以赛亚书 61
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1主耶和华的灵在我身上; 因为耶和华用膏膏我, 叫我传好信息给谦卑的人, 差遣我医好伤心的人, 报告被掳的得释放, 被囚的出 监牢 ;
1Πνεῦμα Κυρίου ἐπʼ ἐμὲ, οὗ εἵνεκε ἔχρισέν με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν,
2报告耶和华的恩年, 和我们 神报仇的日子; 安慰一切悲哀的人,
2καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας,
3赐华冠与 锡安 悲哀的人,代替灰尘; 喜乐油代替悲哀; 赞美衣代替忧伤之灵; 使他们称为「公义树」, 是耶和华所栽的,叫他得荣耀。
3δοθῆναι τοῖς πενθοῦσι Σιὼν αὐτοῖς δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσι, κατὰ στολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν.
4他们必修造已久的荒场, 建立先前凄凉之处, 重修历代荒凉之城。
4Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, ἐξηρημωμένας πρότερον ἐξαναστήσουσι, καὶ καινιοῦσι πόλεις ἐρήμους, ἐξηρημωμένας εἰς γενεάς.
5那时,外人必起来牧放你们的羊群; 外邦人必作你们耕种田地的, 修理葡萄园的。
5Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες, καὶ ἀμπελουργοί.
6你们倒要称为耶和华的祭司; 人必称你们为我们 神的仆役。 你们必吃用列国的财物, 因得他们的荣耀自夸。
6Ὑμεῖς δὲ ἱερεῖς Κυρίου κληθήσεσθε, λειτουργοὶ Θεοῦ, ἰσχὺν ἐθνῶν κατέδεσθε, καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε.
7你们 必得 加倍 的好处 ,代替所受的羞辱; 分中所得的喜乐,必代替所受的凌辱。 在境内必得加倍 的产业 ; 永远之乐必归与你们。
7Οὕτως ἐκ δευτέρας κληρονομήσουσι τὴν γῆν, καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν.
8因为我—耶和华喜爱公平, 恨恶抢夺和罪孽; 我要凭诚实施行报应, 并要与我的百姓立永约。
8Ἐγὼ γάρ εἰμι Κύριος ὁ ἀγαπῶν δικαιοσύνην, καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις, καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς.
9他们的后裔必在列国中被人认识; 他们的子孙在众民中也是如此。 凡看见他们的必认他们是耶和华赐福的后裔。
9Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν, καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν· πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτοὺς, ὅτι οὗτοί εἰσι σπέρμα ηὐλογημένον ὑπὸ Θεοῦ,
10我因耶和华大大欢喜; 我的心靠 神快乐。 因他以拯救为衣给我穿上, 以公义为袍给我披上, 好像新郎戴上华冠, 又像新妇佩戴妆饰。
10καὶ εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ Κύριον. Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης, ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ.
11田地怎样使百谷发芽, 园子怎样使所种的发生, 主耶和华必照样 使公义和赞美在万民中发出。
11Καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ, οὕτως ἀνατελεῖ Κύριος Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν.
Tip: use the ← and → keys to turn chapters.