创世记 31
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1雅各 听见 拉班 的儿子们有话说:「 雅各 把我们父亲所有的都夺了去,并借着我们父亲的,得了这一切的荣耀。」
1ΗΚΟΥΣΕ δὲ Ἰακὼβ τὰ ρήματα τῶν υἱῶν Λάβαν λεγόντων· εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην.
2雅各 见 拉班 的气色向他不如从前了。
2καὶ εἶδεν Ἰακὼβ τὸ πρόσωπον τοῦ Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν.
3耶和华对 雅各 说:「你要回你祖、你父之地,到你亲族那里去,我必与你同在。」
3εἶπε δὲ Κύριος πρὸς Ἰακώβ· ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ.
4雅各 就打发人,叫 拉结 和 利亚 到田野羊群那里来,
4ἀποστείλας δὲ Ἰακὼβ ἐκάλεσε Λείαν καὶ Ραχὴλ εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια.
5对她们说:「我看你们父亲的气色向我不如从前了;但我父亲的 神向来与我同在。
5καὶ εἶπεν αὐταῖς· ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμοῦ ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν· ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ᾿ ἐμοῦ.
6你们也知道,我尽了我的力量服事你们的父亲。
6καὶ αὐταὶ δὲ οἴδατε, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν.
7你们的父亲欺哄我,十次改了我的工价;然而 神不容他害我。
7ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με.
8他若说:『有点的归你作工价』,羊群所生的都有点;他若说:『有纹的归你作工价』,羊群所生的都有纹。
8ἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα ποικίλα· ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ πρόβατα λευκά·
9这样, 神把你们父亲的牲畜夺来赐给我了。
9καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν καὶ ἔδωκέ μοι αὐτά.
10羊配合的时候,我梦中举目一看,见跳母羊的公羊都是有纹的、有点的、有花斑的。
10καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ραντοί.
11神的使者在那梦中呼叫我说:『 雅各 。』我说:『我在这里。』
11καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ᾿ ὕπνον· Ἰακώβ· ἐγὼ δὲ εἶπα· τί ἐστι;
12他说:『你举目观看,跳母羊的公羊都是有纹的、有点的、有花斑的;凡 拉班 向你所做的,我都看见了。
12καὶ εἶπεν· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἰδὲ τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ραντούς· ἑώρακα γάρ ὅσα σοι Λάβαν ποιεῖ·
13我是 伯特利 的 神;你在那里 用油 浇过柱子,向我许过愿。现今你起来,离开这地,回你本地去吧!』」
13ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι ἐκεῖ εὐχήν· νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ.
14拉结 和 利亚 回答 雅各 说:「在我们父亲的家里还有我们可得的分吗?还有我们的产业吗?
14καὶ ἀποκριθεῖσαι Ραχὴλ καὶ Λεία εἶπαν αὐτῷ· μή ἐστιν ἡμῖν ἔτι μερὶς ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν;
15我们不是被他当作外人吗?因为他卖了我们,吞了我们的价值。
15οὐχ ὡς αἱ ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς καὶ καταβρώσει κατέφαγε τὸ ἀργύριον ἡμῶν.
16神从我们父亲所夺出来的一切财物,那就是我们和我们孩子们的。现今凡 神所吩咐你的,你只管去行吧!」
16πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται καὶ τοῖς τέκνοις ἡμῶν. νῦν οὖν ὅσα σοι εἴρηκεν ὁ Θεός, ποίει.
17雅各 起来,使他的儿子和妻子都骑上骆驼,
17Ἀναστὰς δὲ Ἰακὼβ ἔλαβε τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία αὐτοῦ ἐπὶ τὰς καμήλους.
18又带着他在 巴旦·亚兰 所得的一切牲畜和财物,往 迦南 地、他父亲 以撒 那里去了。
18καὶ ἀπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτῷ, καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτοῦ, ἣν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ ἀπελθεῖν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ εἰς γῆν Χαναάν.
19当时 拉班 剪羊毛去了, 拉结 偷了他父亲家中的神像。
19Λάβαν δὲ ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ· ἔκλεψε δὲ Ραχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς.
20雅各 背着 亚兰 人 拉班 偷走了,并不告诉他,
20ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀποδιδράσκει.
21就带着所有的逃跑。他起身过大河,面向 基列山 行去。
21καὶ ἀπέδρα αὐτὸς καὶ τὰ αὐτοῦ πάντα καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ.
22到第三日,有人告诉 拉班 , 雅各 逃跑了。
22ἀνηγγέλη δὲ Λάβαν τῷ Σύρῳ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτι ἀπέδρα Ἰακώβ,
23拉班 带领他的众弟兄去追赶,追了七日,在 基列山 就追上了。
23καὶ παραλαβὼν τοὺς ἀδελφοὺς αὐτοῦ μεθ᾿ ἑαυτοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτὰ καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ.
24夜间, 神到 亚兰 人 拉班 那里,在梦中对他说:「你要小心,不可与 雅各 说好说歹。」
24ἦλθε δὲ ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον καθ᾿ ὕπνον τὴν νύκτα καὶ εἶπεν αὐτῷ· φύλαξε σεαυτόν, μήποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.
25拉班 追上 雅各 。 雅各 在山上支搭帐棚; 拉班 和他的众弟兄也在 基列山 上支搭帐棚。
25καὶ κατέλαβε Λάβαν τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν τῷ ὄρει Γαλαάδ.
26拉班 对 雅各 说:「你做的是什么事呢?你背着我偷走了,又把我的女儿们带了去,如同用刀剑掳去的一般。
26εἶπε δὲ Λάβαν τῷ Ἰακώβ· τί ἐποίησας; ἱνατί κρυφῇ ἀπέδρας καὶ ἐκλοποφόρησάς με καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ;
27你为什么暗暗地逃跑,偷着走,并不告诉我,叫我可以欢乐、唱歌、击鼓、弹琴地送你回去?
27καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε μετ᾿ εὐφροσύνης καὶ μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας,
28又不容我与外孙和女儿亲嘴?你所行的真是愚昧!
28καὶ οὐκ ἠξιώθην καταφιλῆσαι τὰ παιδία μου καὶ τὰς θυγατέρας μου. νῦν δὲ ἀφρόνως ἔπραξας.
29我手中原有能力害你,只是你父亲的 神昨夜对我说:『你要小心,不可与 雅各 说好说歹。』
29καὶ νῦν ἰσχύει ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ Θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπε πρός με λέγων· φύλαξε σεαυτόν, μή ποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρά.
30现在你虽然想你父家,不得不去,为什么又偷了我的神像呢?」
30νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου· ἱνατί ἔκλεψας τοὺς θεούς μου;
31雅各 回答 拉班 说:「恐怕你把你的女儿从我夺去,所以我逃跑。
31ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπε τῷ Λάβαν· ὅτι ἐφοβήθην· εἶπα γάρ· μή ποτε ἀφέλῃς τὰς θυγατέρας σου ἀπ᾿ ἐμοῦ καὶ πάντα τὰ ἐμά.
32至于你的神像,你在谁那里搜出来,就不容谁存活。当着我们的众弟兄,你认一认,在我这里有什么东西是你的,就拿去。」原来 雅各 不知道 拉结 偷了那些神像。
32καὶ εἶπεν Ἰακώβ· παρ᾿ ᾧ ἂν εὕρῃς τοὺς θεούς σου, οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν· ἐπίγνωθι τί ἐστι παρ᾿ ἐμοὶ τῶν σῶν καὶ λαβέ. καὶ οὐκ ἐπέγνω παρ᾿ αὐτῷ οὐδέν. οὐκ ᾔδει δὲ Ἰακώβ, ὅτι Ραχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς.
33拉班 进了 雅各 、 利亚 ,并两个使女的帐棚,都没有搜出来,就从 利亚 的帐棚出来,进了 拉结 的帐棚。
33εἰσελθὼν δὲ Λάβαν ἠρεύνησεν εἰς τὸν οἶκον Λείας καὶ οὐχ εὗρεν· καὶ ἐξῆλθεν ἐκ τοῦ οἴκου Λείας καὶ ἠρεύνησε τὸν οἶκον Ἰακὼβ καὶ ἐν τῷ οἴκῳ τῶν δύο παιδισκῶν καὶ οὐχ εὗρεν. εἰσῆλθε δὲ καὶ εἰς τὸν οἶκον Ραχήλ.
34拉结 已经把神像藏在骆驼的驮篓里,便坐在上头。 拉班 摸遍了那帐棚,并没有摸着。
34Ραχὴλ δὲ ἔλαβε τὰ εἴδωλα καὶ ἐνέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου καὶ ἐπεκάθισεν αὐτοῖς.
35拉结 对她父亲说:「现在我身上不便,不能在你面前起来,求我主不要生气。」这样, 拉班 搜寻神像,竟没有搜出来。
35καὶ εἶπε τῷ πατρὶ αὐτῆς· μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ᾿ ἐθισμὸν τῶν γυναικῶν μοι ἐστίν· ἠρεύνησε δὲ Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ καὶ οὐχ εὗρε τὰ εἴδωλα.
36雅各 就发怒斥责 拉班 说:「我有什么过犯,有什么罪恶,你竟这样火速地追我?
36ὠργίσθη δὲ Ἰακὼβ καὶ ἐμαχέσατο τῷ Λάβαν· ἀποκριθεὶς δὲ Ἰακὼβ εἶπε τῷ Λάβαν· τί τὸ ἀδίκημά μου καὶ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου
37你摸遍了我一切的家具,你搜出什么来呢?可以放在你我弟兄面前,叫他们在你我中间辨别辨别。
37καὶ ὅτι ἠρεύνησας πάντα τὰ σκεύη τοῦ οἴκου μου; τί εὗρες ἀπὸ πάντων τῶν σκευῶν τοῦ οἴκου σου; θές ὧδε ἐνώπιον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν.
38我在你家这二十年,你的母绵羊、母山羊没有掉过胎。你群中的公羊,我没有吃过;
38ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι μετὰ σοῦ· τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον·
39被野兽撕裂的,我没有带来给你,是我自己赔上。无论是白日,是黑夜,被偷去的,你都向我索要。
39θηριάλωτον οὐκ ἐνήνοχά σοι, ἐγὼ ἀπετίννυον παρ' ἐμαυτοῦ κλέμματα ἡμέρας καὶ κλέμματα νυκτός·
40我白日受尽干热,黑夜受尽寒霜,不得合眼睡着,我常是这样。
40ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι καὶ τῷ παγετῷ τῆς νυκτός, καὶ ἀφίστατο ὁ ὕπνος μου ἀπὸ τῶν ὀφθαλμῶν μου.
41我这二十年在你家里,为你的两个女儿服事你十四年,为你的羊群服事你六年,你又十次改了我的工价。
41ταῦτά μοι εἴκοσιν ἔτη ἐγώ εἰμι ἐν τῇ οἰκιίᾳ σου· ἐδούλευσά σοι δεκατέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάσιν.
42若不是我父亲 以撒 所敬畏的 神,就是 亚伯拉罕 的 神与我同在,你如今必定打发我空手而去。 神看见我的苦情和我的劳碌,就在昨夜责备你。」
42εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ καὶ ὁ φόβος Ἰσαὰκ ἦν μοι, νῦν ἂν κενόν με ἐξαπέστειλας· τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ Θεὸς καὶ ἤλεγξέ σε ἐχθές.
43拉班 回答 雅各 说:「这女儿是我的女儿,这些孩子是我的孩子,这些羊群也是我的羊群;凡在你眼前的都是我的。我的女儿并她们所生的孩子,我今日能向他们做什么呢?
43ἀποκριθεὶς δὲ Λάβαν εἶπε τῷ Ἰακώβ· αἱ θυγατέρες θυγατέρες μου, καὶ οἱ υἱοὶ υἱοί μου, καὶ τὰ κτήνη κτήνη μου, καὶ πάντα, ὅσα σὺ ὁρᾷς, ἐμά ἐστι καὶ τῶν θυγατέρων μου· τί ποιήσω ταύταις σήμερον ἢ τοῖς τέκνοις αὐτῶν, οἷς ἔτεκον;
44来吧!你我二人可以立约,作你我中间的证据。」
44νῦν οὖν δεῦρο διαθώμεθα διαθήκην ἐγώ τε καὶ σύ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, εἶπε δὲ αὐτῷ· ἰδοὺ οὐδεὶς μεθ᾿ ἡμῶν ἐστιν, ἰδέ, ὁ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ.
45雅各 就拿一块石头立作柱子,
45λαβὼν δὲ Ἰακὼβ λίθον ἔστησεν αὐτὸν στήλην.
46又对众弟兄说:「你们堆聚石头。」他们就拿石头来堆成一堆,大家便在旁边吃喝。
46εἶπε δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ· συλλέγετε λίθους. καὶ συνέλεξαν λίθους καὶ ἐποίησαν βουνόν, καὶ ἔφαγον ἐκεῖ ἐπὶ τοῦ βουνοῦ.
47拉班 称那石堆为 伊迦尔·撒哈杜他 , 雅各 却称那石堆为 迦累得 。
47καὶ εἶπεν αὐτῷ Λάβαν· ὁ βουνὸς οὗτος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ σήμερον.
48拉班 说:「今日这石堆作你我中间的证据。」因此这地方名叫 迦累得 ,
48καὶ ἐκάλεσεν αὐτὸν Λάβαν Βουνὸς τῆς μαρτυρίας. Ἰακὼβ δὲ ἐκάλεσεν αὐτὸν Βουνὸς μάρτυς. εἶπε δὲ Λάβαν τῷ Ἰακώβ· ἰδοὺ ὁ βουνὸς οὗτος καὶ ἡ στήλη, ἣν ἔστησα ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, μαρτυρεῖ ὁ βουνὸς οὗτος, καὶ μαρτυρεῖ ἡ στήλη αὕτη· διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ, Βουνὸς μαρτυρεῖ.
49又叫 米斯巴 ,意思说:「我们彼此离别以后,愿耶和华在你我中间鉴察。
49καὶ ἡ ¨Ορασις, ἣν εἶπεν· ἐπίδοι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος ἀφ᾿ ἑτέρου.
50你若苦待我的女儿,又在我的女儿以外另娶妻,虽没有人知道,却有 神在你我中间作见证。」
50εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λήψῃ γυναῖκας πρὸς ταῖς θυγατράσι μου, ὅρα, οὐδεὶς μεθ᾿ ἡμῶν ἐστιν ὁρῶν· Θεὸς μάρτυς μεταξὺ ἐμοῦ καὶ μεταξὺ σοῦ.
51拉班 又说:「你看我在你我中间所立的这石堆和柱子。
51καὶ εἶπε Λάβαν τῷ Ἰακώβ· ἰδοὺ ὁ βουνὸς οὗτος καὶ μάρτυς ἡ στήλη αὕτη.
52这石堆作证据,这柱子也作证据。我必不过这石堆去害你;你也不可过这石堆和柱子来害我。
52ἐὰν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ μηδὲ σὺ διαβῇς πρός με τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ,
53但愿 亚伯拉罕 的 神和 拿鹤 的 神,就是他们父亲的 神,在你我中间判断。」 雅各 就指着他父亲 以撒 所敬畏的 神 起誓,
53ὁ Θεὸς Ἁβραὰμ καὶ ὁ Θεὸς Ναχὼρ κρινεῖ ἀνὰ μέσον ἡμῶν.
54又在山上献祭,请众弟兄来吃饭。他们吃了饭,便在山上住宿。
54καὶ ὤμοσεν Ἰακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ, καὶ ἔθυσε θυσίαν ἐν τῷ ὄρει καὶ ἐκάλεσε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει.
55拉班 清早起来,与他外孙和女儿亲嘴,给他们祝福,回往自己的地方去了。
55ἀναστὰς δὲ Λάβαν τὸ πρωΐ κατεφίλησε τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς, καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.
Tip: use the ← and → keys to turn chapters.