箴言 14
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1智慧妇人建立家室; 愚妄妇人亲手拆毁。
1ΣΟΦΑΙ γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς.
2行动正直的,敬畏耶和华; 行事乖僻的,却藐视他。
2ὁ πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται.
3愚妄人口中骄傲,如杖责打己身; 智慧人的嘴必保守自己。
3ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει αὐτούς.
4家里无牛,槽头干净; 土产加多乃凭牛力。
4οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς ἰσχύς.
5诚实见证人不说谎话; 假见证人吐出谎言。
5μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος.
6亵慢人寻智慧,却寻不着; 聪明人易得知识。
6ζητήσεις σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις εὐχερής.
7到愚昧人面前, 不见他嘴中有知识。
7πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά.
8通达人的智慧在乎明白己道; 愚昧人的愚妄乃是诡诈。
8σοφία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ.
9愚妄人犯罪,以为戏耍; 正直人互相喜悦。
9οἰκίαι παρανόμων ὀφειλήσουσι καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί.
10心中的苦楚,自己知道; 心里的喜乐,外人无干。
10καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχὴ αὐτοῦ· ὅταν δὲ εὐφραίνηται, οὐκ ἐπιμίγνυται ὕβρει.
11奸恶人的房屋必倾倒; 正直人的帐棚必兴盛。
11οἰκίαι ἀσεβῶν ἀφανισθήσονται, σκηναὶ δὲ κατορθούντων στήσονται.
12有一条路,人以为正, 至终成为死亡之路。
12ἔστιν ὁδός, ἣ δοκεῖ παρὰ ἀνθρώποις ὀρθὴ εἶναι, τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾄδου.
13人在喜笑中,心也忧愁; 快乐至极就生愁苦。
13ἐν εὐφροσύναις οὐ προσμίγνυται λύπη, τελευταῖα δὲ χαρὰ εἰς πένθος ἔρχεται.
14心中背道的,必满得自己的结果; 善人必从自己 的行为得以知足 。
14τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος, ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός.
15愚蒙人是话都信; 通达人步步谨慎。
15ἄκακος πιστεύει παντὶ λόγῳ, πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν.
16智慧人惧怕,就远离恶事; 愚妄人却狂傲自恃。
16σοφὸς φοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ, ὁ δὲ ἄφρων ἑαυτῷ πεποιθὼς μίγνυται ἀνόμῳ.
17轻易发怒的,行事愚妄; 设立诡计的,被人恨恶。
17ὀξύθυμος πράσσει μετὰ ἀβουλίας, ἀνὴρ δὲ φρόνιμος πολλὰ ὑποφέρει.
18愚蒙人得愚昧为产业; 通达人得知识为冠冕。
18μεριοῦνται ἄφρονες κακίαν, οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως.
19坏人俯伏在善人面前; 恶人俯伏在义人门口。
19ὀλισθήσουσι κακοὶ ἔναντι ἀγαθῶν, καὶ ἀσεβεῖς θεραπεύσουσι θύρας δικαίων.
20贫穷人连邻舍也恨他; 富足人朋友最多。
20φίλοι μισήσουσι φίλους πτωχούς, φίλοι δὲ πλουσίων πολλοί.
21藐视邻舍的,这人有罪; 怜悯贫穷的,这人有福。
21ὁ ἀτιμάζων πένητας ἁμαρτάνει, ἐλεῶν δὲ πτωχοὺς μακαριστός.
22谋恶的,岂非走入迷途吗? 谋善的, 必得 慈爱和诚实。
22πλανώμενοι τεκταίνουσι κακά, ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί. οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν, ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς.
23诸般勤劳都有益处; 嘴上多言乃致穷乏。
23ἐν παντὶ μεριμνῶντι ἔνεστι περισσόν, ὁ δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται.
24智慧人的财为自己的冠冕; 愚妄人的愚昧终是愚昧。
24στέφανος σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή.
25作真见证的,救人性命; 吐出谎言的, 施行 诡诈。
25ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος.
26敬畏耶和华的,大有倚靠; 他的儿女也有避难所。
26ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα.
27敬畏耶和华就是生命的泉源, 可以使人离开死亡的网罗。
27πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.
28帝王荣耀在乎民多; 君王衰败在乎民少。
28ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου.
29不轻易发怒的,大有聪明; 性情暴躁的,大显愚妄。
29μακρόθυμος ἀνὴρ πολὺς ἐν φρονήσει, ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων.
30心中安静是肉体的生命; 嫉妒是骨中的朽烂。
30πραυ±θυμος ἀνὴρ καρδίας ἰατρός, σὴς δὲ ὀστέων καρδία αἰσθητική.
31欺压贫寒的,是辱没造他的主; 怜悯穷乏的,乃是尊敬主。
31ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ τιμῶν αὐτὸν ἐλεεῖ πτωχόν.
32恶人在所行的恶上必被推倒; 义人临死,有所投靠。
32ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής, ὁ δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος.
33智慧存在聪明人心中; 愚昧人心里所存的,显而易见。
33ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς ἀναπαύσεται σοφίᾳ, ἐν δὲ καρδίᾳ ἀφρόνων οὐ διαγινώσκεται.
34公义使邦国高举; 罪恶是人民的羞辱。
34δικαιοσύνη ὑψοῖ ἔθνος, ἐλασσονοῦσι δὲ φυλὰς ἁμαρτίαι.
35智慧的臣子蒙王恩惠; 贻羞的仆人遭其震怒。
35δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων, τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν.
Tip: use the ← and → keys to turn chapters.