以西结书 37
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1耶和华的灵降在我身上。耶和华借他的灵带我出去,将我放在平原中;这平原遍满骸骨。
1ΚΑΙ ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κύριος καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων·
2他使我从骸骨的四围经过,谁知在平原的骸骨甚多,而且极其枯干。
2καὶ περιήγαγέ με ἐπ' αὐτὰ κυκλόθεν κύκλῳ, καὶ ἰδοὺ πολλὰ σφόδρα ἐπὶ προσώπου τοῦ πεδίου, ξηρὰ σφόδρα.
3他对我说:「人子啊,这些骸骨能复活吗?」我说:「主耶和华啊,你是知道的。」
3καὶ εἶπε πρός με· υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα· Κύριε Κύριε, σὺ ἐπίστῃ ταῦτα.
4他又对我说:「你向这些骸骨发预言说:枯干的骸骨啊,要听耶和华的话。
4καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα καὶ ἐρεῖς αὐτοῖς· τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου.
5主耶和华对这些骸骨如此说:『我必使气息进入你们里面,你们就要活了。
5τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις· ἰδοὺ ἐγὼ φέρω ἐφ' ὑμᾶς πνεῦμα ζωῆς
6我必给你们加上筋,使你们长肉,又将皮遮蔽你们,使气息进入你们里面,你们就要活了;你们便知道我是耶和华。』」
6καὶ δώσω ἐφ' ὑμᾶς νεῦρα καὶ ἀνάξω ἐφ' ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε· καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος.
7于是,我遵命说预言。正说预言的时候,不料,有响声,有地震;骨与骨互相联络。
7καὶ ἐπροφήτευσα καθὼς ἐνετείλατό μοι. καὶ ἐγένετο ἐν τῷ ἐμὲ προφητεῦσαι καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ.
8我观看,见骸骨上有筋,也长了肉,又有皮遮蔽其上,只是还没有气息。
8καὶ εἶδον καὶ ἰδοὺ ἐπ' αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐπ' αὐτοῖς.
9主对我说:「人子啊,你要发预言,向风发预言,说主耶和华如此说:气息啊,要从四方而来,吹在这些被杀的人身上,使他们活了。」
9καὶ εἶπε πρός με· προφήτευσον ἐπὶ τὸ πνεῦμα, προφήτευσον, υἱὲ ἀνθρώπου, καὶ εἰπὸν τῷ πνεύματι· τάδε λέγει Κύριος· ἐκ τῶν τεσσάρων πνευμάτων ἐλθὲ καὶ ἐμφύσησον εἰς τοὺς νεκροὺς τούτους, καὶ ζησάτωσαν.
10于是我遵命说预言,气息就进入骸骨,骸骨便活了,并且站起来,成为极大的军队。
10καὶ ἐπροφήτευσα καθότι ἐνετείλατό μοι· καὶ εἰσῆλθεν εἰς αὐτοὺς τὸ πνεῦμα, καὶ ἔζησαν καὶ ἔστησαν ἐπὶ τῶν ποδῶν αὐτῶν, συναγωγὴ πολλὴ σφόδρα.
11主对我说:「人子啊,这些骸骨就是 以色列 全家。他们说:『我们的骨头枯干了,我们的指望失去了,我们灭绝净尽了。』
11καὶ ἐλάλησε Κύριος πρός με λέγων· υἱὲ ἀνθρώπου, τὰ ὀστᾶ ταῦτα πᾶς οἶκος Ἰσραήλ ἐστι, καὶ αὐτοὶ λέγουσι· ξηρὰ γέγονε τὰ ὀστᾶ ἡμῶν, ἀπόλωλεν ἡ ἐλπὶς ἡμῶν, διαπεφωνήκαμεν.
12所以你要发预言对他们说,主耶和华如此说:『我的民哪,我必开你们的坟墓,使你们从坟墓中出来,领你们进入 以色列 地。
12διὰ τοῦτο προφήτευσον καὶ εἰπὸν πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἀνοίγω τὰ μνήματα ὑμῶν καὶ ἀνάξω ὑμᾶς ἐκ τῶν μνημάτων ὑμῶν καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν τοῦ Ἰσραήλ,
13我的民哪,我开你们的坟墓,使你们从坟墓中出来,你们就知道我是耶和华。
13καὶ γνώσεσθε ὅτι ἐγώ εἰμι Κύριος ἐν τῷ ἀνοῖξαί με τοὺς τάφους ὑμῶν τοῦ ἀναγαγεῖν με ἐκ τῶν τάφων τὸν λαόν μου.
14我必将我的灵放在你们里面,你们就要活了。我将你们安置在本地,你们就知道我—耶和华如此说,也如此成就了。这是耶和华说的。』」
14καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ θήσομαι ὑμᾶς ἐπὶ τὴν γῆν ὑμῶν, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος· λελάληκα καὶ ποιήσω, λέγει Κύριος.
15耶和华的话又临到我说:
15Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
16「人子啊,你要取一根木杖,在其上写『为 犹大 和他的同伴 以色列 人』;又取一根木杖,在其上写『为 约瑟 ,就是为 以法莲 ,又为他的同伴 以色列 全家』。
16υἱὲ ἀνθρώπου, λαβὲ σεαυτῷ ράβδον καὶ γράψον ἐπ' αὐτὴν τὸν Ἰούδαν καὶ τοὺς υἱοὺς Ἰσραὴλ τοὺς προσκειμένους ἐπ' αὐτόν· καὶ ράβδον δευτέραν λήψῃ σεαυτῷ καὶ γράψεις αὐτὴν τῷ Ἰωσήφ, ράβδον Ἐφραὶμ καὶ πάντας τοὺς υἰοὺς Ἰσραὴλ τοὺς προστεθέντας πρὸς αὐτόν.
17你要使这两根木杖接连为一,在你手中成为一根。
17καὶ συνάψεις αὐτὰς πρὸς ἀλλήλας σαυτῷ εἰς ράβδον μίαν τοῦ δῆσαι αὐτάς, καὶ ἔσονται ἐν τῇ χειρί σου.
18你本国的子民问你说:『这是什么意思?你不指示我们吗?』
18καὶ ἔσται ὅταν λέγωσι πρὸς σὲ οἱ υἱοὶ τοῦ λαοῦ σου· οὐκ ἀναγγέλλεις ἡμῖν τί ἐστι ταῦτά σοι;
19你就对他们说:『主耶和华如此说:我要将 约瑟 和他同伴 以色列 支派的杖,就是那在 以法莲 手中的,与 犹大 的杖一同接连为一,在我手中成为一根。』
19καὶ ἐρεῖς πρὸς αὐτούς· τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ λήψομαι τὴν φυλὴν Ἰωσήφ, τὴν διὰ χειρὸς Ἐφραίμ, καὶ τὰς φυλὰς Ἰσραὴλ τὰς προσκειμένας πρὸς αὐτὸν καὶ δώσω αὐτοὺς ἐπὶ τὴν φυλὴν Ἰούδα, καὶ ἔσονται εἰς ράβδον μίαν τῇ χειρὶ Ἰούδα.
20你所写的那两根杖要在他们眼前拿在手中,
20καὶ ἔσονται αἱ ράβδοι, ἐφ' αἷς σὺ ἔγραψας ἐπ' αὐταῖς, ἐν τῇ χειρί σου ἐνώπιον αὐτῶν,
21要对他们说,主耶和华如此说:我要将 以色列 人从他们所到的各国收取,又从四围聚集他们,引导他们归回本地。
21καὶ ἐρεῖς αὐτοῖς· τάδε λέγει Κύριος Κύριος· ἰδοὺ ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν καὶ εἰσάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραήλ·
22我要使他们在那地,在 以色列 山上成为一国,有一王作他们众民的王。他们不再为二国,决不再分为二国;
22καὶ δώσω αὐτοὺς εἰς ἔθνος ἓν ἐν τῇ γῇ μου καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ, καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται ἔτι εἰς δύο ἔθνη, οὐδὲ μὴ διαιρεθῶσιν οὐκέτι εἰς δύο βασιλείας,
23也不再因偶像和可憎的物,并一切的罪过玷污自己。我却要救他们出离一切的住处,就是他们犯罪的地方;我要洁净他们,如此,他们要作我的子民,我要作他们的 神。
23ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν. καὶ ρύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἡμάρτοσαν ἐν αὐταῖς, καὶ καθαριῶ αὐτούς, καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν.
24「我的仆人 大卫 必作他们的王;众民必归一个牧人。他们必顺从我的典章,谨守遵行我的律例。
24καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν ἔσται ποιμὴν εἷς πάντων· ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται καὶ τὰ κρίματά μου φυλάξονται καὶ ποιήσουσιν αὐτά.
25他们必住在我赐给我仆人 雅各 的地上,就是你们列祖所住之地。他们和他们的子孙,并子孙的子孙,都永远住在那里。我的仆人 大卫 必作他们的王,直到永远。
25καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ἰακώβ, οὗ κατῴκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν· καὶ κατοικήσουσιν ἐπ' αὐτῆς αὐτοί, καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν ἔσται εἰς τὸν αἰῶνα.
26并且我要与他们立平安的约,作为永约。我也要将他们安置在 本地 ,使他们的人数增多,又在他们中间设立我的圣所,直到永远。
26καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, διαθήκη αἰωνία ἔσται μετ' αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.
27我的居所必在他们中间;我要作他们的 神,他们要作我的子民。
27καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσομαι αὐτοῖς Θεός, καὶ αὐτοί μου ἔσονται λαός.
28我的圣所在 以色列 人中间直到永远,外邦人就必知道我是叫 以色列 成为圣的耶和华。」
28καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα.
Tip: use the ← and → keys to turn chapters.