创世记
Chapter 9
Chinese Union Version, p…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1神赐福给 挪亚 和他的儿子,对他们说:「你们要生养众多,遍满了地。
1Καὶ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ· καὶ εἶπεν αὐτοῖς· αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.
2凡地上的走兽和空中的飞鸟都必惊恐,惧怕你们,连地上一切的昆虫并海里一切的鱼都交付你们的手。
2Καὶ ὁ τρόμος, καὶ ὁ φόβος ὑμῶν, ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ἐπὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν δέδωκα.
3凡活着的动物都可以作你们的食物。这一切我都赐给你们,如同菜蔬一样。
3Καὶ πᾶν ἑρπετὸν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα.
4惟独肉带着血,那就是它的生命,你们不可吃。
4Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε.
5流你们血、害你们命的,无论是兽是人,我必讨他的罪,就是向各人的弟兄也是如此。
5Καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτό· καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου.
6凡流人血的,他的血也必被人所流,因为 神造人是照自己的形象造的。
6Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον.
7你们要生养众多,在地上昌盛繁茂。」
7Ὑμεῖς δὲ αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.
8神晓谕 挪亚 和他的儿子说:
8Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε καὶ τοῖς υἱοῖς αὐτοῦ, μετʼ αὐτοῦ λέγων,
9「我与你们和你们的后裔立约,
9καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθʼ ὑμᾶς,
10并与你们这里的一切活物—就是飞鸟、牲畜、走兽,凡从方舟里出来的活物—立约。
10καὶ πάσῃ ψυχῇ ζώσῃ μεθʼ ὑμῶν, ἀπὸ ὀρνέων, καὶ ἀπὸ κτηνῶν· καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα ἐστὶ μεθʼ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ.
11我与你们立约,凡有血肉的,不再被洪水灭绝,也不再有洪水毁坏地了。」
11Καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς· καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ· καὶ οὐκ ἔτι ἔσται κατακλυσμὸς ὕδατος, καταφθεῖραι πᾶσαν τὴν γῆν.
12神说:「我与你们并你们这里的各样活物所立的永约是有记号的。
12Καὶ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ὃ ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης, ἥ ἐστι μεθʼ ὑμῶν εἰς γενεὰς αἰωνίους.
13我把虹放在云彩中,这就可作我与地立约的记号了。
13Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς.
14我使云彩盖地的时候,必有虹现在云彩中,
14Καὶ ἔσται ἐν τῷ συννεφεῖν με νεφέλας ἐπὶ τὴν γῆν, ὀφθήσεται τὸ τόξον ἐν τῇ νεφέλῃ.
15我便记念我与你们和各样有血肉的活物所立的约,水就再不泛滥、毁坏一切有血肉的物了。
15Καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί· καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμὸν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα.
16虹必现在云彩中,我看见,就要记念我与地上各样有血肉的活物所立的永约。」
16Καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεφέλῃ· καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς, καὶ ἀνὰ μέσον ψυχῆς ζώσης ἐν πάσῃ σαρκὶ, ἥ ἐστιν ἐπὶ τῆς γῆς.
17神对 挪亚 说:「这就是我与地上一切有血肉之物立约的记号了。」
17Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον πάσης σαρκὸς, ἥ ἐστιν ἐπὶ τῆς γῆς.
18出方舟 挪亚 的儿子就是 闪 、 含 、 雅弗 。 含 是 迦南 的父亲。
18Ἦσαν δὲ οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ. Χὰμ δὲ ἦν πατὴρ Χαναάν.
19这是 挪亚 的三个儿子,他们的后裔分散在全地。
19Τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν.
20挪亚 作起农夫来,栽了一个葡萄园。
20Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα.
21他喝了园中的酒便醉了,在帐棚里赤着身子。
21Καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ.
22迦南 的父亲 含 看见他父亲赤身,就到外边告诉他两个弟兄。
22Καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ, καὶ ἐξελθὼν ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω.
23于是 闪 和 雅弗 拿件衣服搭在肩上,倒退着进去,给他父亲盖上;他们背着脸就看不见父亲的赤身。
23Καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν· καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανῶς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον.
24挪亚 醒了酒,知道小儿子向他所做的事,
24Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος.
25就说: 迦南 当受咒诅, 必给他弟兄作奴仆的奴仆;
25Καὶ εἶπεν, ἐπικατάρατος Χαναὰν παῖς· οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ.
26又说: 耶和华— 闪 的 神是应当称颂的! 愿 迦南 作 闪 的奴仆。
26Καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ· καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ.
27愿 神使 雅弗 扩张, 使他住在 闪 的帐棚里; 又愿 迦南 作他的奴仆。
27Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σήμ· καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ.
28洪水以后, 挪亚 又活了三百五十年。
28Ἔζησε δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τριακόσια πεντήκοντα.
29挪亚 共活了九百五十岁就死了。
29Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε ἐννακόσια πεντήκοντα ἔτη· καὶ ἀπέθανεν.

Tip: use the ← and → keys to turn chapters.