創世記 30
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1拉結 見自己不給 雅各 生子,就嫉妒她姊姊,對 雅各 說:「你給我孩子,不然我就死了。」
1ΙΔΟΥΣΑ δὲ Ραχὴλ ὅτι οὐ τέτοκε τῷ Ἰακώβ, καὶ ἐζήλωσε Ραχὴλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπε τῷ Ἰακώβ· δός μοι τέκνα· εἰ δὲ μή, τελευτήσω ἐγώ.
2雅各 向 拉結 生氣,說:「叫你不生育的是上帝,我豈能代替他 作主 呢?」
2θυματωθεὶς δὲ Ἰακὼβ τῇ Ραχὴλ εἶπεν αὐτῇ· μὴ ἀντὶ Θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας;
3拉結 說:「有我的使女 辟拉 在這裏,你可以與她同房,使她生子在我膝下,我便因她也得孩子。」
3εἶπε δὲ Ραχὴλ τῷ Ἰακώβ· ἰδοὺ ἡ παιδίσκη μου Βαλλά· εἴσελθε πρὸς αὐτήν, καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς.
4拉結 就把她的使女 辟拉 給丈夫為妾; 雅各 便與她同房,
4καὶ ἔδωκεν αὐτῷ Βαλλὰν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα· καὶ εἰσῆλθε πρὸς αὐτὴν Ἰακώβ.
5辟拉 就懷孕,給 雅各 生了一個兒子。
5καὶ συνέλαβε Βαλλὰ ἡ παιδίσκη Ραχὴλ καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν.
6拉結 說:「上帝伸了我的冤,也聽了我的聲音,賜我一個兒子」,因此給他起名叫 但 。
6καὶ εἶπε Ραχήλ· ἔκρινέ μοι ὁ Θεὸς καὶ ἐπήκουσε τῆς φωνῆς μου καὶ ἔδωκέ μοι υἱόν· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Δάν.
7拉結 的使女 辟拉 又懷孕,給 雅各 生了第二個兒子。
7καὶ συνέλαβεν ἔτι Βαλλὰ ἡ παιδίσκη Ραχὴλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ Ἰακώβ.
8拉結 說:「我與我姊姊大大相爭,並且得勝」,於是給他起名叫 拿弗他利 。
8καὶ εἶπε Ραχήλ· συναντελάβετό μου ὁ Θεός, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νεφθαλείμ.
9利亞 見自己停了生育,就把使女 悉帕 給 雅各 為妾。
9Εἶδε δὲ Λεία ὅτι ἔστη τοῦ τίκτειν, καὶ ἔλαβε Ζελφὰν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ Ἰακὼβ γυναῖκα. καὶ εἰσῆλθε πρὸς αὐτὴν
10利亞 的使女 悉帕 給 雅各 生了一個兒子。
10καὶ συνέλαβε Ζελφὰ ἡ παιδίσκη Λείας καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν.
11利亞 說:「萬幸!」於是給他起名叫 迦得 。
11καὶ εἶπε Λεία. ἐν τύχῃ· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Γάδ.
12利亞 的使女 悉帕 又給 雅各 生了第二個兒子。
12καὶ συνέλαβεν ἔτι Ζελφὰ ἡ παιδίσκη Λείας καὶ ἔτεκε τῷ Ἰακὼβ υἱὸν δεύτερον.
13利亞 說:「我有福啊,眾女子都要稱我是有福的」,於是給他起名叫 亞設 。
13καὶ εἶπε Λεία· μακαρία ἐγώ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀσήρ.
14割麥子的時候, 呂便 往田裏去,尋見風茄,拿來給他母親 利亞 。 拉結 對 利亞 說:「請你把你兒子的風茄給我些。」
14Ἐπορεύθη δὲ Ρουβὴν ἐν ἡμέρᾳ θερισμοῦ πυρῶν καὶ εὗρε μῆλα μανδραγορῶν ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ· εἶπε δὲ Ραχὴλ Λείᾳ τῇ ἀδελφῇ αὐτῆς· δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
15利亞 說:「你奪了我的丈夫還算小事嗎?你又要奪我兒子的風茄嗎?」 拉結 說:「為你兒子的風茄,今夜他可以與你同寢。」
15εἶπε δὲ Λεία· οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; εἶπε δὲ Ραχήλ· οὐχ οὕτως· κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου.
16到了晚上, 雅各 從田裏回來, 利亞 出來迎接他,說:「你要與我同寢,因為我實在用我兒子的風茄把你雇下了。」那一夜, 雅各 就與她同寢。
16εἰσῆλθε δὲ Ἰακὼβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθε Λεία εἰς συνάντησιν αὐτῷ καὶ εἶπε· πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. καὶ ἐκοιμήθη μετ᾿ αὐτῆς τὴν νύκτα ἐκείνην.
17上帝應允了 利亞 ,她就懷孕,給 雅各 生了第五個兒子。
17καὶ ἐπήκουσεν ὁ Θεὸς Λείας, καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἰακὼβ υἱὸν πέμπτον.
18利亞 說:「上帝給了我價值,因為我把使女給了我丈夫」,於是給他起名叫 以薩迦 。
18καὶ εἶπε Λεία· δέδωκέ μοι ὁ Θεὸς τὸν μισθόν μου, ἀνθ᾿ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσσάχαρ, ὅ ἐστι μισθός.
19利亞 又懷孕,給 雅各 生了第六個兒子。
19καὶ συνέλαβεν ἔτι Λεία καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ἰακώβ.
20利亞 說:「上帝賜我厚賞;我丈夫必與我同住,因我給他生了六個兒子」,於是給他起名 西布倫 。
20καὶ εἶπε Λεία· δεδώρηται ὁ Θεός μοι δῶρον καλὸν ἐν τῷ νῦν καιρῷ· αἱρετιεῖ με ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαβουλών.
21後來又生了一個女兒,給她起名叫 底拿 。
21καὶ μετὰ τοῦτο ἔτεκε θυγατέρα καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Δείνα.
22上帝顧念 拉結 ,應允了她,使她能生育。
22Ἐμνήσθη δὲ ὁ Θεὸς τῆς Ραχήλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ Θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν,
23拉結 懷孕生子,說:「上帝除去了我的羞恥」,
23καὶ συλλαβοῦσα ἔτεκε τῷ Ἰακὼβ υἱόν. εἶπε δὲ Ραχήλ· ἀφεῖλεν ὁ Θεός μου τὸ ὄνειδος·
24就給他起名叫 約瑟 ,意思說:「願耶和華再增添我一個兒子。」
24καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ λέγουσα· προσθέτω ὁ Θεός μοι υἱὸν ἕτερον.
25拉結 生 約瑟 之後, 雅各 對 拉班 說:「請打發我走,叫我回到我本鄉本土去。
25Ἐγένετο δὲ ὡς ἔτεκε Ραχὴλ τὸν Ἰωσήφ, εἶπεν Ἰακὼβ τῷ Λάβαν· ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου.
26請你把我服事你所得的妻子和兒女給我,讓我走;我怎樣服事你,你都知道。」
26ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι.
27拉班 對他說:「我若在你眼前蒙恩,請你 仍與我同住 , 因為 我已算定,耶和華賜福與我是為你的緣故」;
27εἶπε δὲ αὐτῷ Λάβαν· εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ.
28又說:「請你定你的工價,我就給你。」
28διάστειλον τὸν μισθόν σου πρός με, καὶ δώσω.
29雅各 對他說:「我怎樣服事你,你的牲畜在我手裏怎樣,是你知道的。
29εἶπε δὲ Ἰακώβ· σὺ γινώσκεις ἃ δεδούλευκά σοι καὶ ὅσα ἦν κτήνη σου μετ᾿ ἐμοῦ·
30我未來之先,你所有的很少,現今卻發大眾多,耶和華隨我的腳步賜福與你。如今,我甚麼時候才為自己興家立業呢?」
30μικρὰ γὰρ ἦν ὅσα σοι ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ εὐλόγησέ σε Κύριος ὁ Θεὸς ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον;
31拉班 說:「我當給你甚麼呢?」 雅各 說:「甚麼你也不必給我,只有一件事,你若應承,我便仍舊牧放你的羊群。
31καὶ εἶπεν αὐτῷ Λάβαν· τί σοι δώσω; εἶπε δὲ αὐτῷ Ἰακώβ· οὐ δώσεις μοι οὐδέν· ἐὰν ποιήσῃς μοι τὸ ρῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω.
32今天我要走遍你的羊群,把綿羊中凡有點的、有斑的,和黑色的,並山羊中凡有斑的、有點的,都挑出來;將來 這一等的 就算我的工價。
32παρελθέτω πάντα τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασι καὶ πᾶν διάλευκον καὶ ραντὸν ἐν ταῖς αἰξίν· ἔσται μοι μισθός.
33以後你來查看我的工價,凡在我手裏的山羊不是有點有斑的,綿羊不是黑色的,那就算是我偷的;這樣便可證出我的公義來。」
33καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ ἐπαύριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν, ὃ ἐὰν μὴ ᾖ ραντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶ καὶ φαιὸν ἐν τοῖς ἄρνασι, κεκλεμμένον ἔσται παρ᾿ ἐμοί.
34拉班 說:「好啊!我情願照着你的話行。」
34εἶπε δὲ αὐτῷ Λάβαν· ἔστω κατὰ τὸ ρῆμά σου.
35當日, 拉班 把有紋的、有斑的公山羊,有點的、有斑的、有雜白紋的母山羊,並黑色的綿羊,都挑出來,交在他兒子們的手下,
35καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ραντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ραντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν, ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ.
36又使自己和 雅各 相離三天的路程。 雅各 就牧養 拉班 其餘的羊。
36καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ἰακώβ. Ἰακὼβ δὲ ἐποίμανε τὰ πρόβατα Λάβαν τὰ ὑπολειφθέντα.
37雅各 拿楊樹、杏樹、楓樹的嫩枝,將皮剝成白紋,使枝子露出白的來,
37ἔλαβε δὲ ἑαυτῷ Ἰακὼβ ράβδον στυρακίνην χλωρὰν καὶ καρυΐνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς Ἰακὼβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ράβδοις τὸ λευκόν, ὃ ἐλέπισε, ποικίλον.
38將剝了皮的枝子,對着羊群,插在飲羊的水溝裏和水槽裏,羊來喝的時候,牝牡配合。
38καὶ παρέθηκε τὰς ράβδους, ἃς ἐλέπισεν ἐν τοῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλθωσι τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ράβδων, ἐλθόντων αὐτῶν πιεῖν, ἐγκισσήσωσι τὰ πρόβατα εἰς τὰς ράβδους·
39羊對着枝子配合,就生下有紋的、有點的、有斑的來。
39καὶ ἐνεκίσσων τὰ πρόβατα εἰς τὰς ράβδους καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ραντά.
40雅各 把羊羔分出來,使 拉班 的羊與這有紋和黑色的羊相對,把自己的羊另放一處,不叫他和 拉班 的羊混雜。
40τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακὼβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ᾿ ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λάβαν.
41到羊群肥壯配合的時候, 雅各 就把枝子插在水溝裏,使羊對着枝子配合。
41ἐγένετο δὲ ἐν τῷ καιρῷ, ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ράβδους ἐναντίον τῶν προβάτων ἐν τοῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ράβδους·
42只是到羊瘦弱配合的時候就不插枝子。這樣,瘦弱的就歸 拉班 ,肥壯的就歸 雅各 。
42ἡνίκα δ᾿ ἂν ἔτεκε τὰ πρόβατα, οὐκ ἐτίθει· ἐγένετο δὲ τὰ μὲν ἄσημα τοῦ Λάβαν, τά δὲ ἐπίσημα τοῦ Ἰακώβ.
43於是 雅各 極其發大,得了許多的羊群、僕婢、駱駝,和驢。
43καὶ ἐπλούτισεν ὁ ἄνθρωπος σφόδρα σφόδρα, καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες, καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι.
Tip: use the ← and → keys to turn chapters.