箴言 12
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1喜爱管教的,就是喜爱知识; 恨恶责备的,却是畜类。
1Ο ἀγαπῶν παιδείαν, ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους ἄφρων.
2善人必蒙耶和华的恩惠; 设诡计的人,耶和华必定他的罪。
2κρείσων ὁ εὑρὼν χάριν παρὰ Κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται.
3人靠恶行不能坚立; 义人的根必不动摇。
3οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ρίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται.
4才德的妇人是丈夫的冠冕; 贻羞的妇人如同朽烂在她丈夫的骨中。
4γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς· ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός.
5义人的思念是公平; 恶人的计谋是诡诈。
5λογισμοὶ δικαίων κρίματα, κυβερνῶσι δὲ ἀσεβεῖς δόλους.
6恶人的言论是埋伏流人的血; 正直人的口必拯救人。
6λόγοι ἀσεβῶν δόλιοι, στόμα δὲ ὀρθῶν ρύσεται αὐτούς.
7恶人倾覆,归于无有; 义人的家必站得住。
7οὗ ἐὰν στραφῇ ὁ ἀσεβής, ἀφανίζεται, οἶκοι δὲ δικαίων παραμένουσι.
8人必按自己的智慧被称赞; 心中乖谬的,必被藐视。
8στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός, νωθροκάρδιος δὲ μυκτηρίζεται.
9被人轻贱,却有仆人, 强如自尊,缺少食物。
9κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου.
10义人顾惜他牲畜的命; 恶人的怜悯也是残忍。
10δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ, τὰ δὲ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.
11耕种自己田地的,必得饱食; 追随虚浮的,却是无知。
11ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν. 11α ὅς ἐστιν ἡδὺς ἐν οἴνων διατριβαῖς, ἐν τοῖς ἑαυτοῦ ὀχυρώμασι καταλείψει ἀτιμίαν.
12恶人想得坏人的网罗; 义人的根得以结实。
12ἐπιθυμίαι ἀσεβῶν κακαί, αἱ δὲ ρίζαι τῶν εὐσεβῶν ἐν ὀχυρώμασι.
13恶人嘴中的过错是自己的网罗; 但义人必脱离患难。
13δι᾿ ἁμαρτίαν χειλέων ἐμπίπτει εἰς παγίδας ἁμαρτωλός, ἐκφεύγει δὲ ἐξ αὐτῶν δίκαιος. 13α ὁ βλέπων λεῖα ἐλεηθήσεται, ὁ δὲ συναντῶν ἐν πύλαις ἐκθλίψει ψυχάς.
14人因口所结的果子,必饱得美福; 人手所做的,必为自己的报应。
14ἀπὸ καρπῶν στόματος ψυχὴ ἀνδρὸς πλησθήσεται ἀγαθῶν, ἀνταπόδομα δὲ χειλέων αὐτοῦ δοθήσεται αὐτῷ.
15愚妄人所行的,在自己眼中看为正直; 惟智慧人肯听人的劝教。
15ὁδοὶ ἀφρόνων ὀρθαὶ ἐνώπιον αὐτῶν, εἰσακούει δὲ συμβουλίας σοφός.
16愚妄人的恼怒立时显露; 通达人能忍辱藏羞。
16ἄφρων αὐθημερὸν ἐξαγγέλλει ὀργὴν αὐτοῦ, κρύπτει δὲ τὴν ἑαυτοῦ ἀτιμίαν ἀνὴρ πανοῦργος.
17说出真话的,显明公义; 作假见证的,显出诡诈。
17ἐπιδεικνυμένην πίστιν ἀπαγγέλλει δίκαιος, ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος.
18说话浮躁的,如刀刺人; 智慧人的舌头却为医人的良药。
18εἰσὶν οἳ λέγοντες τιτρώσκουσι μαχαίρᾳ, γλῶσσαι δὲ σοφῶν ἰῶνται.
19口吐真言,永远坚立; 舌说谎话,只存片时。
19χείλη ἀληθινὰ κατορθοῖ μαρτυρίαν, μάρτυς δὲ ταχὺς γλῶσσαν ἔχει ἄδικον.
20图谋恶事的,心存诡诈; 劝人和睦的,便得喜乐。
20δόλος ἐν καρδίᾳ τεκταινομένου κακά, οἱ δὲ βουλόμενοι εἰρήνην εὐφρανθήσονται.
21义人不遭灾害;恶人满受祸患。
21οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον, οἱ δὲ ἀσεβεῖς πλησθήσονται κακῶν.
22说谎言的嘴为耶和华所憎恶; 行事诚实的,为他所喜悦。
22βδέλυγμα Κυρίῳ χείλη ψευδῆ, ὁ δὲ ποιῶν πίστεις δεκτὸς παρ᾿ αὐτῷ.
23通达人隐藏知识; 愚昧人的心彰显愚昧。
23ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως, καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς.
24殷勤人的手必掌权; 懒惰的人必服苦。
24χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται ἐν προνομῇ.
25人心忧虑,屈而不伸; 一句良言,使心欢乐。
25φοβερὸς λόγος καρδίαν ταράσσει ἀνδρὸς δικαίου, ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν.
26义人引导他的邻舍; 恶人的道叫人失迷。
26ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται, αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς. ἁμαρτάνοντας καταδιώξεται κακὰ ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς.
27懒惰的人不烤打猎所得的; 殷勤的人却得宝贵的财物。
27οὐκ ἐπιτεύξεται δόλιος θήρας, κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός.
28在公义的道上有生命; 其路之中并无死亡。
28ἐν ὁδοῖς δικαιοσύνης ζωή, ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον.
Tip: use the ← and → keys to turn chapters.