以赛亚书
Chapter 52
Chinese Union Version, p…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1锡安 哪,兴起!兴起! 披上你的能力! 圣城 耶路撒冷 啊,穿上你华美的衣服! 因为从今以后, 未受割礼、不洁净的必不再进入你中间。
1Ἐξεγείρου ἐξεγείρου Σιὼν, ἔνδυσαι τὴν ἰσχύν σου Σιὼν, καὶ σὺ ἔνδυσαι τὴν δόξαν σου Ἱερουσαλὴμ πόλις ἡ ἁγία· οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος.
2耶路撒冷 啊,要抖下尘土! 起来坐 在位上 ! 锡安 被掳的居民哪, 要解开你颈项的锁链!
2Ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι, κάθισον Ἱερουσαλὴμ, ἔκδυσαι τὸν δεσμὸν τοῦ τραχήλου σου ἡ αἰχμάλωτος θυγάτηρ Σιών.
3耶和华如此说:「你们是无价被卖的,也必无银被赎。
3Ὅτι τάδε λέγει Κύριος, δωρεὰν ἐπράθητε, καὶ οὐ μετὰ ἀργυρίου λυτρωθήσεσθε.
4主耶和华如此说:起先我的百姓下到 埃及 ,在那里寄居,又有 亚述 人无故欺压他们。
4Οὕτως λέγει Κύριος, εἰς Αἴγυπτον κατέβη ὁ λαός μου τὸ πρότερον παροικῆσαι ἐκεῖ, καὶ εἰς Ἀσσυρίους βίᾳ ἤχθησαν.
5耶和华说:我的百姓既是无价被掳去,如今我在这里做什么呢?耶和华说:辖制他们的人呼叫,我的名整天受亵渎。
5Καὶ νῦν τί ἐστὲ ὧδε; τάδε λέγει Κύριος, ὅτι ἐλήφθη ὁ λαός μου δωρεὰν, θαυμάζετε καὶ ὀλολύζετε· τάδε λέγει Κύριος, διʼ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι.
6所以,我的百姓必知道我的名;到那日 他们必知道 说这话的就是我。看哪,是我!」
6Διατοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν, πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων,
7那报佳音,传平安, 报好信,传救恩的, 对 锡安 说:你的 神作王了! 这人的脚登山何等佳美!
7ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθὰ, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων, Σιὼν βασιλεύσει σου ὁ Θεός.
8听啊,你守望之人的声音, 他们扬起声来,一同歌唱; 因为耶和华归回 锡安 的时候, 他们必亲眼看见。
8Ὅτι φωνὴ τῶν φυλασσόντων σε ὑψώθη, καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται· ὅτι ὀφθαλμοὶ πρὸς ὀφθαλμοὺς ὄψονται, ἡνίκα ἂν ἐλεήσῃ Κύριος τὴν Σιών.
9耶路撒冷 的荒场啊, 要发起欢声,一同歌唱; 因为耶和华安慰了他的百姓, 救赎了 耶路撒冷 。
9Ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλὴμ, ὅτι ἠλέησε Κύριος αὐτὴν, καὶ ἐῤῥύσατο Ἱερουσαλήμ.
10耶和华在万国眼前露出圣臂; 地极的人都看见我们 神的救恩了。
10Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ ἡμῶν.
11你们离开吧!离开吧! 从 巴比伦 出来。 不要沾不洁净的物; 要从其中出来。 你们扛抬耶和华器皿的人哪, 务要自洁。
11Ἀπόστητε, ἀπόστητε, ἐξέλθατε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἅψησθε, ἐξέλθατε ἐκ μέσου αὐτῆς, ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη Κυρίου·
12你们出来必不致急忙, 也不致奔逃。 因为,耶和华必在你们前头行; 以色列 的 神必作你们的后盾。
12Ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, οὐδὲ φυγῇ πορεύσεσθε· προπορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος, καὶ ὁ ἐπισυνάγων ὑμᾶς Θεὸς Ἰσραήλ.
13我的仆人行事必有智慧, 必被高举上升, 且成为至高。
13Ἰδοὺ, συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται σφόδρα.
14许多人因他惊奇; 他的面貌比别人憔悴; 他的形容比世人枯槁。
14Ὃν τρόπον ἐκστήσονται ἐπὶ σὲ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ τῶς ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων.
15这样,他必洗净许多国民; 君王要向他闭口。 因所未曾传与他们的,他们必看见; 未曾听见的,他们要明白。
15Οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπʼ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι.

Tip: use the ← and → keys to turn chapters.