以赛亚书
Chapter 22
Chinese Union Version, p…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1论异象谷的默示: 有什么事使你这 满城的人 都上房顶呢?
1Τί ἐγένετό σοι, ὅτι νῦν ἀνέβητε πάντες εἰς δώματα μάταια;
2你这满处呐喊、大有喧哗的城, 欢乐的邑啊, 你中间被杀的并不是被刀杀, 也不是因打仗死亡。
2Ἐνεπλήσθη ἡ πόλις βοώντων, οἱ τραυματίαι σου οὐ τραυματίαι ἐν μαχαίραις, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμων.
3你所有的官长一同逃跑, 都为弓箭手所捆绑。 你中间一切被找到的都一同被捆绑; 他们本是逃往远方的。
3Πάντες οἱ ἄρχοντές σου πεφεύγασι, καὶ οἱ ἁλόντες σκληρῶς δεδεμένοι εἰσί, καὶ οἱ ἰσχύοντες ἐν σοὶ πόῤῥω πεφεύγασι.
4所以我说:你们转眼不看我, 我要痛哭。 不要因我众民的毁灭, 就竭力安慰我。
4Διὰ τοῦτο εἶπα, ἄφετέ με, πικρῶς κλαύσομαι· μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου,
5因为主—万军之耶和华使「异象谷」 有溃乱、践踏、烦扰的日子。 城被攻破, 哀声达到山间。
5ὅτι ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος, καὶ πλάνησις παρὰ Κυρίου σαβαώθ· ἐν φάραγγι Σιὼν πλανῶνται, ἀπὸ μικροῦ ἕως μεγάλου πλανῶνται ἐπὶ τὰ ὄρη.
6以拦 带着箭袋, 还有坐战车的和马兵; 吉珥 揭开盾牌。
6Οἱ δὲ Ἐλαμεῖται ἔλαβον φαρέτρας, καὶ ἀναβάται ἄνθρωποι ἐφʼ ἵππους, καὶ συναγωγὴ παρατάξεως.
7你嘉美的谷遍满战车, 也有马兵在城门前排列。
7Καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου, πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου,
8他去掉 犹大 的遮盖。 那日,你就仰望林库内的军器。
8καὶ ἀνακαλύψουσι τὰς πύλας Ἰούδα· καὶ ἐμβλέψονται τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τοὺς ἐκλεκτοὺς οἴκους τῆς πόλεως·
9你们看见 大卫城 的破口很多,便聚积下池的水,
9Καὶ ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυείδ· καὶ εἴδοσαν, ὅτι πλείους εἰσί, καὶ ὅτι ἀπέστρεψε τὸ ὕδωρ τῆς ἀρχαίας κολυμβήθρας εἰς τὴν πόλιν,
10又数点 耶路撒冷 的房屋,将房屋拆毁,修补城墙,
10καὶ ὅτι καθείλοσαν τοὺς οἴκους Ἱερουσαλὴμ εἰς ὀχυρώματα τείχους τῇ πόλει.
11又在两道城墙中间挖一个聚水池可盛旧池的水,却不仰望做这事的主,也不顾念从古定这事的。
11Καὶ ἐποιήσατε ἑαυτοῖς ὕδωρ ἀναμέσον τῶν δύο τειχῶν ἐσώτερον τῆς κολυμβήθρας τῆς ἀρχαίας, καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ἀπʼ ἀρχῆς ποιήσαντα αὐτὴν, καὶ τὸν κτίσαντα αὐτὴν οὐκ εἴδετε.
12当那日,主—万军之耶和华叫人哭泣哀号, 头上光秃,身披麻布。
12Καὶ ἐκάλεσε Κύριος Κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν, καὶ ξύρησιν καὶ ζῶσιν σάκκων,
13谁知,人倒欢喜快乐, 宰牛杀羊,吃肉喝酒, 说 : 我们吃喝吧!因为明天要死了。
13αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα, σφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν κρέατα, καὶ πιεῖν οἶνον, λέγονες, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν.
14万军之耶和华亲自默示我 说 : 这罪孽直到你们死,断不得赦免! 这是主—万军之耶和华说的。
14Καὶ ἀνακεκαλυμμένα ταῦτά ἐστιν ἐν τοῖς ὠσὶ Κυρίου σαβαὼθ, ὅτι οὐκ ἀφεθήσεται ὑμῖν αὕτη ἡ ἁμαρτία, ἕως ἂν ἀποθάνητε.
15主—万军之耶和华这样说:「你去见掌银库的,就是家宰 舍伯那 , 对他说 :
15Τάδε λέγει Κύριος σαβαὼθ, πορεύου εἰς τὸ παστοφόριον, πρὸς Σομνᾶν τὸν ταμίαν, καὶ εἰπὸν αὐτῷ,
16『你在这里做什么呢?有什么人竟在这里凿坟墓,就是在高处为自己凿坟墓,在磐石中为自己凿出安身之所?
16τί σὺ ὧδε καὶ τί σοί ἐστιν ὧδε; ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ σκηνήν;
17看哪,耶和华必像 大有力的 人,将你紧紧缠裹,竭力抛去。
17Ἰδοὺ δὴ Κύριος σαβαὼθ ἐκβάλλει καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον,
18他必将你滚成一团, 抛 在宽阔之地,好像抛球一样。你这主人家的羞辱,必在那里坐你荣耀的车,也必在那里死亡。
18καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἰς καταπάτημα.
19我必赶逐你离开官职;你必从你的原位撤下。』
19Καὶ ἀφαιρεθήσῃ ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεώς σου.
20「到那日,我必召我仆人 希勒家 的儿子 以利亚敬 来,
20Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου,
21将你的外袍给他穿上,将你的腰带给他系紧,将你的政权交在他手中。他必作 耶路撒冷 居民和 犹大 家的父。
21καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ κατὰ κράτος, καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ· καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἱερουσαλὴμ, καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἰούδᾳ.
22我必将 大卫 家的钥匙放在他肩头上。他开,无人能关;他关,无人能开。
22Καὶ δώσω τὴν δόξαν Δαυεὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων· καὶ δώσω αὐψῷ τὴν κλεῖδα οἴκου Δαυὶδ ἐπὶ τῷ ὢμῳ αὐτοῦ· καὶ ἀνοίξει, καὶ οὐκ ἔσται ὁ ἀποκλείων· καὶ κλείσει, καὶ οὐκ ἔσται ὁ ἀνοίγων.
23我必将他 安稳 ,像钉子钉在坚固处;他必作为他父家荣耀的宝座。
23Καὶ στήλω αὐτὸν ἄρχοντα ἐν τόπῳ πιστῷ, καὶ ἔσται εἰς θρόνον δόξης τοῦ οἴκου τοῦ πατρὸς αὐτοῦ.
24他父家所有的荣耀,连儿女带子孙,都挂在他身上,好像一切小器皿,从杯子到酒瓶挂上一样。
24Καὶ ἔσται πεποιθὼς ἐπʼ αὐτὸν πᾶς ἔνδοξος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ, ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἔσονται ἐπικρεμάμενοι αὐτῷ
25万军之耶和华说:当那日,钉在坚固处的钉子必压斜,被砍断落地;挂在其上的重担必被剪断。因为这是耶和华说的。」
25τῇ ἡμέρᾳ ἐκείνῃ· τάδε λέγει Κύριος σαβαὼθ, κινηθήσεται ὁ ἄνθρωπος ὁ ἐστηριγμένος ἐν τόπῳ πιστῷ, καὶ ἀφαιρεθήσεται, καὶ πεσεῖται, καὶ ἐξολεθρευθήσεται ἡ δόξα ἡ ἐπʼ αὐτόν, ὅτι Κύριος ἐλάλησεν. ΤΟ ῬΗΜΑ ΤΥΡΟΥ.

Tip: use the ← and → keys to turn chapters.