创世记 16
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1亚伯兰 的妻子 撒莱 不给他生儿女。 撒莱 有一个使女,名叫 夏甲 ,是 埃及 人。
1ΣΑΡΑ δὲ γυνὴ ¨Αβραμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ.
2撒莱 对 亚伯兰 说:「耶和华使我不能生育。求你和我的使女同房,或者我可以因她得孩子。」 亚伯兰 听从了 撒莱 的话。
2εἶπε δὲ Σάρα πρὸς ¨Αβραμ· ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσωμαι ἐξ αὐτῆς. ὑπήκουσε δὲ ¨Αβραμ τῆς φωνῆς Σάρας.
3于是 亚伯兰 的妻子 撒莱 将使女 埃及 人 夏甲 给了丈夫为妾;那时 亚伯兰 在 迦南 已经住了十年。
3καὶ λαβοῦσα Σάρα ἡ γυνὴ ¨Αβραμ Ἄγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι ¨Αβραμ ἐν γῇ Χαναάν, ἔδωκεν αὐτὴν τῷ ¨Αβραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα.
4亚伯兰 与 夏甲 同房, 夏甲 就怀了孕;她见自己有孕,就小看她的主母。
4καὶ εἰσῆλθε πρὸς Ἄγαρ, καὶ συνέλαβε. καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς.
5撒莱 对 亚伯兰 说:「我因你受屈。我将我的使女放在你怀中,她见自己有了孕,就小看我。愿耶和华在你我中间判断。」
5εἶπε δὲ Σάρα πρὸς ¨Αβραμ· ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς· κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
6亚伯兰 对 撒莱 说:「使女在你手下,你可以随意待她。」 撒莱 苦待她,她就从 撒莱 面前逃走了。
6εἶπε δὲ ¨Αβραμ πρὸς Σάραν· ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστόν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.
7耶和华的使者在旷野 书珥 路上的水泉旁遇见她,
7Εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ.
8对她说:「 撒莱 的使女 夏甲 ,你从哪里来?要往哪里去?」 夏甲 说:「我从我的主母 撒莱 面前逃出来。」
8καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου. Ἄγαρ, παιδίσκη Σάρας, πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ; καὶ εἶπεν· ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω.
9耶和华的使者对她说:「你回到你主母那里,服在她手下」;
9εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· ἀποστράφηθι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς.
10又说:「我必使你的后裔极其繁多,甚至不可胜数」;
10καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους.
11并说:「你如今怀孕要生一个儿子,可以给他起名叫 以实玛利 ,因为耶和华听见了你的苦情。
11καί εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· ἰδού, σὺ ἐν γαστρί ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου.
12他为人必像野驴。他的手要攻打人,人的手也要攻打他;他必住在众弟兄的东边。」
12οὗτος ἔσται ἄγροικος ἄνθρωπος αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ᾿ αὐτόν, καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει.
13夏甲 就称那对她说话的耶和华为「看顾人的 神」。因而说:「在这里我也看见那看顾我的吗?」
13καὶ ἐκάλεσεν Ἄγαρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· σὺ ὁ Θεὸς ὁ ἐπιδών με, ὅτι εἶπε· καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι.
14所以这井名叫 庇耳·拉海·莱 。这井正在 加低斯 和 巴列 中间。
14ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ Φρέαρ οὗ ἐνώπιον εἶδον· ἰδοὺ ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράδ.
15后来 夏甲 给 亚伯兰 生了一个儿子; 亚伯兰 给他起名叫 以实玛利 。
15Καὶ ἔτεκεν Ἄγαρ τῷ ¨Αβραμ υἱόν, καὶ ἐκάλεσεν ¨Αβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Ἄγαρ, Ἰσμαήλ.
16夏甲 给 亚伯兰 生 以实玛利 的时候, 亚伯兰 年八十六岁。
16¨Αβραμ δὲ ἦν ἐτῶν ὀγδοηκονταέξ, ἡνίκα ἔτεκεν Ἄγαρ τῷ ¨Αβραμ τὸν Ἰσμαήλ.
Tip: use the ← and → keys to turn chapters.