ΚΑΤΑ ΜΑΡΚΟΝ 4
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Freedom Bible (フリーダム・バイブル)
1Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν.
1イエスは再び湖のほとりで教え始められた。非常に大勢の群衆が集まって来たので、イエスは湖に浮かべた舟に乗り、腰を下ろされた。群衆は皆、湖のほとりの陸地にいた。
2καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλὰ καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ·
2イエスはたとえを用いて多くのことを教え、その教えの中でこう言われた。
3Ἀκούετε.¶ Ἰδοὺ ἐξῆλθεν ὁ σπείρων σπεῖραι·
3「よく聞きなさい。見よ、種をまく人が種をまきに出かけた。
4καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό.
4種をまいていると、ある種は道端に落ち、鳥たち が来て食べ尽くした。
5ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς.
5また、ある種は土の少ない岩地に落ちた。土が深くなかったので、すぐに芽を出した。
6καὶ ὅτε ἀνέτειλεν ἥλιος, ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
6しかし日が昇ると焼かれ、根がなかったので枯れてしまった。
7καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.
7また、ある種は茨の中に落ちた。茨が伸びてそれをふさぎ、実を結ばなかった。
8καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλὴν καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ αὐξανόμενα καὶ ἔφερεν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.
8また、ある種は良い地に落ち、芽生え、成長して実を結んだ。三十倍、六十倍、百倍もの実を結んだ。」
9καὶ ἔλεγεν ὃς ἔχει ὦτα ἀκούειν ἀκουέτω.¶
9そして言われた。 「聞く耳のある者は聞きなさい。」
10ὅτε ἐγένετο κατὰ μόνας, ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς.
10イエスが一人になられると、そばにいた人々が十二人と共に、たとえについて尋ねた。
11καὶ ἔλεγεν αὐτοῖς· ὑμῖν τὸ μυστήριον δέδοται τῆς βασιλείας τοῦ θεοῦ, ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται
11イエスは彼らに言われた。 「あなたがたには神の御国の奥義が与えられている。しかし、外の人々には、すべてがたとえで語られる。
12ἵνα βλέποντες βλέπωσιν καὶ μὴ ἴδωσιν καὶ ἀκούοντες ἀκούωσιν καὶ μὴ συνιῶσιν μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς
12それは、『彼らは見ても見分けず、聞いても悟らない。そうでなければ、立ち返って罪を赦されるかもしれない。』」
13Καὶ λέγει αὐτοῖς· οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;
13また彼らに言われた。 「このたとえが分からないのか。それなら、どうしてほかのすべてのたとえを理解できるだろうか。
14ὁ σπείρων τὸν λόγον σπείρει.
14種をまく人は、御言葉をまく。
15οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθὺς ἔρχεται ὁ σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς.
15道端にまかれたものとは、御言葉を聞く人々のことである。彼らが聞くと、すぐにサタンが来て、その人たちの内にまかれた御言葉を奪い去る。
16καὶ οὗτοί εἰσιν οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον, εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτὸν
16同じように、岩地にまかれたものとは、御言葉を聞くと、すぐに喜んで受け入れる人々のことである。
17καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν. εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζονται.
17しかし自分の内に根がなく、長続きしない。御言葉のために苦難や迫害が起こると、すぐにつまずいてしまう。
18καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες,
18また、茨の中にまかれたものとは、御言葉を聞く人々のことである。
19καὶ αἱ μέριμναι τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται.
19しかし、この世の思い煩いや富の惑わし、そのほかの欲望が入り込んで御言葉をふさぐため、実を結ばなくなる。
20καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν ἑκατόν.¶
20良い地にまかれたものとは、御言葉を聞いて受け入れ、実を結ぶ人々のことである。三十倍、六十倍、百倍もの実を結ぶ。」
21Καὶ ἔλεγεν αὐτοῖς μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ;
21また彼らに言われた。 「明かりを持って来るのは、升 の下や寝床の下に置くためだろうか。燭台の上に置くためではないか。
22οὐ γάρ ἐστιν κρυπτόν ἐὰν μὴ ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ᾽ ἵνα ἔλθῃ εἰς φανερόν.
22隠されているものは、現されるためにあり、秘密にされているものは、明るみに出されるためにある。
23εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω.¶
23聞く耳のある者は聞きなさい。」
24Καὶ ἔλεγεν αὐτοῖς· βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν καὶ προστεθήσεται ὑμῖν
24また彼らに言われた。 「何を聞くか、よく注意しなさい。あなたがたが量るその尺度で、あなたがたも量られ、聞く者にはさらに加えて与えられる。
25ὃς γὰρ ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.¶
25持っている者はさらに与えられ、持っていない者は、持っているものまで取り上げられるからである。」
26Καὶ ἔλεγεν· οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς
26また言われた。 「神の御国は、人が地に種をまくようなものである。
27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός.
27夜も昼も、眠り起きしているうちに、種は芽を出して成長する。しかし、どのようにして育つのか、その人は知らない。
28αὐτομάτη ἡ γῆ καρποφορεῖ πρῶτον χόρτον εἶτα στάχυν εἶτα πλήρης σῖτον ἐν τῷ στάχυϊ.
28地はひとりでに実を結ぶ。初めに苗、次に穂、そして穂の中に実った穀粒ができる。
29ὅταν δὲ παραδοῖ ὁ καρπός, εὐθὺς ἀποστέλλει τὸ δρέπανον ὅτι παρέστηκεν ὁ θερισμός.¶
29実が熟すと、すぐに鎌を入れる。収穫の時が来たからである。」
30Καὶ ἔλεγεν· πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν;
30また言われた。 「神の御国を何にたとえようか。どのようなたとえで表そうか。
31ὡς κόκκῳ σινάπεως ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς.
31それは一粒のからし種のようなものである。地にまかれるときには、地上のどの種よりも小さい。
32καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων καὶ ποιεῖ κλάδους μεγάλους ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.¶
32しかし、まかれると成長して、どの野菜よりも大きくなり、大きな枝を伸ばす。空の鳥がその陰に巣を作れるほどになる。」
33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον καθὼς ἠδύναντο ἀκούειν.
33イエスは、人々が受け止められる程度に応じて、このような多くのたとえで御言葉を語られた。
34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατ᾽ ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς ἐπέλυεν πάντα.¶
34たとえを用いずに語ることはなかった。しかし、ご自分の弟子たちには、ひそかにすべてを説明された。
35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· διέλθωμεν εἰς τὸ πέραν.
35その日の夕方、イエスは弟子たちに、 「向こう岸へ渡ろう」 と言われた。
36καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα πλοῖα ἦν μετ᾽ αὐτοῦ.
36弟子たちは群衆を後にして、舟に乗っておられたイエスをそのままお連れした。ほかの小舟も一緒だった。
37καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου, τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον ὥστε ἤδη γεμίζεσθαι πλοῖον.
37すると激しい突風が起こり、波が舟の中に打ち込んできて、舟は水でいっぱいになった。
38καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων. καὶ ἐγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;
38しかしイエスは船尾で枕をして眠っておられた。弟子たちはイエスを起こして言った。「先生、私たちが死にそうなのに、何とも思われないのですか。」
39καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.¶
39イエスは起き上がると風を叱りつけ、湖に、 「静まれ。黙れ!」 と言われた。すると風はやみ、すっかり凪になった。
40Καὶ εἶπεν αὐτοῖς· τί δειλοί ἐστε; οὔπω ἔχετε πίστιν;
40そして弟子たちに言われた。 「なぜそんなに怖がるのか。どうして信仰がないのか。」
41καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούει αὐτῷ;¶
41彼らは非常に恐れ、互いに言った。「この方は、いったいどういう方なのだろう。風も湖も従うとは。」
Tip: use the ← and → keys to turn chapters.