以西结书
Chapter 22
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1耶和华的话又临到我说:
1ΚΑΙ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
2「人子啊,你要审问审问这流人血的城吗?当使她知道她一切可憎的事。
2καὶ σὺ υἱὲ ἀνθρώπου, εἰ κρινεῖς τὴν πόλιν τῶν αἱμάτων; καὶ παράδειξον αὐτῇ πάσας τὰς ἀνομίας αὐτῆς
3你要说,主耶和华如此说:哎!这城有流人血的事在其中,叫她受报的日期来到,又做偶像玷污自己,陷害自己。
3καὶ ἐρεῖς· τάδε λέγει Κύριος Κύριος· ὦ πόλις ἐκχέουσα αἵματα ἐν μέσῳ αὐτῆς τοῦ ἐλθεῖν καιρὸν αὐτῆς καὶ ποιοῦσα ἐνθυμήματα καθ' ἑαυτῆς, τοῦ μιαίνειν αὐτήν,
4你因流了人的血,就为有罪;你做了偶像,就玷污自己,使你受报之日临近,报应之年来到。所以我叫你受列国的凌辱和列邦的讥诮。
4ἐν τοῖς αἵμασιν αὐτῶν, οἷς ἐξέχεας, παραπέπτωκας καὶ ἐν τοῖς ἐνθυμήμασί σου, οἷς ἐποίεις, ἐμιαίνου, καὶ ἤγγισας τὰς ἡμέρας σου καὶ ἤγαγες καιρὸν ἐτῶν σου. διὰ τοῦτο δέδωκά σε εἰς ὀνειδισμὸν τοῖς ἔθνεσι, καὶ εἰς ἐμπαιγμὸν πάσαις ταῖς χώραις
5你这名臭、多乱的城啊,那些离你近、离你远的都必讥诮你。
5ταῖς ἐγγιζούσαις πρὸς σὲ καὶ ταῖς μακρὰν ἀπεχούσαις ἀπὸ σοῦ, καὶ ἐμπαίξονται ἐν σοί· ἀκάθαρτος ἡ ὀνομαστὴ καὶ πολλὴ ἐν ταῖς ἀνομίαις.
6「看哪, 以色列 的首领各逞其能,在你中间流人之血。
6ἰδοὺ οἱ ἀφηγούμενοι οἴκου Ἰσραήλ, ἕκαστος πρὸς τοὺς συγγενεῖς αὐτοῦ συνανεφύροντο ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα·
7在你中间有轻慢父母的,有欺压寄居的,有亏负孤儿寡妇的。
7πατέρα καὶ μητέρα ἐκακολόγουν ἐν σοί, καὶ πρὸς τὸν προσήλυτον ἀνεστρέφοντο ἐν ἀδικίαις ἐν σοί, ὀρφανὸν καὶ χήραν κατεδυνάστευον ἐν σοί·
8你藐视了我的圣物,干犯了我的安息日。
8καὶ τὰ ἅγιά μου ἐξουθένουν καὶ τὰ σάββατά μου ἐβεβήλουν ἐν σοί.
9在你中间有谗谤人、流人血的;有在山上吃过 祭偶像之物 的,有行淫乱的。
9ἄνδρες λῃσταὶ ἦσαν ἐν σοί, ὅπως ἐκχέωσιν ἐν σοὶ αἷμα, καὶ ἐπὶ τῶν ὀρέων ἤσθιον ἐν σοί, ἀνόσια ἐποίουν ἐν μέσῳ σου.
10在你中间有露 继 母下体羞辱父亲的,有玷辱月经不洁净之妇人的。
10αἰσχύνην πατρὸς ἀπεκάλυψαν ἐν σοὶ καὶ ἐν ἀκαθαρσίαις ἀποκαθημένην ἐταπείνουν ἐν σοί·
11这人与邻舍的妻行可憎的事;那人贪淫玷污儿妇;还有玷辱同父之姊妹的。
11ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἠνομοῦσαν, καὶ ἕκαστος τὴν νύμφην αὐτοῦ ἐμίαινεν ἐν ἀσεβείᾳ, καὶ ἕκαστος τὴν ἀδελφὴν αὐτοῦ θυγατέρα τοῦ πατρὸς αὐτοῦ ἐταπείνουν ἐν σοί.
12在你中间有为流人血受贿赂的;有向借钱的 弟兄 取利,向借粮的 弟兄 多要的。且因贪得无厌,欺压邻舍夺取财物,竟忘了我。这是主耶和华说的。
12δῶρα ἐλαμβάνοσαν ἐν σοί, ὅπως ἐκχέωσιν αἷμα, τόκον καὶ πλεονασμὸν ἐλαμβάνοσαν ἐν σοί· καὶ συνετελέσω συντέλειαν κακίας σου τὴν ἐν καταδυναστείᾳ, ἐμοῦ δὲ ἐπελάθου, λέγει Κύριος.
13「看哪,我因你所得不义之财和你中间所流的血,就拍掌 叹息 。
13ἐὰν δὲ πατάξω χεῖρά μου πρὸς χεῖρά μου ἐφ' οἷς συντετέλεσαι, οἷς ἐποίησας, καὶ ἐπὶ τοῖς αἵμασί σου τοῖς γεγενημένοις ἐν μέσῳ σου,
14到了我惩罚你的日子,你的心还能忍受吗?你的手还能有力吗?我—耶和华说了这话,就必照着行。
14εἰ ὑποστήσεται ἡ καρδία σου; εἰ κρατήσουσιν αἱ χεῖρές σου ἐν ταῖς ἡμέραις, αἷς ἐγὼ ποιῶ ἐν σοί; ἐγὼ Κύριος λελάληκα καὶ ποιήσω.
15我必将你分散在列国,四散在列邦。我也必从你中间除掉你的污秽。
15καὶ διασκορπιῶ σε ἐν τοῖς ἔθνεσι καὶ διασπερῶ σε ἐν ταῖς χώραις, καὶ ἐκλείψει ἡ ἀκαθαρσία σου ἐκ σοῦ,
16你必在列国人的眼前因自己所行的被亵渎,你就知道我是耶和华。」
16καὶ κατακληρονομήσω ἐν σοὶ κατ' ὀφθαλμοὺς τῶν ἐθνῶν· καὶ γνώσεσθε διότι ἐγὼ Κύριος.
17耶和华的话临到我说:
17Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
18「人子啊, 以色列 家在我看为渣滓。他们都是炉中的铜、锡、铁、铅,都是银渣滓。
18υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμειγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ καὶ κασσιτέρῳ καὶ μολίβῳ, ἐν μέσῳ ἀργυρίου ἀναμεμειγμένος ἐστί.
19所以主耶和华如此说:因你们都成为渣滓,我必聚集你们在 耶路撒冷 中。
19διὰ τοῦτο εἰπόν· τάδε λέγει Κύριος Κύριος· ἀνθ' ὧν ἐγένεσθε εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἐγὼ εἰσδέχομαι ὑμᾶς εἰς μέσον Ἱερουσαλήμ.
20人怎样将银、铜、铁、铅、锡聚在炉中,吹火熔化;照样,我也要发怒气和忿怒,将你们聚集放在城中,熔化你们。
20καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ κασσίτερος καὶ μόλιβος εἰς μέσον καμίνου τοῦ ἐκφυσῆσαι εἰς αὐτὸ πῦρ τοῦ χωνευθῆναι, οὕτως εἰσδέξομαι ἐν ὀργῇ μου καὶ συνάξω καὶ χωνεύσω ὑμᾶς
21我必聚集你们,把我烈怒的火吹在你们身上,你们就在其中熔化。
21καὶ ἐκφυσήσω ἐφ' ὑμᾶς ἐν πυρὶ ὀργῆς μου, καὶ χωνευθήσεσθε ἐν μέσῳ αὐτῆς.
22银子怎样熔化在炉中,你们也必照样熔化在城中,你们就知道我—耶和华是将忿怒倒在你们身上了。」
22ὃν τρόπον χωνεύεται ἀργύριον ἐν μέσῳ καμίνου, οὕτως χωνευθύσεσθε ἐν μέσῳ αὐτῆς· καὶ ἐπιγνώσεσθε διότι ἐγὼ Κύριος ἐξέχεα τὸν θυμόν μου ἐφ' ὑμᾶς.
23耶和华的话临到我说:
23Καὶ ἐγένετο λόγος Κυρίου πρός με λέγων·
24「人子啊,你要对这地说:你是未得洁净之地,在恼恨的日子也没有雨下在你以上。
24υἱὲ ἀνθρώπου, εἰπὸν αὐτῇ· σὺ εἶ γῆ ἡ οὐ βρεχομένη, οὐδὲ ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς·
25其中的先知同谋背叛,如咆哮的狮子抓撕掠物。他们吞灭人民,抢夺财宝,使这地多有寡妇。
25ἧς οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες ὠρυόμενοι ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστείᾳ, καὶ τιμὰς λαμβάνοντες ἐν ἀδικίᾳ, καὶ αἱ χῆραί σου ἐπληθύνθησαν ἐν μέσῳ σου.
26其中的祭司强解我的律法,亵渎我的圣物,不分别圣的和俗的,也不使人分辨洁净的和不洁净的,又遮眼不顾我的安息日;我也在他们中间被亵慢。
26καὶ οἱ ἱερεῖς αὐτῆς ἠθέτησαν νόμον μου καὶ ἐβεβήλουν τὰ ἅγιά μου· ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον καὶ ἀναμέσον ἀκαθάρτου καὶ τοῦ καθαροῦ οὐ διέστελλον καὶ ἀπὸ τῶν σαββάτων μου παρεκάλυπτον τοὺς ὀφθαλμοὺς αὐτῶν, καὶ ἐβεβηλούμην ἐν μέσῳ αὐτῶν.
27其中的首领仿佛豺狼抓撕掠物,杀人流血,伤害人命,要得不义之财。
27οἱ ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἁρπάζοντες ἁρπάγματα τοῦ ἐκχέαι αἷμα, ὅπως πλεονεξίᾳ πλεονεκτῶσι.
28其中的先知为百姓用未泡透的 灰 抹墙,就是为他们见虚假的异象,用谎诈的占卜,说:『主耶和华如此说』,其实耶和华没有说。
28καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες αὐτοὺς πεσοῦνται, ὁρῶντες μάταια, μαντευόμενοι ψευδῆ, λέγοντες· τάδε λέγει Κύριος, καὶ Κύριος οὐκ ἐλάλησε.
29国内众民一味地欺压,惯行抢夺,亏负困苦穷乏的,背理欺压寄居的。
29λαὸν τῆς γῆς ἐκπιεζοῦντες ἀδικίᾳ καὶ διαρπάζοντες ἁρπάγματα, πτωχὸν καὶ πένητα καταδυναστεύοντες καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ κρίματος.
30我在他们中间寻找一人重修墙垣,在我面前为这国站在破口防堵,使我不灭绝这国,却找不着一个。
30καὶ ἐζήτουν ἐξ αὐτῶν ἄνδρα ἀναστρεφόμενον ὀρθῶς καὶ ἑστῶτα πρὸ προσώπου μου ὁλοσχερῶς ἐν τῷ καιρῷ τῆς γῆς τοῦ μὴ εἰς τέλος ἐξαλεῖψαι αὐτήν, καὶ οὐχ εὗρον.
31所以我将恼恨倒在他们身上,用烈怒的火灭了他们,照他们所行的报应在他们头上。这是主耶和华说的。」
31καὶ ἐξέχεα ἐπ' αὐτὴν θυμόν μου ἐν πυρὶ ὀργῆς μου τοῦ συντελέσαι· τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα, λέγει Κύριος Κύριος.

Tip: use the ← and → keys to turn chapters.