创世记 46
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1以色列 带着一切所有的,起身来到 别是巴 ,就献祭给他父亲 以撒 的 神。
1Ἀπᾴρας δὲ Ἰσραὴλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου· καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ.
2夜间, 神在异象中对 以色列 说:「 雅各 ! 雅各 !」他说:「我在这里。」
2Εἶπε δὲ ὁ Θεὸς τῷ Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτὸς, εἰπὼν, Ἰακὼβ, Ἰακώβ· ὁ δὲ εἶπε, τί ἐστιν;
3神说:「我是 神,就是你父亲的 神。你下 埃及 去不要害怕,因为我必使你在那里成为大族。
3Ὁ δὲ λέγει αὐτῷ, ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ.
4我要和你同下 埃及 去,也必定带你上来; 约瑟 必给你送终。」
4Καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος· καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου.
5雅各 就从 别是巴 起行。 以色列 的儿子们使他们的父亲 雅各 和他们的妻子、儿女都坐在法老为 雅各 送来的车上。
5Ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου· καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν, καὶ τὴν ἀποσκευὴν, καὶ τὰς γυναῖκας αὐτῶν, ἐπὶ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν.
6他们又带着 迦南 地所得的牲畜、货财来到 埃及 。 雅各 和他的一切子孙都一同来了。
6Καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν, καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐκ γῇ Χαναὰν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακὼβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετʼ αὐτοῦ.
7雅各 把他的儿子、孙子、女儿、孙女,并他的子子孙孙,一同带到 埃及 。
7Υἱοὶ, καὶ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετʼ αὐτοῦ· θυγατέρες, καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ· καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον·
8来到 埃及 的 以色列 人名字记在下面。 雅各 和他的儿孙: 雅各 的长子是 吕便 。
8Ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσελθόντων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν. Ἰακὼβ καὶ οἱ υἱοὶ αὐτοῦ· πρωτότοκος Ἰακὼβ, Ῥουβήν.
9吕便 的儿子是 哈诺 、 法路 、 希斯伦 、 迦米 。
9γἱοὶ δὲ Ῥουβὴν, Ἑνὼχ, καὶ Φαλλὸς, Ἀσρὼν, καὶ Χαρμί.
10西缅 的儿子是 耶母利 、 雅悯 、 阿辖 、 雅斤 、 琐辖 ,还有 迦南 女子所生的 扫罗 。
10Υἱοὶ δὲ Συμεὼν, Ἰεμουὴλ, καὶ Ἰαμεὶν, καὶ Ἀὼδ, καὶ Ἀχεὶν, καὶ Σαὰρ, καὶ Σαοὺλ υἱὸς τῆς Χανανίτιδος.
11利未 的儿子是 革顺 、 哥辖 、 米拉利 。
11Υἱοὶ δὲ Λευὶ, Γηρσὼν, Κὰθ, καὶ Μεραρί.
12犹大 的儿子是 珥 、 俄南 、 示拉 、 法勒斯 、 谢拉 ;惟有 珥 与 俄南 死在 迦南 地。 法勒斯 的儿子是 希斯 、 哈母勒 。
12Υἱοὶ δὲ Ἰούδα, Ἢρ, καὶ Αὐνὰν, καὶ Σηλὼμ, καὶ Φαρὲς, καὶ Ζαρά· ἀπέθανε δὲ Ἢρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν· ἐγένοντο δὲ υἱοὶ Φαρὲς, Ἑσρὼν, καὶ Ἰεμουήλ.
13以萨迦 的儿子是 陀拉 、 普瓦 、 约伯 、 伸 。
13Υἱοὶ δὲ Ἰσσάχαρ, Θωλὰ, καὶ Φουὰ, καὶ Ἀσοὺμ, καὶ Σαμβράν.
14西布伦 的儿子是 西烈 、 以伦 、 雅利 。
14Υἱοὶ δὲ Ζαβουλὼν, Σερὲδ, καὶ Ἀλλὼν, καὶ Ἀχοήλ.
15这是 利亚 在 巴旦·亚兰 给 雅各 所生的儿子,还有女儿 底拿 。儿孙共有三十三人。
15Οὗτοι υἱοὶ Λείας, οὓς ἔτεκε τῷ Ἰακὼβ ἐν Μεσοποταμίᾳ τῆς Συρίας, καὶ Δείναν τὴν θυγατέρα αὐτοῦ· πᾶσαι αἱ ψυχαί, υἱοὶ καὶ θυγατέρες, τριάκοντα τρεῖς.
16迦得 的儿子是 洗非芸 、 哈基 、 书尼 、 以斯本 、 以利 、 亚罗底 、 亚列利 。
16Υἱοὶ δὲ Γάδ, Σαφὼν, καὶ Ἀγγὶς, καὶ Σαννὶς, καὶ Θασοβὰν, καὶ Ἀηδεὶς, καὶ Ἀροηδεὶς, καὶ Ἀρεηλείς.
17亚设 的儿子是 音拿 、 亦施瓦 、 亦施韦 、 比利亚 ,还有他们的妹子 西拉 。 比利亚 的儿子是 希别 、 玛结 。
17Υἱοὶ δὲ Ἀσὴρ, Ἰεμνα, Ἰεσσουὰ, καὶ Ἰεοὺλ, καὶ βαριὰ, καὶ Σάρα ἀδελφὴ αὐτῶν. Υἱοὶ δὲ βαριὰ, Χοβὸρ, καὶ Μελχιΐλ.
18这是 拉班 给他女儿 利亚 的婢女 悉帕 从 雅各 所生的儿孙,共有十六人。
18Οὗτοι υἱοὶ Ζελφᾶς, ἣν ἔδωκε Λάβαν Λείᾳ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακὼβ, δεκαὲξ ψυχάς.
19雅各 之妻 拉结 的儿子是 约瑟 和 便雅悯 。
19Υἱοὶ δὲ Ῥαχὴλ γυναικὸς Ἰακὼβ, Ἰωσὴφ, καὶ Βενιαμείν.
20约瑟 在 埃及 地生了 玛拿西 和 以法莲 ,就是 安 城的祭司 波提非拉 的女儿 亚西纳 给 约瑟 生的。
20Ἐγένοντο δὲ υἱοὶ Ἰωσὴφ ἐν γῇ Αἰγύπτου, οὓς ἔτεκεν αὐτῷ Ἀσενὲθ θυγάτηρ Πετεφρῆ ἱερέως Ἡλιουπόλεως, τὸν Μανασσῆ, καὶ τὸν Ἐφραίμ· ἐγένοντο δὲ υἱοὶ Μανασσῆ, οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ Σύρα, τὸν Μαχίρ· Μαχὶρ δὲ ἐγέννησε τὸν Γαλαάδ· υἱοὶ δὲ Ἐφραὶμ ἀδελφοῦ Μανασσῆ, Σουταλαὰμ, καὶ Ταάμ· υἱοὶ δὲ Σουταλαὰμ, Ἐδώμ.
21便雅悯 的儿子是 比拉 、 比结 、 亚实别 、 基拉 、 乃幔 、 以希 、 罗实 、 母平 、 户平 、 亚勒 。
21Υἱοὶ δὲ Βενιαμεὶν, Βαλὰ καὶ Βοχὸρ, καὶ Ἀσβήλ. Ἐγένοντο δὲ υἱοὶ Βαλὰ, Γηρὰ, καὶ Νοεμὰν, καὶ Ἀγχὶς, καὶ Ῥὼς, καὶ Μαμφίμ· Γηρὰ δὲ ἐγέννησε τὸν Ἀράδ.
22这是 拉结 给 雅各 所生的儿孙,共有十四人。
22Οὗτοι υἱοὶ Ῥαχὴλ, οὓς ἔτεκε τῷ Ἰακώβ· πᾶσαι αἱ ψυχαὶ δεκαοκτώ.
23但 的儿子是 户伸 。
23Υἱοὶ δὲ Δὰν, Ἀσόμ.
24拿弗他利 的儿子是 雅薛 、 沽尼 、 耶色 、 示冷 。
24Καὶ υἱοὶ Νεφθαλὶ, Ἀσιὴλ, καὶ Γωνὶ, καὶ Ἰσσάαρ, καὶ Σολλήμ.
25这是 拉班 给他女儿 拉结 的婢女 辟拉 从 雅各 所生的儿孙,共有七人。
25Οὗτοι υἱοὶ Βαλλὰς, ἣν ἔδωκε Λάβαν Ῥαχὴλ τῇ θυγατρὶ αὐτοῦ, ἣ ἔτεκε τούτους τῷ Ἰακὼβ, πᾶσαι αἱ ψυχαὶ ἑπτά.
26那与 雅各 同到 埃及 的,除了他儿妇之外,凡从他所生的,共有六十六人。
26Πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ, χωρὶς τῶν γυναικῶν υἱῶν Ἰακὼβ, πᾶσαι αἱ ψυχαὶ, ἑξηκονταέξ·
27还有 约瑟 在 埃及 所生的两个儿子。 雅各 家来到 埃及 的共有七十人。
27Υἱοὶ δὲ Ἰωσὴφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ Αἰγύπτῳ, ψυχαὶ ἐννέα. Πᾶσαι ψυχαὶ οἴκου Ἰακὼβ, αἱ εἰσελθοῦσαι μετὰ Ἰακὼβ εἰς Αἴγυπτον, ψυχαὶ ἑβδομηκονταπέντε.
28雅各 打发 犹大 先去见 约瑟 ,请派人引路往 歌珊 去;于是他们来到 歌珊 地。
28Τὸν δὲ Ἰούδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς Ἰωσὴφ, συναντῆσαι αὐτῷ καθʼ Ἡρώων πόλιν, εἰς γῆν Ῥαμεσσῆ.
29约瑟 套车往 歌珊 去,迎接他父亲 以色列 ,及至见了面,就伏在父亲的颈项上,哭了许久。
29Ζεύξας δὲ Ἰωσὴφ τὰ ἅρματα αὐτοῦ, ἀνέβη εἰς συνάντησιν Ἰσραὴλ τῷ πατρὶ αὐτοῦ, καθʼ Ἡρώων πόλιν· καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσε κλαυθμῷ πίονι.
30以色列 对 约瑟 说:「我既得见你的面,知道你还在,就是死我也甘心。」
30Καὶ εἶπεν Ἰσραήλ πρὸς Ἰωσὴφ, ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου· ἔτι γὰρ σὺ ζῇς.
31约瑟 对他的弟兄和他父的全家说:「我要上去告诉法老,对他说:『我的弟兄和我父的全家从前在 迦南 地,现今都到我这里来了。
31Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, ἀναβὰς ἀπαγγελῶ τῷ Φαραῷ, καὶ ἐρῶ αὐτῷ, οἱ ἀδελφοί μου, καὶ ὁ οἶκος τοῦ πατρός μου, οἳ ἦσαν ἐν γῇ χαναὰν, ἥκασι πρός με.
32他们本是牧羊的人,以养牲畜为业;他们把羊群牛群和一切所有的都带来了。』
32Οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες· ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν· καὶ τὰ κτήνη, καὶ τοὺς βόας, καὶ πάντα τὰ αὐτῶν ἀγηόχασιν.
33等法老召你们的时候,问你们说:『你们以何事为业?』
33Ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ, καὶ εἴπῃ ὑμῖν, τί τὸ ἔργον ὑμῶν ἐστι;
34你们要说:『你的仆人,从幼年直到如今,都以养牲畜为业,连我们的祖宗也都以此为业。』这样,你们可以住在 歌珊 地,因为凡牧羊的都被 埃及 人所厌恶。」
34Ἐρεῖτε, ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν, καὶ ἡμεῖς, καὶ οἱ πατέρες ἡμῶν· ἵνα κατοικήσητε ἐν γῇ Γεσὲμ Ἀραβίας· βδέλυγμα γάρ ἐστιν Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων.
Tip: use the ← and → keys to turn chapters.