创世记 39
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1约瑟 被带下 埃及 去。有一个 埃及 人,是法老的内臣—护卫长 波提乏 ,从那些带下他来的 以实玛利 人手下买了他去。
1Ἰωσὴφ δὲ κατήχθη εἰς Αἴγυπτον· καὶ ἐκτήσατο αὐτὸν Πετεφρὴς ὁ εὐνοῦχος Φαραὼ, ὁ ἀρχιμάγειρος, ἀνὴρ Αἰγύπτιος, ἐκ χειρῶν τῶν Ἰσμαηλιτῶν, οἳ κατήγαγον αὐτὸν ἐκεῖ.
2约瑟 住在他主人 埃及 人的家中,耶和华与他同在,他就百事顺利。
2Καὶ ἦν Κύριος μετὰ Ἰωσήφ· καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων· καὶ ἐγένετο ἐν τῷ οἴκῳ παρὰ τῷ κυρίῳ αὐτοῦ τῷ Αἰγυπτίῳ.
3他主人见耶和华与他同在,又见耶和华使他手里所办的尽都顺利,
3Ἤδει δὲ ὁ κύριος αὐτοῦ, ὅτι ὁ Κύριος ἦν μετʼ αὐτοῦ, καὶ ὅσα ἐὰν ποιῇ, Κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ.
4约瑟 就在主人眼前蒙恩,伺候他主人,并且主人派他管理家务,把一切所有的都交在他手里。
4Καὶ εὗρεν Ἰωσὴφ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ, καὶ εὐηρέστησεν αὐτῷ. Καὶ κατέστησε αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ· καὶ πάντα ὅσα ἦν αὐτῷ, ἔδωκε διὰ χειρὸς Ἰωσήφ.
5自从主人派 约瑟 管理家务和他一切所有的,耶和华就因 约瑟 的缘故赐福与那 埃及 人的家;凡家里和田间一切所有的都蒙耶和华赐福。
5Ἐγένετο δὲ μετὰ τὸ καταστῆναι αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ, καὶ ἐπὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ ηὐλόγησε Κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ Ἰωσήφ· καὶ ἐγενήθη εὐλογία Κυρίου ἐν πᾶσι τοῖς ὑπάρχουσιν αὐτῷ ἐν τῷ οἴκῳ, καὶ ἐν τῷ ἀγρῷ αὐτοῦ.
6波提乏 将一切所有的都交在 约瑟 的手中,除了自己所吃的饭,别的事一概不知。 约瑟 原来秀雅俊美。
6Καὶ ἐπέτρεψε πάντα ὅσα ἦν αὐτῷ, εἰς χεῖρας Ἰωσήφ· καὶ οὐκ ᾔδει τῶν καθʼ αὑτὸν οὐδὲν, πλὴν τοῦ ἄρτου, οὗ ἤσθιεν αὐτός. Καὶ ἦν Ἰωσὴφ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα.
7这事以后, 约瑟 主人的妻以目送情给 约瑟 ,说:「你与我同寝吧!」
7Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, καὶ ἐπέβαλεν ἡ γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ Ἰωσήφ· καὶ εἶπεν, κοιμήθητι μετʼ ἐμοῦ.
8约瑟 不从,对他主人的妻说:「看哪,一切家务,我主人都不知道;他把所有的都交在我手里。
8Ὁ δὲ οὐκ ἤθελεν· εἶπε δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ, εἰ ὁ κύριός μου οὐ γινώσκει διʼ ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ ἔδωκεν εἰς τὰς χεῖράς μου,
9在这家里没有比我大的;并且他没有留下一样不交给我,只留下了你,因为你是他的妻子。我怎能作这大恶,得罪 神呢?」
9καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῆ οὐθὲν ἐμοῦ, οὐδὲ ὑπεξῄρηται ἀπʼ ἐμοῦ οὐδὲν, πλὴν σοῦ, διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ;
10后来她天天和 约瑟 说, 约瑟 却不听从她,不与她同寝,也不和她在一处。
10Ἡνίκα δὲ ἐλάλει τῷ Ἰωσὴφ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουεν αὐτῇ καθεύδειν μετʼ αὐτῆς, τοῦ συγγενέσθαι αὐτῇ.
11有一天, 约瑟 进屋里去办事,家中人没有一个在那屋里,
11Ἐγένετο δὲ τοιαύτη τις ἡμέρα, καὶ εἰσῆλθεν Ἰωσὴφ εἰς τὴν οἰκίαν ποιεῖν τὰ ἔργα αὐτοῦ, καὶ οὐθεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω.
12妇人就拉住他的衣裳,说:「你与我同寝吧!」 约瑟 把衣裳丢在妇人手里,跑到外边去了。
12Καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων, λέγουσα, κοιμήθητι μετʼ ἐμοῦ· καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγε, καὶ ἐξῆλθεν ἔξω.
13妇人看见 约瑟 把衣裳丢在她手里跑出去了,
13Καὶ ἐγένετο ὡς εἶδεν ὅτι καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔφυγε, καὶ ἐξῆλθεν ἔξω,
14就叫了家里的人来,对他们说:「你们看!他带了一个 希伯来 人进入我们家里,要戏弄我们。他到我这里来,要与我同寝,我就大声喊叫。
14καὶ ἐκάλεσε τοὺς ὄντας ἐν τῇ οἰκίᾳ, καὶ εἶπεν αὐτοῖς, λέγουσα, ἴδετε, εἰσήγαγε ἡμῖν παῖδα Ἐβραῖον, ἐμπαίζειν ἡμῖν· εἰσῆλθε πρός με, λέγων, κοιμήθητι μετʼ ἐμοῦ· καὶ ἐβόησα φωνῇ μεγάλῃ.
15他听见我放声喊起来,就把衣裳丢在我这里,跑到外边去了。」
15Ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν, ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρʼ ἐμοὶ ἔφυγε, καὶ ἐξῆλθεν ἔξω.
16妇人把 约瑟 的衣裳放在自己那里,等着他主人回家,
16Καὶ καταλιμπάνει τὰ ἱμάτια παρʼ ἑαυτῇ, ἕως ἦλθεν ὁ κύριος εἰς τὸν οἶκον αὐτοῦ.
17就对他如此如此说:「你所带到我们这里的那 希伯来 仆人进来要戏弄我,
17Καὶ ἐλάλησεν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα, λέγουσα, εἰσῆλθε πρός με ὁ παῖς ὁ Ἑβραῖος, ὃν εἰσήγαγες πρὸς ἡμᾶς, ἐμπαῖξαί μοι· καὶ εἶπέ μοι, κοιμηθήσομαι μετὰ σοῦ.
18我放声喊起来,他就把衣裳丢在我这里,跑出去了。」
18Ὡς δὲ ἤκοῦσεν, ὅτι ὕψωσα τὴν φωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρʼ ἐμοὶ ἔφυγε, καὶ ἐξῆλθεν ἔξω.
19约瑟 的主人听见他妻子对他所说的话,说「你的仆人如此如此待我」,他就生气,
19Ἐγένετο δὲ, ὡς ἤκουσεν ὁ κύριος τὰ ῥήματα τῆς γυναικὸς αὐτοῦ, ὅσα ἐλάλησε πρὸς αὐτὸν, λέγουσα, οὕτως ἐποίησέ μοι ὁ παῖς σου, καὶ ἐθυμώθη ὀργῇ.
20把 约瑟 下在监里,就是王的囚犯被囚的地方。于是 约瑟 在那里坐监。
20Καὶ λαβὼν ὁ κύριος Ἰωσὴφ, ἐνέβαλε αὐτὸν εἰς τὸ ὀχύρωμα, εἰς τὸν τόπον ἐν ᾧ οἱ δεσμῶται τοῦ βασιλέως κατέχονται ἐκεῖ ἐν τῷ ὀχυρώματι.
21但耶和华与 约瑟 同在,向他施恩,使他在司狱的眼前蒙恩。
21Καὶ ἦν Κύριος μετὰ Ἰωσὴφ, καὶ κατέχεεν αὐτοῦ ἔλεος· καὶ ἔδωκεν αὐτῷ χάριν ἐναντίον τοῦ ἀρχιδεσμοφύλακος.
22司狱就把监里所有的囚犯都交在 约瑟 的手下;他们在那里所办的事都是经他的手。
22Καὶ ἔδωκεν ὁ ἀρχιδεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς Ἰωσὴφ, καὶ πάντας τοὺς ἀπηγμένους ὅσοι ἐν τῷ δεσμωτηρίῳ, καὶ πάντα ὅσα ποιοῦσιν ἐκεῖ, αὐτὸς ἦν ποιῶν.
23凡在 约瑟 手下的事,司狱一概不察,因为耶和华与 约瑟 同在;耶和华使他所做的尽都顺利。
23Οὐκ ἦν ὁ ἀρχιδεσμοφύλαξ τοῦ δεσμωτηρίου γινώσκον διʼ αὐτὸν οὐθέν· πάντα γὰρ ἦν διὰ χειρὸς Ἰωσὴφ, διὰ τὸ τὸν Κύριον μετʼ αὐτοῦ εἶναι· καὶ ὅσα αὐτὸς ἐποίει, ὁ Κύριος εὐώδο ἐν ταῖς χερσὶν αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.