以赛亚书 33
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1祸哉!你这毁灭人的, 自己倒不被毁灭; 行事诡诈的, 人倒不以诡诈待你。 你毁灭罢休了, 自己必被毁灭; 你行完了诡诈, 人必以诡诈待你。
1Οὐαὶ τοῖς ταλαιπωροῦσιν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους, καὶ ὁ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ· ἁλώσονται οἱ ἀθετοῦντες, καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐφʼ ἱματίου, οὕτως ἡττηθήσονται.
2耶和华啊,求你施恩于我们; 我们等候你。 求你每早晨作我们的膀臂, 遭难的时候为我们的拯救。
2Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν, ἡ δὲ σωτηρία ἡμῶν ἐν καιρῷ θλίψεως.
3喧嚷的响声一发,众民奔逃; 你一兴起,列国四散。
3Διὰ φωνὴν τοῦ φόβου ἐξέστησαν λαοὶ ἀπὸ τοῦ φόβου σου, καὶ διεσπάρησαν τὰ ἔθνη.
4你们所掳的必被敛尽, 好像蚂蚱吃尽 禾稼 。 人要蹦在其上,好像蝗虫一样。
4Νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν μικροῦ καὶ μεγάλου· ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδας, οὕτως ἐμπαίξουσιν ὑμῖν.
5耶和华被尊崇,因他居在高处; 他以公平公义充满 锡安 。
5Ἅγιος ὁ Θεὸς ὁ κατοικῶν ἐν ὑψηλῷ, ἔνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης.
6你一生一世必得安稳— 有丰盛的救恩, 并智慧和知识; 你以敬畏耶和华为至宝。
6Ἐν νόμῳ παραδοθήσονται, ἐν θησαυροῖς ἡ σωτηρία ἡμῶν, ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν κύριον· οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης.
7看哪,他们的豪杰在外头哀号; 求和的使臣痛痛哭泣。
7Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν οὗτοι φοβηθήσονται· οὓς ἐφοβεῖσθε, βοήσονται ἀφʼ ὑμῶν· ἄγγελοι ἀποσταλήσονται, πικρῶς κλαίοντες, παρακαλοῦντες εἰρήνην.
8大路荒凉,行人止息; 敌人 背约, 藐视城邑, 不顾人民。
8Ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί· πέπαυται ὁ φόβος τῶν ἐθνῶν, καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους.
9地上悲哀衰残; 黎巴嫩 羞愧枯干; 沙 像旷野; 巴珊 和 迦密 的树林 凋残。
9Ἐπένθησεν ἡ γῆ, ᾐσχύνθη ὁ Λίβανος, ἕλη ἐγένετο ὁ Σάρων· φανερὰ ἔσται ἡ Γαλιλαία, καὶ ὁ Χέρμελ.
10耶和华说: 现在我要起来; 我要兴起; 我要勃然而兴。
10Νῦν ἀναστήσομαι, λέγει Κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι.
11你们要怀的是糠秕, 要生的是碎秸; 你们的气就是吞灭自己的火。
11Νῦν ὄψεσθε, νῦν αἰσθηθήσεσθε, ματαία ἔσται ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν· πῦρ κατέδεται ὑμᾶς.
12列邦必像已烧的石灰, 像已割的荆棘在火中焚烧。
12Καὶ ἔσονται ἔθνη κατακεκαυμένα, ὡς ἄκανθα ἐν ἀγρῷ ἐῤῥιμμένη καὶ κατακεκαυμένη.
13你们远方的人当听我所行的; 你们近处的人当承认我的大能。
13Ἀκούσονται οἱ πόῤῥωθεν ἃ ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου.
14锡安 中的罪人都惧怕; 不敬虔的人被战兢抓住。 我们中间谁能与吞灭的火同住? 我们中间谁能与永火同住呢?
14Ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, λήψεται τρόμος τοὺς ἀσεβεῖς· τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται; τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον;
15行事公义、说话正直、 憎恶欺压的财利、 摆手不受贿赂、 塞耳不听流血的话, 闭眼不看邪恶事的,
15Πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων· βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος· καμμύων τοὺς ὀφθαλμοὺς, ἵνα μὴ ἴδῃ ἀδικίαν,
16他必居高处; 他的保障是磐石的坚垒; 他的粮必不缺乏; 他的水必不断绝。
16οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν.
17你的眼必见王的荣美, 必见辽阔之地。
17Βασιλέα μετὰ δόξης ὄψεσθε, οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόῤῥωθεν,
18你的心必思想那惊吓的事, 自问说 :记数目的在哪里呢? 平 贡银 的在哪里呢? 数戍楼的在哪里呢?
18ἡ ψυχὴ ἡμῶν μελετήσει φόβον· ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἐστιν ὁ ἀριθμῶν τοὺς τρεφομένους
19你必不见那强暴的民, 就是说话深奥,你不能明白, 言语呢喃,你不能懂得的。
19μικρὸν καὶ μέγαν λαόν; ᾧ οὐ συνεβουλεύσατο, οὐσὲ ᾔδει βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις.
20你要看 锡安 —我们守圣节的城! 你的眼必见 耶路撒冷 为安静的居所, 为不挪移的帐幕, 橛子永不拔出, 绳索一根也不折断。
20Ἰδοὺ Σιὼν ἡ πόλις, τὸ σωτήριον ἡμῶν, οἱ ὀφθαλμοί σου ὄψονται Ἱερουσαλὴμ, πόλις πλουσία, σκηναὶ αἳ οὐ μὴ σεισθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαῤῥαγῶσιν·
21在那里,耶和华必显威严与我们同在, 当作江河宽阔之地; 其中必没有荡桨摇橹的船来往, 也没有威武的船经过。
21ὅτι τὸ ὄνομα Κυρίου μέγα ὑμῖν· τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυχες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδὸν, οὐδὲ πορεύσεται πλοῖον ἐλαύνον.
22因为,耶和华是审判我们的; 耶和华是给我们设律法的; 耶和华是我们的王; 他必拯救我们。
22Ὁ γὰρ Θεός μου μέγας ἐστίν· οὐ παρελεύσεταί με Κύριος κριτὴς ἡμῶν, Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος οὗτος ἡμᾶς σώσει.
23你的绳索松开: 不能栽稳桅杆, 也不能扬起篷来。 那时许多掳来的物被分了; 瘸腿的把掠物夺去了。
23Ἐῤῥάγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσαν· ὁ ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἰς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι,
24城内居民必不说:我病了; 其中居住的百姓,罪孽都赦免了。
24καὶ οὐ μὴ εἴπωσι, Κοπιῶ ὁ λαὸς ἐνοικῶν ἐν αὐτοῖς· ἀφεθῆ γὰρ αὐτοῖς ἡ ἁμαρτία.
Tip: use the ← and → keys to turn chapters.