以西结书 17
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1耶和华的话临到我说:
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2「人子啊,你要向 以色列 家出谜语,设比喻,
2υἱὲ ἀνθρώπου, διήγησαι διήγημα καὶ εἰπὸν παραβολὴν πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ
3说主耶和华如此说:有一大鹰,翅膀大,翎毛长,羽毛丰满,彩色俱备,来到 黎巴嫩 ,将香柏树梢拧去,
3καὶ ἐρεῖς· τάδε λέγει Κύριος· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου,
4就是折去香柏树尽尖的嫩枝,叼到贸易之地,放在买卖城中;
4τὰ ἄκρα τῆς ἁπαλότητος ἀπέκνισε καὶ ἤνεγκεν αὐτὰ εἰς γῆν Χαναάν, εἰς πόλιν τετειχισμένην ἔθετο αὐτά.
5又将 以色列 地的枝子栽于肥田里,插在大水旁,如插柳树,
5καὶ ἔλαβεν ἀπὸ τοῦ σπέρματος τῆς γῆς καὶ ἔδωκεν αὐτὸ εἰς τὸ πεδίον φυτὸν ἐφ᾿ ὕδατι πολλῷ, ἐπιβλεπόμενον ἔταξεν αὐτό.
6就渐渐生长,成为蔓延矮小的葡萄树。其枝转向那鹰,其根在鹰以下,于是成了葡萄树,生出枝子,发出小枝。
6καὶ ἀνέτειλε καὶ ἐγένετο εἰς ἄμπελον ἀσθενοῦσαν καὶ μικρὰν τῷ μεγέθει τοῦ ἐπιφαίνεσθαι αὐτήν· τὰ κλήματα αὐτῆς ἐπ᾿ αὐτὴν καὶ ρίζαι αὐτῆς ὑποκάτω αὐτῆς ἦσαν. καὶ ἐγένετο εἰς ἄμπελον καὶ ἐποίησεν ἀπώρυγας καὶ ἐξέτεινε τὴν ἀναδενδράδα αὐτῆς.
7「又有一大鹰,翅膀大,羽毛多。这葡萄树从栽种的畦中向这鹰弯过根来,发出枝子,好得它的浇灌。
7καὶ ἐγένετο ἀετὸς ἕτερος μέγας, μεγαλοπτέρυγος, πολὺς ὄνυξι, καὶ ἰδοὺ ἡ ἄμπελος αὕτη περιπεπλεγμένη πρὸς αὐτόν, καὶ ρίζαι αὐτῆς πρὸς αὐτόν, καὶ τὰ κλήματα αὐτῆς ἐξαπέστειλεν αὐτῷ τοῦ ποτίσαι αὐτὴν σὺν τῷ βώλῳ τῆς φυτείας αὐτῆς.
8这树栽于肥田多水的旁边,好生枝子,结果子,成为佳美的葡萄树。
8εἰς πεδίον καλὸν ἐφ᾿ ὕδατι πολλῷ αὕτη πιαίνεται τοῦ ποιεῖν βλαστοὺς καὶ φέρειν καρπόν, τοῦ εἶναι εἰς ἄμπελον μεγάλην.
9你要说,主耶和华如此说:这葡萄树岂能发旺呢?鹰岂不拔出它的根来,芟除它的果子,使它枯干,使它发的嫩叶都枯干了吗?也不用大力和多民,就拔出它的根来。
9διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος· εἰ κατευθυνεῖ; οὐχὶ αἱ ρίζαι τῆς ἁπαλότητος αὐτῆς καὶ ὁ καρπὸς σαπήσεται, καὶ ξηρανθήσεται πάντα τὰ προανατέλλοντα αὐτῆς; καὶ οὐκ ἐν βραχίονι μεγάλῳ, οὐδὲ ἐν λαῷ πολλῷ τοῦ ἐκσπᾶσαι αὐτὴν ἐκ ριζῶν αὐτῆς·
10葡萄树虽然栽种,岂能发旺呢?一经东风,岂不全然枯干吗?必在生长的畦中枯干了。」
10καὶ ἰδοὺ πιαίνεται· μὴ κατευθυνεῖ; οὐχὶ ἅμα τῷ ἅψασθαι αὐτῆς ἀνεμον τὸν καύσωνα ξηρανθήσεται; σὺν τῷ βώλῳ ἀνατολῆς αὐτῆς ξηρανθήσεται.
11耶和华的话临到我说:
11Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
12「你对那悖逆之家说:你们不知道这些事是什么意思吗?你要告诉他们说, 巴比伦 王曾到 耶路撒冷 ,将其中的君王和首领带到 巴比伦 自己那里去。
12υἱὲ ἀνθρώπου, εἰπὸν δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα· οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἰπόν· ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλήμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς καὶ ἄξῃ αὐτοὺς πρὸς ἑαυτὸν εἰς Βαβυλῶνα.
13从 以色列 的宗室中取一人与他立约,使他发誓,并将国中有势力的人掳去,
13καὶ λήψεται ἐκ τοῦ σπέρματος τῆς βασιλείας καὶ διαθήσεται πρὸς αὐτὸν διαθήκην καὶ εἰσάξει αὐτὸν ἐν ἀρᾷ, καὶ τοὺς ἡγεμόνας τῆς γῆς λήψεται
14使国低微不能自强,惟因守盟约得以存立。
14τοῦ γενέσθαι εἰς βασιλείαν ἀσθενῆ τὸ καθόλου μὴ ἐπαίρεσθαι, τοῦ φυλάσσειν τὴν διαθήκην αὐτοῦ καὶ ἱστάνειν αὐτήν.
15他却背叛 巴比伦 王,打发使者往 埃及 去,要他们给他马匹和多民。他岂能亨通呢?行这样事的人岂能逃脱呢?他背约岂能逃脱呢?
15καὶ ἀποστήσεται ἀπ᾿ αὐτοῦ τοῦ ἐξαποστέλλειν ἀγγέλους ἑαυτοῦ εἰς Αἴγυπτον, τοῦ δοῦναι αὐτῷ ἵππους καὶ λαὸν πολύν. εἰ κατευθυνεῖ; εἰ διασωθήσεται ὁ ποιῶν ἐναντία; καὶ παραβαίνων διαθήκην εἰ διασωθήσεται;
16他轻看向王所起的誓,背弃王与他所立的约。主耶和华说:我指着我的永生起誓,他定要死在立他作王、 巴比伦 王的京都。
16ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν μὴ ἐν ᾧ τόπῳ ὁ βασιλεὺς ὁ βασιλεύσας αὐτόν, ὃς ἠτίμωσε τὴν ἀράν μου καὶ ὃς παρέβη τὴν διαθήκην μου, μετ᾿ αὐτοῦ ἐν μέσῳ Βαβυλῶνος τελευτήσει.
17敌人筑垒造台,与他打仗的时候,为要剪除多人,法老虽领大军队和大群众,还是不能帮助他。
17καὶ οὐκ ἐν δυνάμει μεγάλῃ οὐδὲ ἐν ὄχλῳ πολλῷ ποιήσει πρὸς αὐτὸν Φαραὼ πόλεμον, ἐν χαρακοβολίᾳ καὶ ἐν οἰκοδομῇ βελοστάσεων τοῦ ἐξᾶραι ψυχάς.
18他轻看誓言,背弃盟约,已经投降,却又做这一切的事,他必不能逃脱。」
18καὶ ἠτίμωσεν ὁρκωμοσίαν τοῦ παραβῆναι διαθήκην, καὶ ἰδοὺ δέδωκε τὴν χεῖρα αὐτοῦ καὶ πάντα ταῦτα ἐποίησεν αὐτῷ· μὴ σωθήσεται;
19所以主耶和华如此说:「我指着我的永生起誓,他既轻看指我所起的誓,背弃指我所立的约,我必要使这罪归在他头上。
19διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος· ζῶ ἐγὼ ἐὰν μὴ τὴν ὁρκωμοσίαν μου, ἣν ἠτίμωσε, καὶ τὴν διαθήκην μου, ἣν παρέβη, καὶ δώσω αὐτὰ εἰς κεφαλὴν αὐτοῦ.
20我必将我的网撒在他身上,他必在我的网罗中缠住。我必带他到 巴比伦 ,并要在那里因他干犯我的罪刑罚他。
20καὶ ἐκπετάσω ἐπ᾿ αὐτὸν τὸ δίκτυόν μου, καὶ ἁλώσεται ἐν τῇ περιοχῇ αὐτοῦ.
21他的一切军队,凡逃跑的,都必倒在刀下;所剩下的,也必分散四方。你们就知道说这话的是我—耶和华。」
21ἐν πάσῃ παρατάξει αὐτοῦ ἐν ρομφαίᾳ πεσοῦνται, καὶ τοὺς καταλοίπους εἰς πάντα ἄνεμον διασπερῶ, καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος λελάληκα.
22主耶和华如此说:「我要将香柏树梢拧去栽上,就是从尽尖的嫩枝中折一嫩枝,栽于极高的山上;
22Διότι τάδε λέγει Κύριος· καὶ λήψομαι ἐγὼ ἐκ τῶν ἐκλεκτῶν τῆς κέδρου, ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ καὶ καταφυτεύσω ἐγὼ ἐπ᾿ ὄρος ὑψηλόν·
23在 以色列 高处的山栽上。它就生枝子,结果子,成为佳美的香柏树,各类飞鸟都必宿在其下,就是宿在枝子的荫下。
23καὶ κρεμάσω αὐτὸν ἐν ὄρει μετεώρῳ τῷ Ἰσραὴλ καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν καὶ ποιήσει καρπὸν καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται, τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται.
24田野的树木都必知道我—耶和华使高树矮小,矮树高大;青树枯干,枯树发旺。我—耶和华如此说,也如此行了。」
24καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου διότι ἐγὼ Κύριος ὁ ταπεινῶν ξύλον ὑψηλὸν καὶ ὑψῶν ξύλον ταπεινὸν καὶ ξηραίνων ξύλον χλωρὸν καὶ ἀναθάλλων ξύλον ξηρόν· ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω.
Tip: use the ← and → keys to turn chapters.