ΑΠΟΚΑΛΥΨΙΣ ΙΩΑΝΝΟΥ 2
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Τῷ ἀγγέλῳ τῆς Ἐφέσῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν·
1τω αγγελω τησ εν εφεσω εκκλησιασ γραψον ταδε λεγει ο κρατων τουσ επτα αστερασ εν τη δεξια αυτου ο περιπατων εν μεσω των επτα λυχνιων των χρυσων
2οἶδα τὰ ἔργα σου καὶ τὸν κόπον καὶ τὴν ὑπομονήν σου καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακοὺς καὶ ἐπείρασας τοὺς λέγοντας ἀποστόλους καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς.
2οιδα τα εργα σου και τον κοπον σου και την υπομονην σου και οτι ου δυνη βαστασαι κακουσ και επειρασασ τουσ λεγοντασ εαυτουσ αποστολουσ ειναι και ουκ εισιν και ευρεσ αυτουσ ψευδεισ
3καὶ ὑπομονὴν ἔχεις καὶ ἐβάστασας διὰ τὸ ὄνομά μου καὶ οὐ κέκμηκας.
3και υπομονην εχεισ και εβαστασασ δια το ονομα μου και ουκ εκοπιασασ
4ἀλλ᾽ ἔχω κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες.
4αλλα εχω κατα σου οτι την αγαπην σου την πρωτην αφηκασ
5μνημόνευε οὖν πόθεν πέπτωκας, καὶ μετανόησον καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.
5μνημονευε ουν ποθεν πεπτωκασ και μετανοησον και τα πρωτα εργα ποιησον ει δε μη ερχομαι σοι ταχυ και κινησω την λυχνιαν σου εκ του τοπου αυτησ εαν μη μετανοησησ
6ἀλλὰ τοῦτο ἔχεις ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν ἃ κἀγὼ μισῶ.
6αλλα τουτο εχεισ οτι μισεισ τα εργα των νικολαιτων α καγω μισω
7ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις· τῷ νικῶντι δώσω αὐτῷ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς ὅ ἐστιν ἐν τῷ παραδείσῳ τοῦ θεοῦ
7ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ τω νικωντι δωσω αυτω φαγειν εκ του ξυλου τησ ζωησ ο εστιν εν τω παραδεισω του θεου μου
8Καὶ τῷ ἀγγέλῳ τῆς Σμύρνῃ ἐκκλησίας γράψον· τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν·
8και τω αγγελω τησ εν σμυρνη εκκλησιασ γραψον ταδε λεγει ο πρωτοσ και ο εσχατοσ οσ εγενετο νεκροσ και εζησεν
9οἶδά σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν, πλούσιος εἶ, καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτοὺς καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ σατανᾶ.
9οιδα σου τα εργα και την θλιψιν και την πτωχειαν αλλα πλουσιοσ ει και την βλασφημιαν εκ των λεγοντων ιουδαιουσ ειναι εαυτουσ και ουκ εισιν αλλα συναγωγη του σατανα
10μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν· ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἕξετε θλῖψιν ἡμερῶν δέκα. γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς.
10μηδεν φοβου α μελλεισ παθειν ιδου δη μελλει βαλειν ο διαβολοσ εξ υμων εισ φυλακην ινα πειρασθητε και εξετε θλιψιν ημερων δεκα γινου πιστοσ αχρι θανατου και δωσω σοι τον στεφανον τησ ζωησ
11ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις· ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.¶
11ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ ο νικων ου μη αδικηθη εκ του θανατου του δευτερου
12Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον· τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν·
12και τω αγγελω τησ εν περγαμω εκκλησιασ γραψον ταδε λεγει ο εχων την ρομφαιαν την διστομον την οξειαν
13οἶδα ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ σατανᾶ, καὶ κρατεῖς τὸ ὄνομά μου καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου καὶ ἐν ταῖς ἡμέραις Ἀντιπᾶς ὁ μάρτυς μου ὁ πιστός ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν ὅπου ὁ σατανᾶς κατοικεῖ.
13οιδα τα εργα σου και που κατοικεισ οπου ο θρονοσ του σατανα και κρατεισ το ονομα μου και ουκ ηρνησω την πιστιν μου εν ταισ ημεραισ εν αισ αντιπασ ο μαρτυσ μου ο πιστοσ οσ απεκτανθη παρ υμιν οπου ο σατανασ κατοικει
14ἀλλ᾽ ἔχω κατὰ σοῦ ὀλίγα ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ἐδίδασκεν τῷ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραὴλ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι.
14αλλ εχω κατα σου ολιγα οτι εχεισ εκει κρατουντασ την διδαχην βαλααμ οσ εδιδαξεν τον βαλακ βαλειν σκανδαλον ενωπιον των υιων ισραηλ και φαγειν ειδωλοθυτα και πορνευσαι
15οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν τῶν Νικολαϊτῶν ὁμοίως.
15ουτωσ εχεισ και συ κρατουντασ την διδαχην των νικολαιτων ομοιωσ
16μετανόησον οὖν· εἰ δὲ μή, ἔρχομαί σοι ταχὺ καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου.
16μετανοησον ουν ει δε μη ερχομαι σοι ταχυ και πολεμησω μετ αυτων εν τη ρομφαια του στοματοσ μου
17ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις· τῷ νικῶντι δώσω αὐτῷ τοῦ μάννα τοῦ κεκρυμμένου καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον ὃ οὐδεὶς οἶδεν εἰ μὴ ὁ λαμβάνων.¶
17ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ τω νικωντι δωσω αυτω του μαννα του κεκρυμμενου και δωσω αυτω ψηφον λευκην και επι την ψηφον ονομα καινον γεγραμμενον ο ουδεισ οιδεν ει μη ο λαμβανων
18Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας γράψον· τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρὸς καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·
18και τω αγγελω τησ εν θυατειροισ εκκλησιασ γραψον ταδε λεγει ο υιοσ του θεου ο εχων τουσ οφθαλμουσ αυτου ωσ φλογα πυροσ και οι ποδεσ αυτου ομοιοι χαλκολιβανω
19οἶδά σου τὰ ἔργα καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων.
19οιδα σου τα εργα και την αγαπην και την πιστιν και την διακονιαν και την υπομονην σου και τα εργα σου τα εσχατα πλειονα των πρωτων
20ἀλλ᾽ ἔχω κατὰ σοῦ ὅτι ἀφεῖς τὴν γυναῖκα Ἰεζάβελ, ἡ λέγουσα ἑαυτὴν προφῆτιν διδάσκει καὶ πλανᾷ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ φαγεῖν εἰδωλόθυτα.
20αλλ εχω κατα σου οτι αφεισ την γυναικα σου ιεζαβελ η λεγει εαυτην προφητιν και διδασκει και πλανα τουσ εμουσ δουλουσ πορνευσαι και φαγειν ειδωλοθυτα
21καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.
21και εδωκα αυτη χρονον ινα μετανοηση και ου θελει μετανοησαι εκ τησ πορνειασ αυτησ
22ἰδοὺ βάλλω αὐτὴν εἰς κλίνην καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῆς.
22ιδου βαλλω αυτην εισ κλινην και τουσ μοιχευοντασ μετ αυτησ εισ θλιψιν μεγαλην εαν μη μετανοησωσιν εκ των εργων αυτησ
23καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ, καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐραυνῶν νεφροὺς καὶ καρδίας, καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.
23και τα τεκνα αυτησ αποκτενω εν θανατω και γνωσονται πασαι αι εκκλησιαι οτι εγω ειμι ο ερευνων νεφρουσ και καρδιασ και δωσω υμιν εκαστω κατα τα εργα υμων
24ὑμῖν δὲ λέγω τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ σατανᾶ ὡς λέγουσιν· οὐ βάλλω ἐφ᾽ ὑμᾶς ἄλλο βάρος,
24υμιν δε λεγω τοισ λοιποισ τοισ εν θυατειροισ οσοι ουκ εχουσιν την διδαχην ταυτην οιτινεσ ουκ εγνωσαν τα βαθεα του σατανα ωσ λεγουσιν ου βαλλω εφ υμασ αλλο βαροσ
25πλὴν ὃ ἔχετε κρατήσατε ἄχρις οὗ ἂν ἥξω.
25πλην ο εχετε κρατησατε αχρι ου αν ηξω
26καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν·
26και ο νικων και ο τηρων αχρι τελουσ τα εργα μου δωσω αυτω εξουσιαν επι των εθνων
27καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντρίβεται
27και ποιμανει αυτουσ εν ραβδω σιδηρα ωσ τα σκευη τα κεραμικα συντριβησεται ωσ καγω ειληφα παρα του πατροσ μου
28καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.
28και δωσω αυτω τον αστερα τον πρωινον
29ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.¶
29ο εχων ουσ ακουσατω τι το πνευμα λεγει ταισ εκκλησιαισ
Tip: use the ← and → keys to turn chapters.