺項,賣弄眼目, 俏步徐行,腳下玎璫,
16Τάδε λέγει Κύριος· ἀνθ᾿ ὧν ὑψώθησαν αἱ θυγατέρες καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ ἐν νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα παίζουσαι,
17所以,主必使 錫安 的女子頭長禿瘡; 耶和華又使她們赤露下體。
17καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιών, καὶ Κύριος ἀποκαλύψει τὸ σχῆμα αὐτῶν
18到那日,主必除掉她們華美的腳釧、髮網、月牙圈、
18ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τοὺς κόσμους αὐτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους
19耳環、手鐲、蒙臉的帕子、
19καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν
20華冠、足鍊、華帶、香盒、符囊、
20καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης καὶ τοὺς χλιδῶνας, καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια
21戒指、鼻環、
21καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα
22吉服、外套、雲肩、荷包、
22καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικὰ
23手鏡、細麻衣、裹頭巾、蒙身的帕子。
23καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον, σὺν χρυσῷ καὶ ὑακίνθῳ συγκαθυφασμένα καὶ θέριστρα κατάκλιτα.
24必有臭爛代替馨香, 繩子代替腰帶, 光禿代替美髮, 麻衣繫腰代替華服, 烙傷代替美容。
24καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον.
25你的男丁必倒在刀下; 你的勇士必死在陣上。
25καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται. Καὶ ταπεινωθήσονται
26錫安 的城門必悲傷、哀號; 她必荒涼坐在地上。
26καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.

Tip: use the ← and → keys to turn chapters.