创世记
Chapter 35
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1神对 雅各 说:「起来!上 伯特利 去,住在那里;要在那里筑一座坛给 神,就是你逃避你哥哥 以扫 的时候向你显现的那位。」
1ΕΙΠΕ δὲ ὁ Θεὸς πρὸς Ἰακώβ· ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ καὶ οἴκει ἐκεῖ καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου.
2雅各 就对他家中的人并一切与他同在的人说:「你们要除掉你们中间的外邦神,也要自洁,更换衣裳。
2εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μετ᾿ αὐτοῦ· ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ᾿ ὑμῶν ἐκ μέσου ὑμῶν καὶ καθαρίσθητε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν,
3我们要起来,上 伯特利 去,在那里我要筑一座坛给 神,就是在我遭难的日子应允我 的祷告 、在我行的路上保佑我的那位。」
3καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Θεῷ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ᾿ ἐμοῦ καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην.
4他们就把外邦人的神像和他们耳朵上的环子交给 雅各 ; 雅各 都藏在 示剑 那里的橡树底下。
4καὶ ἔδωκαν τῷ Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις καὶ ἀπώλεσαν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας.
5他们便起行前往。 神使那周围城邑的人都甚惊惧,就不追赶 雅各 的众子了。
5καὶ ἐξῇρεν Ἰσραὴλ ἐκ Σικίμων, καὶ ἐγένετο φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ.
6于是 雅各 和一切与他同在的人到了 迦南 地的 路斯 ,就是 伯特利 。
6ἦλθε δὲ Ἰακὼβ εἰς Λουζά, ἥ ἐστιν ἐν γῇ Χαναάν, ἥ ἐστι Βαιθήλ, αὐτὸς καὶ πᾶς ὁ λαός, ὃς ἦν μετ᾿ αὐτοῦ.
7他在那里筑了一座坛,就给那地方起名叫 伊勒·伯特利 ;因为他逃避他哥哥的时候, 神在那里向他显现。
7καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ. ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ.
8利百加 的奶母 底波拉 死了,就葬在 伯特利 下边橡树底下;那棵树名叫 亚伦·巴古 。
8ἀπέθανε δὲ Δεβῶρα ἡ τροφὸς Ρεβέκκας καὶ ἐτάφη κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς Βάλανος πένθους.
9雅各 从 巴旦·亚兰 回来, 神又向他显现,赐福与他,
9Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἰακὼβ ἔτι ἐν Λουζᾷ, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ εὐλόγησεν αὐτὸν ὁ Θεός.
10且对他说:「你的名原是 雅各 ,从今以后不要再叫 雅各 ,要叫 以色列 。」这样,他就改名叫 以色列 。
10καὶ εἶπεν αὐτῷ ὁ Θεός· τὸ ὄνομά σου οὐ κληθήσεται ἔτι Ἰακώβ, ἀλλ᾿ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσραήλ.
11神又对他说:「我是全能的 神;你要生养众多,将来有一族和多国的民从你而生,又有君王从你而出。
11εἶπε δὲ αὐτῷ ὁ Θεός· ἐγὼ ὁ Θεός σου· αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.
12我所赐给 亚伯拉罕 和 以撒 的地,我要赐给你与你的后裔。」
12καὶ τὴν γῆν, ἣν ἔδωκα Ἁβραὰμ καὶ Ἰσαάκ, σοὶ δέδωκα αὐτήν· σοὶ ἔσται, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην.
13神就从那与 雅各 说话的地方升上去了。
13ἀνέβη δὲ ὁ Θεὸς ἀπ᾿ αὐτοῦ ἐκ τοῦ τόπου, οὗ ἐλάλησε μετ᾿ αὐτοῦ.
14雅各 便在那里立了一根石柱,在柱子上奠酒,浇油。
14καὶ ἔστησεν Ἰακὼβ στήλην ἐν τῷ τόπῳ, ᾧ ἐλάλησε μετ᾿ αὐτοῦ ὁ Θεός, στήλην λιθίνην, καὶ ἔσπεισεν ἐπ' αὐτὴν σπονδὴν καὶ ἐπέχεεν ἐπ᾿ αὐτὴν ἔλαιον.
15雅各 就给那地方起名叫 伯特利 。
15καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησε μετ᾿ αὐτοῦ ἐκεῖ ὁ Θεός, Βαιθήλ.
16他们从 伯特利 起行,离 以法他 还有一段路程, 拉结 临产甚是艰难。
16Ἀπάρας δὲ Ἰακὼβ ἐκ Βαιθήλ, ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδέρ. ἐγένετο δὲ ἡνίκα ἤγγισεν εἰς Χαβραθὰ τοῦ ἐλθεῖν εἰς τὴν Ἐφραθᾶ, ἔτεκε Ραχὴλ καὶ ἐδυστόκησεν ἐν τῷ τοκετῷ.
17正在艰难的时候,收生婆对她说:「不要怕,你又要得一个儿子了。」
17ἐγένετο δὲ ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα· θάρσει, καὶ γὰρ οὗτός σοί ἐστιν υἱός.
18她将近于死,灵魂要走的时候,就给她儿子起名叫 便·俄尼 ;他父亲却给他起名叫 便雅悯 。
18ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχήν, ἀπέθνησκε γάρ, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Υἱὸς ὀδύνης μου· ὁ δὲ πατὴρ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Βενιαμίν.
19拉结 死了,葬在 以法他 的路旁; 以法他 就是 伯利恒 。
19ἀπέθανε δὲ Ραχὴλ καὶ ἐτάφη ἐν τῇ ὁδῷ τοῦ ἱπποδρόμου Ἐφραθᾶ (αὕτη ἐστὶ Βηθλεέμ).
20雅各 在她的坟上立了一统碑,就是 拉结 的墓碑,到今日还在。
20καὶ ἔστησεν Ἰακὼβ στήλην ἐπὶ τοῦ μνημείου αὐτῆς· αὕτη ἐστὶν ἡ στήλη ἐπὶ τοῦ μνημείου Ραχὴλ ἕως τῆς ἡμέρας ταύτης.
21以色列 起行前往,在 以得台 那边支搭帐棚。
21ἐγένετο δέ ἡνίκα κατῴκησεν Ἰσραὴλ ἐν τῇ γῇ ἐκείνῃ, ἐπορεύθη Ρουβὴν καὶ ἐκοιμήθη μετὰ Βαλλᾶς τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ Ἰακώβ· καὶ ἤκουσεν Ἰσραήλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ.
22以色列 住在那地的时候, 吕便 去与他父亲的妾 辟拉 同寝, 以色列 也听见了。 雅各 共有十二个儿子。
22Ἦσαν δὲ οἱ υἱοὶ Ἰακὼβ δώδεκα.
23利亚 所生的是 雅各 的长子 吕便 ,还有 西缅 、 利未 、 犹大 、 以萨迦 、 西布伦 。
23υἱοὶ Λείας· πρωτότοκος Ἰακὼβ Ρουβήν, Συμεών, Λευί, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών.
24拉结 所生的是 约瑟 、 便雅悯 。
24υἱοὶ δὲ Ραχήλ· Ἰωσὴφ καὶ Βενιαμίν.
25拉结 的使女 辟拉 所生的是 但 、 拿弗他利 。
25υἱοὶ δὲ Βαλλᾶς παιδίσκης Ραχήλ· Δὰν καὶ Νεφθαλείμ.
26利亚 的使女 悉帕 所生的是 迦得 、 亚设 。这是 雅各 在 巴旦·亚兰 所生的儿子。
26υἱοὶ δὲ Ζελφᾶς παιδίσκης Λείας· Γὰδ καὶ Ἀσήρ. οὗτοι υἱοὶ Ἰακώβ, οἳ ἐγένοντο αὐτῷ ἐν Μεσοποταμίᾳ τῆς Συρίας.
27雅各 来到他父亲 以撒 那里,到了 基列·亚巴 的 幔利 ,乃是 亚伯拉罕 和 以撒 寄居的地方; 基列·亚巴 就是 希伯 。
27Ἦλθε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς Μαμβρῆ, εἰς πόλιν τοῦ πεδίου (αὕτη ἐστὶ Χεβρών) ἐν γῇ Χαναάν, οὗ παρῴκησεν Ἁβραὰμ καὶ Ἰσαάκ.
28以撒 共活了一百八十岁。
28ἐγένοντο δὲ αἱ ἡμέραι Ἰσαάκ, ἃς ἔζησεν, ἔτη ἑκατὸν ὀγδοήκοντα,
29以撒 年纪老迈,日子满足,气绝而死,归到他列祖那里。他两个儿子 以扫 、 雅各 把他埋葬了。
29καὶ ἐκλείπων Ἰσαὰκ ἀπέθανε καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ πρεσβύτερος καὶ πλήρης ἡμερῶν, καὶ ἔθαψαν αὐτὸν Ἡσαῦ καὶ Ἰακὼβ οἱ υἱοὶ αὐτοῦ.

Tip: use the ← and → keys to turn chapters.