以西结书 43
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1以后,他带我到一座门,就是朝东的门。
1ΚΑΙ ἤγαγέ με ἐπὶ τὴν πύλην τὴν βλέπουσαν κατὰ ἀνατολὰς καὶ ἐξήγαγέ με,
2以色列 神的荣光从东而来。他的声音如同多水的声音;地就因他的荣耀发光。
2καὶ ἰδοὺ δόξα Θεοῦ Ἰσραὴλ ἤρχετο κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης πρὸς ἀνατολάς, καὶ φωνὴ τῆς παρεμβολῆς ὡς φωνὴ διπλασιαζόντων πολλῶν, καὶ ἡ γῆ ἐξέλαμπεν ὡς φέγγος ἀπὸ τῆς δόξης κυκλόθεν.
3其状如从前他来灭城的时候我所见的异象,那异象如我在 迦巴鲁河 边所见的异象,我就俯伏在地。
3καὶ ἡ ὅρασις, ἣν εἶδον, κατὰ τὴν ὅρασιν, ἣν εἶδον ὅτε εἰσεπορευόμην τοῦ χρῖσαι τὴν πόλιν, καὶ ἡ ὅρασις τοῦ ἅρματος, οὗ εἶδον, κατὰ τὴν ὅρασιν, ἣν εἶδον ἐπὶ τοῦ ποταμοῦ τοῦ Χοβάρ· καὶ πίπτω ἐπὶ πρόσωπόν μου.
4耶和华的荣光从朝东的门照入殿中。
4καὶ δόξα Κυρίου εἰσῆλθεν εἰς τὸν οἶκον κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς βλεπούσης κατὰ ἀνατολάς.
5灵将我举起,带入内院,不料,耶和华的荣光充满了殿。
5καὶ ἀνέλαβέ με πνεῦμα καὶ εἰσήγαγέ με εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν, καὶ ἰδοὺ πλήρης δόξης Κυρίου ὁ οἶκος.
6我听见有一位从殿中对我说话。有一人站在我旁边。
6καὶ ἔστην, καὶ ἰδοὺ φωνὴ ἐκ τοῦ οἴκου λαλοῦντος πρός με, καὶ ὁ ἀνὴρ εἱστήκει ἐχόμενός μου.
7他对我说:「人子啊,这是我宝座之地,是我脚掌所踏之地。我要在这里住,在 以色列 人中直到永远。 以色列 家和他们的君王必不再玷污我的圣名,就是行邪淫、在 锡安 的 高处 葬埋 他们君王的尸首,
7καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, ἑώρακας τὸν τόπον τοῦ θρόνου μου καὶ τὸν τόπον τοῦ ἴχνους τῶν ποδῶν μου, ἐν οἷς κατασκηνώσει τὸ ὄνομά μου ἐν μέσῳ οἴκου Ἰσραὴλ τὸν αἰῶνα· καὶ οὐ βεβηλώσουσιν οὐκέτι οἶκος Ἰσραὴλ τὸ ὄνομα τὸ ἅγιόν μου, αὐτοὶ καὶ οἱ ἡγούμενοι αὐτῶν, ἐν τῇ πορνείᾳ αὐτῶν καὶ ἐν τοῖς φόνοις τῶν ἡγουμένων ἐν μέσῳ αὐτῶν,
8使他们的门槛挨近我的门槛,他们的门框挨近我的门框;他们与我中间仅隔一墙,并且行可憎的事,玷污了我的圣名,所以我发怒灭绝他们。
8ἐν τῷ τιθέναι αὐτοὺς τὸ πρόθυρόν μου ἐν τοῖς προθύροις αὐτῶν καὶ τὰς φλιάς μου ἐχομένας τῶν φλιῶν αὐτῶν καὶ ἔδωκαν τὸν τοῖχόν μου ὡς συνεχόμενον ἐμοῦ καὶ αὐτῶν καὶ ἐβεβήλωσαν τὸ ὄνομα τὸ ἅγιόν μου ἐν ταῖς ἀνομίαις αὐτῶν, αἷς ἐποίουν· καὶ ἐξέτριψα αὐτοὺς ἐν θυμῷ μου καὶ ἐν φόνῳ.
9现在他们当从我面前远除邪淫和他们君王的尸首,我就住在他们中间直到永远。
9καὶ νῦν ἀπωσάσθωσαν τὴν πορνείαν αὐτῶν καὶ τοὺς φόνους τῶν ἡγουμένων αὐτῶν ἀπ' ἐμοῦ, καὶ κατασκηνώσω ἐν μέσῳ αὐτῶν τὸν αἰῶνα.
10「人子啊,你要将这殿指示 以色列 家,使他们因自己的罪孽惭愧,也要他们量殿的尺寸。
10καὶ σύ, υἱὲ ἀνθρώπου, δεῖξον τῷ οἴκῳ Ἰσραὴλ τὸν οἶκον, καὶ κοπάσουσιν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν· καὶ τὴν ὅρασιν αὐτοῦ καὶ τὴν διάταξιν αὐτοῦ,
11他们若因自己所行的一切事惭愧,你就将殿的规模、样式、出入之处,和一切形状、典章、礼仪、法则指示他们,在他们眼前写上,使他们遵照殿的一切规模典章去做。
11καὶ αὐτοὶ λήψονται τὴν κόλασιν αὐτῶν περὶ πάντων, ὧν ἐποίησαν. καὶ διαγράψεις τὸν οἶκον καὶ τὰς ἐξόδους αὐτοῦ καὶ τὴν ὑπόστασιν αὐτοῦ καὶ πάντα τά προστάγματα αὐτοῦ καὶ πάντα τὰ νόμιμα αὐτοῦ γνωριεῖς αὐτοῖς καὶ διαγράψεις ἐναντίον αὐτῶν, καὶ φυλάξονται πάντα τὰ δικαιώματά μου καὶ πάντα τὰ προστάγματά μου καὶ ποιήσουσιν αὐτά·
12殿的法则乃是如此:殿在山顶上,四围的全界要称为至圣。这就是殿的法则。」
12καὶ τὴν διαγραφὴν τοῦ οἴκου ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους, πάντα τὰ ὅρια αὐτοῦ κυκλόθεν ἅγια ἁγίων.
13以下量祭坛,是以肘为度(这肘是一肘零一掌)。底座高一肘,边宽一肘,四围起边高一掌,这是坛的座。
13Καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου ἐν πήχει τοῦ πήχεως καὶ παλαιστῆς· κόλπωμα βάθους ἐπὶ πῆχυν καὶ πῆχυς τὸ εὖρος, καὶ γεῖσος ἐπὶ τὸ χεῖλος αὐτοῦ κυκλόθεν σπιθαμῆς. καὶ τοῦτο τὸ ὕψος τοῦ θυσιαστηρίου·
14从底座到下层磴台,高二肘,边宽一肘。从小磴台到大磴台,高四肘,边宽一肘。
14ἐκ βάθους τῆς ἀρχῆς τοῦ κοιλώματος αὐτοῦ πρὸς τὸ ἱλαστήριον τὸ μέγα τὸ ὑποκάτωθεν πηχῶν δύο καὶ τὸ εὖρος πήχεως· καὶ ἀπὸ τοῦ ἱλαστηρίου τοῦ μικροῦ ἐπὶ τὸ ἱλαστήριον τὸ μέγα πήχεις τέσσαρες καὶ εὖρος πῆχυς·
15坛上的供台,高四肘。供台的四拐角上都有角。
15καὶ τῷ ἀριὴλ πηχῶν τεσσάρων, καὶ ἀπὸ τοῦ ἀριὴλ καὶ ὑπεράνω τῶν κεράτων πῆχυς·
16供台长十二 肘 ,宽十二肘,四面见方。
16καὶ τὸ ἀριὴλ πηχῶν δώδεκα μήκους ἐπὶ πήχεις δώδεκα πλάτους, τετράγωνον ἐπὶ τὰ τέσσαρα μέρη αὐτοῦ.
17磴台长十四 肘 ,宽十四肘,四面见方。四围起边高半肘,底座四围的边宽一肘。台阶朝东。
17καὶ τὸ ἱλαστήριον πηχῶν δεκατεσσάρων τὸ μῆκος ἐπὶ πήχεις δεκατέσσαρας τὸ εὖρος ἐπὶ τέσσαρα μέρη αὐτοῦ· καὶ τὸ γεῖσος αὐτῷ κυκλόθεν κυκλούμενον αὐτῷ. ἥμισυ πήχεως, καὶ τὸ κύκλωμα αὐτοῦ πῆχυς κυκλόθεν· καὶ οἱ κλιμακτῆρες αὐτοῦ βλέποντες κατὰ ἀνατολάς.
18他对我说:「人子啊,主耶和华如此说:建造祭坛,为要在其上献燔祭洒血,造成的时候典章如下:
18καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· ταῦτα τὰ προστάγματα τοῦ θυσιαστηρίου ἐν ἡμέρᾳ ποιήσεως αὐτοῦ τοῦ ἀναφέρειν ἐπ' αὐτοῦ ὁλοκαυτώματα καὶ προσχέειν πρὸς αὐτὸ αἷμα.
19主耶和华说,你要将一只公牛犊作为赎罪祭,给祭司 利未 人 撒督 的后裔,就是那亲近我、事奉我的。
19καὶ δώσεις τοῖς ἱερεῦσι τοῖς Λευίταις τοῖς ἐκ τοῦ σπέρματος Σαδδοὺκ τοῖς ἐγγίζουσι πρός με, λέγει Κύριος ὁ Θεός, τοῦ λειτουργεῖν μοι, μόσχον ἐκ βοῶν περὶ ἁμαρτίας·
20你要取些公牛的血,抹在坛的四角和磴台的四拐角,并四围所起的边上。你这样洁净坛,坛就洁净了。
20καὶ λήψονται ἐκ τοῦ αἵματος αὐτοῦ καὶ ἐπιθήσουσιν ἐπὶ τὰ τέσσαρα κέρατα τοῦ θυσιαστηρίου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱλαστηρίου καὶ ἐπὶ τὴν βάσιν κύκλῳ καὶ ἐξιλάσονται αὐτό·
21你又要将那作赎罪祭的公牛 犊 烧在殿外、圣地之外预定之处。
21καὶ λήψονται τὸν μόσχον τὸν περὶ ἁμαρτίας, καὶ κατακαυθήσεται ἐν τῷ ἀποκεχωρισμένῳ τοῦ οἴκου ἔξωθεν τῶν ἁγίων.
22次日,要将无残疾的公山羊献为赎罪祭;要洁净坛,像用公牛 犊 洁净的一样。
22καὶ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ λήψονται ἐρίφους δύο αἰγῶν ἀμώμους ὑπὲρ ἁμαρτίας καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καθότι ἐξιλάσαντο ἐν τῷ μόσχῳ·
23洁净了坛,就要将一只无残疾的公牛犊和羊群中一只无残疾的公绵羊
23καὶ μετὰ τὸ συντελέσαι τὸν ἐξιλασμὸν προσοίσουσι μόσχον ἐκ βοῶν ἄμωμον καὶ κριὸν ἐκ προβάτων ἄμωμον,
24奉到耶和华前。祭司要撒盐在其上,献与耶和华为燔祭。
24καὶ προσοίσετε ἐναντίον Κυρίου, καὶ ἐπιρρίψουσιν οἱ ἱερεῖς ἐπ' αὐτὰ ἅλα καὶ ἀνοίσουσιν αὐτὰ ὁλοκαυτώματα τῷ Κυρίῳ.
25七日内,每日要预备一只公山羊为赎罪祭,也要预备一只公牛犊和羊群中的一只公绵羊,都要没有残疾的。
25ἑπτὰ ἡμέρας ποιήσεις ἔριφον ὑπὲρ ἁμαρτίας καθ' ἡμέραν καὶ μόσχον ἐκ βοῶν καὶ κριὸν ἐκ προβάτων, ἄμωμα ποιήσουσιν
26七日祭司洁净坛,坛就洁净了;要这样把坛分别为圣。
26ἑπτὰ ἡμέρας· καὶ ἐξιλάσονται τὸ θυσιαστήριον καὶ καθαριοῦσιν αὐτὸ καὶ πλήσουσι χεῖρας αὐτῶν.
27满了七日,自八日以后,祭司要在坛上献你们的燔祭和平安祭;我必悦纳你们。这是主耶和华说的。」
27καὶ ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν. καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος.
Tip: use the ← and → keys to turn chapters.