箴言 28
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1恶人虽无人追赶也逃跑; 义人却胆壮像狮子。
1ΦΕΥΓΕΙ ἀσεβὴς μηδενὸς διώκοντος, δίκαιος δὲ ὥσπερ λέων πέποιθε.
2邦国因有罪过,君王就多 更换 ; 因有聪明知识的人,国必长存。
2δι᾿ ἁμαρτίας ἀσεβῶν κρίσεις ἐγείρονται, ἀνὴρ δὲ πανοῦργος κατασβέσει αὐτάς.
3穷人欺压贫民, 好像暴雨 冲 没粮食。
3ἀνδρεῖος ἐν ἀσεβείαις συκοφαντεῖ πτωχούς. ὥσπερ ὑετὸς λάβρος καὶ ἀνωφελής,
4违弃律法的,夸奖恶人; 遵守律法的,却与恶人相争。
4οὕτως οἱ ἐγκαταλείποντες τὸν νόμον ἐγκωμιάζουν ἀσέβειαν, οἱ δὲ ἀγαπῶντες τὸν νόμον περιβάλλουσιν ἑαυτοῖς τεῖχος.
5坏人不明白公义; 惟有寻求耶和华的,无不明白。
5ἄνδρες κακοὶ οὐ νοήσουσι κρίμα, οἱ δὲ ζητοῦντες τὸν Κύριον συνήσουσιν ἐν παντί.
6行为纯正的穷乏人 胜过行事乖僻的富足人。
6κρείσσων πτωχὸς πορευόμενος ἐν ἀληθείᾳ, πλουσίου ψευδοῦς.
7谨守律法的,是智慧之子; 与贪食人作伴的,却羞辱其父。
7φυλάσσει νόμον υἱὸς συνετός, ὃς δὲ ποιμαίνει ἀσωτίαν ἀτιμάζει πατέρα.
8人以 厚 利加增财物, 是给那怜悯穷人者积蓄的。
8ὁ πληθύνων τὸν πλοῦτον αὐτοῦ μετὰ τόκων καὶ πλεονασμῶν, τῷ ἐλεῶντι πτωχοὺς συνάγει αὐτόν.
9转耳不听律法的, 他的祈祷也为可憎。
9ὁ ἐκκλίνων τὸ οὖς αὐτοῦ μὴ εἰσακοῦσαι νόμου, καὶ αὐτὸς τὴν προσευχὴν αὐτοῦ ἐβδέλυκται.
10诱惑正直人行恶道的,必掉在自己的坑里; 惟有完全人必承受福分。
10ὃς πλανᾷ εὐθεῖς ἐν ὁδῷ κακῇ, εἰς διαφθορὰν αὐτὸς ἐμπεσεῖται· οἱ δὲ ἄνομοι διελεύσονται ἀγαθά, καὶ οὐκ εἰσελεύσονται εἰς αὐτά.
11富足人自以为有智慧, 但聪明的贫穷人能将他查透。
11σοφὸς παρ᾿ ἑαυτῷ ἀνὴρ πλούσιος, πένης δὲ νοήμων καταγνώσεται αὐτοῦ.
12义人得志,有大荣耀; 恶人兴起,人就躲藏。
12διὰ βοήθειαν δικαίων πολλὴν γίνεται δόξα, ἐν δὲ τόποις ἀσεβῶν ἁλίσκονται ἄνθρωποι.
13遮掩自己罪过的,必不亨通; 承认离弃罪过的,必蒙怜恤。
13ὁ ἐπικαλύπτων ἀσέβειαν ἑαυτοῦ οὐκ εὐοδωθήσεται, ὁ δὲ ἐξηγούμενος ἐλέγχους ἀγαπηθήσεται.
14常存敬畏的,便为有福; 心存刚硬的,必陷在祸患里。
14μακάριος ἀνήρ, ὃς καταπτήσσει πάντα δι᾿ εὐλάβειαν, ὁ δὲ σκληρὸς τὴν καρδίαν ἐμπεσεῖται κακοῖς.
15暴虐的君王辖制贫民, 好像吼叫的狮子、觅食的熊。
15λέων πεινῶν καὶ λύκος διψῶν, ὃς τυραννεῖ, πτωχὸς ὤν, ἔθνους πενιχροῦ.
16无知的君多行暴虐; 以贪财为可恨的,必年长日久。
16βασιλεὺς ἐνδεὴς προσόδων μέγας συκοφάντης, ὁ δὲ μισῶν ἀδικίαν μακρὸν χρόνον ζήσεται.
17背负流人血之罪的,必往坑里奔跑, 谁也不可拦阻他。
17ἄνδρα τὸν ἐν αἰτίᾳ φόνου ὁ ἐγγυώμενος, φυγὰς ἔσται καὶ οὐκ ἐν ἀσφαλείᾳ. 17α παίδευε υἱὸν καὶ ἀγαπήσει σε, καὶ δώσει κόσμον τῇ σῆ ψυχῇ· οὐ μὴ ὑπακούσει ἔθνει παρανόμῳ.
18行动正直的,必蒙拯救; 行事弯曲的,立时跌倒。
18ὁ πορευόμενος δικαίως βεβοήθηται, ὁ δὲ σκολιαῖς ὁδοῖς πορευόμενος ἐμπλακήσεται.
19耕种自己田地的,必得饱食; 追随虚浮的,足受穷乏。
19ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν πλησθήσεται ἄρτων, ὁ δὲ διώκων σχολὴν πλησθήσεται πενίας.
20诚实人必多得福; 想要急速发财的,不免受罚。
20ἀνὴρ ἀξιόπιστος πολλὰ εὐλογηθήσεται, ὁ δὲ κακὸς οὐκ ἀτιμώρητος ἔσται.
21看人的情面乃为不好; 人因一块饼枉法也为不好。
21ὃς οὐκ αἰσχύνεται πρόσωπα δικαίων, οὐκ ἀγαθός· ὁ τοιοῦτος ψωμοῦ ἄρτου ἀποδώσεται ἄνδρα.
22人有恶眼想要急速发财, 却不知穷乏必临到他身。
22σπεύδει πλουτεῖν ἀνὴρ βάσκανος, καὶ οὐκ οἶδεν ὅτι ἐλεήμων κρατήσει αὐτοῦ.
23责备人的,后来蒙人喜悦, 多于那用舌头谄媚人的。
23ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς χάριτας ἕξει μᾶλλον τοῦ γλωσσοχαριτοῦντος.
24偷窃父母的,说:这不是罪, 此人就是与强盗同类。
24ὃς ἀποβάλλεται πατέρα ἢ μητέρα, καὶ δοκεῖ μὴ ἁμαρτάνειν, οὗτος κοινωνός ἐστιν ἀνδρὸς ἀσεβοῦς.
25心中贪婪的,挑起争端; 倚靠耶和华的,必得丰裕。
25ἄπιστος ἀνὴρ κρίνει εἰκῆ, ὃς δὲ πέποιθεν ἐπὶ Κύριον ἐν ἐπιμελείᾳ ἔσται.
26心中自是的,便是愚昧人; 凭智慧行事的,必蒙拯救。
26ὃς πέποιθε θρασείᾳ καρδίᾳ, ὁ τοιοῦτος ἄφρων· ὃς δὲ πορεύεται σοφίᾳ σωθήσεται.
27周济贫穷的,不致缺乏; 佯为不见的,必多受咒诅。
27ὃς δίδωσι πτωχοῖς, οὐκ ἐνδεηθήσεται, ὃς δὲ ἀποστρέφει τὸν ὀφθαλμὸν αὐτοῦ, ἐν πολλῇ ἀπορίᾳ ἔσται.
28恶人兴起,人就躲藏; 恶人败亡,义人增多。
28ἐν τόποις ἀσεβῶν στένουσι δίκαιοι, ἐν δὲ τῇ ἐκείνων ἀπωλείᾳ πληθυνθήσονται δίκαιοι.
Tip: use the ← and → keys to turn chapters.