创世记 45
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1约瑟 在左右站着的人面前情不自禁,吩咐一声说:「人都要离开我出去!」 约瑟 和弟兄们相认的时候并没有一人站在他面前。
1ΚΑΙ οὐκ ἠδύνατο Ἰωσὴφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ, ἀλλ᾿ εἶπεν· ἐξαποστείλατε πάντας ἀπ᾿ ἐμοῦ. καὶ οὐ παρειστήκει οὐδεὶς τῷ Ἰωσήφ, ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ.
2他就放声大哭; 埃及 人和法老家中的人都听见了。
2καὶ ἀφῆκε φωνὴν μετὰ κλαυθμοῦ· ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι, καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον Φαραώ.
3约瑟 对他弟兄们说:「我是 约瑟 。我的父亲还在吗?」他弟兄不能回答,因为在他面前都惊惶。
3εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· ἐγώ εἰμι Ἰωσήφ. ἔτι ὁ πατήρ μου ζῇ; καὶ οὐκ ἠδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ· ἐταράχθησαν γάρ.
4约瑟 又对他弟兄们说:「请你们近前来。」他们就近前来。他说:「我是你们的兄弟 约瑟 ,就是你们所卖到 埃及 的。
4εἶπε δὲ Ἰωσὴφ πρὸς τούς ἀδελφοὺς αὐτοῦ· ἐγγίσατε πρός με, καὶ ἤγγισαν. καὶ εἶπεν· ἐγώ εἰμι Ἰωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον.
5现在,不要因为把我卖到这里自忧自恨。这是 神差我在你们以先来,为要保全生命。
5νῦν οὖν μὴ λυπεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανήτω, ὅτι ἀπέδοσθέ με ὧδε· εἰς γὰρ ζωὴν ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν·
6现在这地的饥荒已经二年了,还有五年不能耕种,不能收成。
6τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς, καὶ ἔτι λοιπὰ πέντε ἔτη, ἐν οἷς οὐκ ἔστιν ἀροτρίασις οὐδὲ ἄμητος·
7神差我在你们以先来,为要给你们存留余种在世上,又要大施拯救,保全你们的生命。
7ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην.
8这样看来,差我到这里来的不是你们,乃是 神。他又使我如法老的父,作他全家的主,并 埃及 全地的宰相。
8νῦν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλ᾿ ἢ ὁ Θεός, καὶ ἐποίησέ με ὡς πατέρα Φαραὼ καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου.
9你们要赶紧上到我父亲那里,对他说:『你儿子 约瑟 这样说: 神使我作全 埃及 的主,请你下到我这里来,不要耽延。
9σπεύσαντες οὖν ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ· τάδε λέγει ὁ υἱός σου Ἰωσήφ· ἐποίησέ με ὁ Θεὸς κύριον πάσης γῆς Αἰγύπτου· κατάβηθι οὖν πρός με καὶ μὴ μείνῃς·
10你和你的儿子孙子,连牛群羊群,并一切所有的,都可以住在 歌珊 地,与我相近。
10καὶ κατοικήσεις ἐν γῇ Γεσὲμ Ἀραβίας καὶ ἔσῃ ἐγγύς μου σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου, τὰ πρόβατά σου καὶ οἱ βόες σου καὶ ὅσα σοι ἐστί,
11我要在那里奉养你;因为还有五年的饥荒,免得你和你的眷属,并一切所有的,都败落了。』
11καὶ ἐκθρέψω σε ἐκεῖ· ἔτι γὰρ πέντε ἔτη λιμός· ἵνα μὴ ἐκτριβῇς σὺ καὶ οἱ υἱοί σου καὶ πάντα τὰ ὑπάρχοντά σου.
12况且你们的眼和我兄弟 便雅悯 的眼都看见是我亲口对你们说话。
12ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσι καὶ οἱ ὀφθαλμοὶ Βενιαμὶν τοῦ ἀδελφοῦ μου, ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς.
13你们也要将我在 埃及 一切的荣耀和你们所看见的事都告诉我父亲,又要赶紧地将我父亲搬到我这里来。」
13ἀπαγγείλατε οὖν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ καὶ ὅσα εἴδετε, καὶ ταχύναντες καταγάγετε τὸν πατέρα μου ὧδε.
14于是 约瑟 伏在他兄弟 便雅悯 的颈项上哭, 便雅悯 也在他的颈项上哭。
14καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμὶν τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν ἐπ᾿ αὐτῷ, καὶ Βενιαμὶν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ.
15他又与众弟兄亲嘴,抱着他们哭,随后他弟兄们就和他说话。
15καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἔκλαυσεν ἐπ᾿ αὐτοῖς, καὶ μετὰ ταῦτα ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν.
16这风声传到法老的宫里,说:「 约瑟 的弟兄们来了。」法老和他的臣仆都很喜欢。
16Καὶ διεβοήθη ἡ φωνὴ εἰς τὸν οἶκον Φαραὼ λέγοντες· ἥκασιν οἱ ἀδελφοὶ Ἰωσήφ. ἐχάρη δὲ Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ.
17法老对 约瑟 说:「你吩咐你的弟兄们说:『你们要这样行:把驮子抬在牲口上,起身往 迦南 地去。
17εἶπε δὲ Φαραὼ πρὸς Ἰωσήφ· εἰπὸν τοῖς ἀδελφοῖς σου, τοῦτο ποιήσατε· γεμίσατε τὰ φορεῖα ὑμῶν καὶ ἀπέλθετε εἰς γῆν Χαναὰν
18将你们的父亲和你们的眷属都搬到我这里来,我要把 埃及 地的美物赐给你们,你们也要吃这地肥美的出产。
18καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρός με, καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς.
19现在我吩咐你们要这样行:从 埃及 地带着车辆去,把你们的孩子和妻子,并你们的父亲都搬来。
19σὺ δὲ ἔντειλαι ταῦτα, λαβεῖν αὐτοῖς ἁμάξας ἐκ γῆς Αἰγύπτου τοῖς παιδίοις ὑμῶν καὶ ταῖς γυναιξὶν ὑμῶν. καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε·
20你们眼中不要爱惜你们的家具,因为 埃及 全地的美物都是你们的。』」
20καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν, τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται.
21以色列 的儿子们就如此行。 约瑟 照着法老的吩咐给他们车辆和路上用的食物,
21ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραήλ· ἔδωκε δὲ Ἰωσὴφ αὐτοῖς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ Φαραὼ τοῦ βασιλέως καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν,
22又给他们各人一套衣服,惟独给 便雅悯 三百银子,五套衣服;
22καὶ πᾶσιν ἔδωκε δισσὰς στολάς, τῷ δὲ Βενιαμὶν ἔδωκε τριακοσίους χρυσοῦς καὶ πέντε ἐξαλλασσούσας στολάς,
23送给他父亲公驴十匹,驮着 埃及 的美物,母驴十匹,驮着粮食与饼和菜,为他父亲路上用。
23καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλε κατὰ τὰ αὐτὰ καὶ δέκα ὄνους αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν Αἰγύπτου καὶ δέκα ἡμιόνους αἰρούσας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν.
24于是 约瑟 打发他弟兄们回去,又对他们说:「你们不要在路上相争。」
24ἐξαπέστειλε δὲ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἐπορεύθησαν· καὶ εἶπεν αὐτοῖς· μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ.
25他们从 埃及 上去,来到 迦南 地、他们的父亲 雅各 那里,
25Καὶ ἀνέβησαν ἐξ Αἰγύπτου καὶ ἦλθον εἰς γῆν Χαναὰν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν,
26告诉他说:「 约瑟 还在,并且作 埃及 全地的宰相。」 雅各 心里冰凉,因为不信他们。
26καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες· ὅτι ὁ υἱός σου Ἰωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς Αἰγύπτου. καὶ ἐξέστη τῇ διανοίᾳ Ἰακώβ· οὐ γὰρ ἐπίστευσεν αὐτοῖς.
27他们便将 约瑟 对他们说的一切话都告诉了他。他们父亲 雅各 又看见 约瑟 打发来接他的车辆,心就苏醒了。
27ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ρηθέντα ὑπὸ Ἰωσήφ, ὅσα εἶπεν αὐτοῖς. ἰδὼν δὲ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ἰωσὴφ ὥστε ἀναλαβεῖν αὐτόν, ἀνεζωπύρησε τὸ πνεῦμα Ἰακὼβ τοῦ πατρὸς αὐτῶν.
28以色列 说:「罢了!罢了!我的儿子 约瑟 还在,趁我未死以先,我要去见他一面。」
28εἶπε δὲ Ἰσραήλ· μέγα μοί ἐστιν, εἰ ἔτι Ἰωσὴφ ὁ υἱός μου ζῇ· πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με.
Tip: use the ← and → keys to turn chapters.