創世記
Chapter 4
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1有一日,那人和他妻子 夏娃 同房, 夏娃 就懷孕,生了 該隱 ,便說:「耶和華使我得了一個男子。」
1ΑΔΑΜ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν καὶ εἶπεν· ἐκτησάμην ἄνθρωπον διά τοῦ Θεοῦ.
2又生了 該隱 的兄弟 亞伯 。 亞伯 是牧羊的; 該隱 是種地的。
2καὶ προσέθηκε τεκεῖν τὸ ἀδελφὸν αὐτοῦ, τὸν Ἄβελ. καὶ ἐγένετο Ἄβελ ποιμὴν προβάτων, Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν.
3有一日, 該隱 拿地裏的出產為供物獻給耶和華;
3καὶ ἐγένετο μεθ᾿ ἡμέρας ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ,
4亞伯 也將他羊群中頭生的和羊的脂油獻上。耶和華看中了 亞伯 和他的供物,
4καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπί Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ,
5只是看不中 該隱 和他的供物。 該隱 就大大地發怒,變了臉色。
5ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. καὶ ἐλυπήθη Κάϊν λίαν, καὶ συνέπεσε τῷ προσώπῳ αὐτοῦ.
6耶和華對 該隱 說:「你為甚麼發怒呢?你為甚麼變了臉色呢?
6καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Κάϊν· ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου;
7你若行得好,豈不蒙悅納?你若行得不好,罪就伏在門前。它必戀慕你,你卻要制伏它。」
7οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; ἡσύχασον· πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ.
8該隱 與他兄弟 亞伯 說話;二人正在田間。 該隱 起來打他兄弟 亞伯 ,把他殺了。
8καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· διέλθωμεν εἰς τὸ πεδίον. καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν.
9耶和華對 該隱 說:「你兄弟 亞伯 在哪裏?」他說:「我不知道!我豈是看守我兄弟的嗎?」
9καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; καὶ εἶπεν· οὐ γινώσκω· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ;
10耶和華說:「你做了甚麼事呢?你兄弟的血有聲音從地裏向我哀告。
10καί εἶπε Κύριος· τί πεποίηκας; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς.
11地開了口,從你手裏接受你兄弟的血。現在你必從這地受咒詛。
11καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου·
12你種地,地不再給你效力;你必流離飄蕩在地上。」
12ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.
13該隱 對耶和華說:「我的刑罰太重,過於我所能當的。
13καὶ εἶπε Κάϊν πρὸς Κύριον τὸν Θεόν· μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με·
14你如今趕逐我離開這地,以致不見你面;我必流離飄蕩在地上,凡遇見我的必殺我。」
14εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με.
15耶和華對他說:「凡殺 該隱 的,必遭報七倍。」耶和華就給 該隱 立一個記號,免得人遇見他就殺他。
15καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· οὐχ οὕτως, πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν.
16於是 該隱 離開耶和華的面,去住在 伊甸 東邊 挪得 之地。
16ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναὶδ κατέναντι Ἐδέμ.
17該隱 與妻子同房,他妻子就懷孕,生了 以諾 。 該隱 建造了一座城,就按着他兒子的名將那城叫做 以諾 。
17Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ, Ἐνώχ.
18以諾 生 以拿 ; 以拿 生 米戶雅利 ; 米戶雅利 生 瑪土撒利 ; 瑪土撒利 生 拉麥 。
18ἐγεννήθη δὲ τῷ Ἐνὼχ Γαϊδάδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεήλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ.
19拉麥 娶了兩個妻:一個名叫 亞大 ,一個名叫 洗拉 。
19καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας, ὄνομα τῇ μιᾷ Ἀδά, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά.
20亞大 生 雅八 ; 雅八 就是住帳棚、牧養牲畜之人的祖師。
20καὶ ἔτεκεν Ἀδὰ τὸν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτροὑφων.
21雅八 的兄弟名叫 猶八 ;他是一切彈琴吹簫之人的祖師。
21καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν.
22洗拉 又生了 土八‧該隱 ;他是打造各樣銅鐵利器的。 土八‧該隱 的妹子是 拿瑪 。
22Σελλὰ δὲ καὶ αὐτὴ ἔτεκε τὸν Θόβελ, καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου· ἀδελφὴ δὲ Θόβελ Νοεμά.
23拉麥 對他兩個妻子說: 亞大 、 洗拉 ,聽我的聲音; 拉麥 的妻子,細聽我的話語: 壯年人傷我,我把他殺了; 少年人損我,我把他害了 。
23εἶπε δὲ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξίν· Ἀδὰ καὶ Σελλά, ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί·
24若殺 該隱 ,遭報七倍, 殺 拉麥 ,必遭報七十七倍。
24ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.
25亞當 又與妻子同房,她就生了一個兒子,起名叫 塞特 ,意思說:「上帝另給我立了一個兒子代替 亞伯 ,因為 該隱 殺了他。」
25Ἔγνω δὲ Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ, λέγουσα· ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν.
26塞特 也生了一個兒子,起名叫 以挪士 。那時候,人才求告耶和華的名。
26καὶ τῷ Σὴθ ἐγένετο υἱός, ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθα τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ.

Tip: use the ← and → keys to turn chapters.