ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 20
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
1ομοια γαρ εστιν η βασιλεια των ουρανων ανθρωπω οικοδεσποτη οστισ εξηλθεν αμα πρωι μισθωσασθαι εργατασ εισ τον αμπελωνα αυτου
2συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
2και συμφωνησασ μετα των εργατων εκ δηναριου την ημεραν απεστειλεν αυτουσ εισ τον αμπελωνα αυτου
3καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς
3και εξελθων περι τριτην ωραν ειδεν αλλουσ εστωτασ εν τη αγορα αργουσ
4καὶ ἐκείνοις εἶπεν· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν.
4και εκεινοισ ειπεν υπαγετε και υμεισ εισ τον αμπελωνα και ο εαν η δικαιον δωσω υμιν
5πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
5οι δε απηλθον παλιν εξελθων περι εκτην και ενατην ωραν εποιησεν ωσαυτωσ
6περὶ δὲ τὴν ἑνδεκάτην ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας καὶ λέγει αὐτοῖς· τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
6περι δε την ενδεκατην ωραν εξελθων ευρεν αλλουσ εστωτασ αργουσ και λεγει αυτοισ τι ωδε εστηκατε ολην την ημεραν αργοι
7λέγουσιν αὐτῷ ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα
7λεγουσιν αυτω οτι ουδεισ ημασ εμισθωσατο λεγει αυτοισ υπαγετε και υμεισ εισ τον αμπελωνα και ο εαν η δικαιον ληψεσθε
8Ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
8οψιασ δε γενομενησ λεγει ο κυριοσ του αμπελωνοσ τω επιτροπω αυτου καλεσον τουσ εργατασ και αποδοσ αυτοισ τον μισθον αρξαμενοσ απο των εσχατων εωσ των πρωτων
9καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
9και ελθοντεσ οι περι την ενδεκατην ωραν ελαβον ανα δηναριον
10ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι πλεῖον λήμψονται· καὶ ἔλαβον ἀνὰ δηνάριον καὶ αὐτοί.
10ελθοντεσ δε οι πρωτοι ενομισαν οτι πλειονα ληψονται και ελαβον και αυτοι ανα δηναριον
11λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
11λαβοντεσ δε εγογγυζον κατα του οικοδεσποτου
12λέγοντες οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας, τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
12λεγοντεσ οτι ουτοι οι εσχατοι μιαν ωραν εποιησαν και ισουσ ημιν αυτουσ εποιησασ τοισ βαστασασιν το βαροσ τησ ημερασ και τον καυσωνα
13ὁ δὲ ἀποκριθεὶς ἑνὶ αὐτῶν εἶπεν· ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;
13ο δε αποκριθεισ ειπεν ενι αυτων εταιρε ουκ αδικω σε ουχι δηναριου συνεφωνησασ μοι
14ἆρον τὸ σὸν καὶ ὕπαγε. θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί·
14αρον το σον και υπαγε θελω δε τουτω τω εσχατω δουναι ωσ και σοι
15ἢ οὐκ ἔξεστίν μοι ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ἢ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;
15η ουκ εξεστιν μοι ποιησαι ο θελω εν τοισ εμοισ ει ο οφθαλμοσ σου πονηροσ εστιν οτι εγω αγαθοσ ειμι
16οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι καὶ οἱ πρῶτοι ἔσχατοι
16ουτωσ εσονται οι εσχατοι πρωτοι και οι πρωτοι εσχατοι πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι
17Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ᾽ ἰδίαν καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς·
17και αναβαινων ο ιησουσ εισ ιεροσολυμα παρελαβεν τουσ δωδεκα μαθητασ κατ ιδιαν εν τη οδω και ειπεν αυτοισ
18ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ
18ιδου αναβαινομεν εισ ιεροσολυμα και ο υιοσ του ανθρωπου παραδοθησεται τοισ αρχιερευσιν και γραμματευσιν και κατακρινουσιν αυτον θανατω
19καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.¶
19και παραδωσουσιν αυτον τοισ εθνεσιν εισ το εμπαιξαι και μαστιγωσαι και σταυρωσαι και τη τριτη ημερα αναστησεται
20Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ἀπ᾽ αὐτοῦ.¶
20τοτε προσηλθεν αυτω η μητηρ των υιων ζεβεδαιου μετα των υιων αυτησ προσκυνουσα και αιτουσα τι παρ αυτου
21Ὁ δὲ εἶπεν αὐτῇ· τί θέλεις; λέγει αὐτῷ· εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων ἐν τῇ βασιλείᾳ σου.¶
21ο δε ειπεν αυτη τι θελεισ λεγει αυτω ειπε ινα καθισωσιν ουτοι οι δυο υιοι μου εισ εκ δεξιων σου και εισ εξ ευωνυμων σου εν τη βασιλεια σου
22Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν λέγουσιν αὐτῷ· δυνάμεθα.¶
22αποκριθεισ δε ο ιησουσ ειπεν ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω μελλω πινειν η το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι λεγουσιν αυτω δυναμεθα
23λέγει αὐτοῖς· τὸ μὲν ποτήριόν μου πίεσθε τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾽ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.¶
23και λεγει αυτοισ το μεν ποτηριον μου πιεσθε και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων μου ουκ εστιν εμον δουναι αλλ οισ ητοιμασται υπο του πατροσ μου
24Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.¶
24και ακουσαντεσ οι δεκα ηγανακτησαν περι των δυο αδελφων
25Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
25ο δε ιησουσ προσκαλεσαμενοσ αυτουσ ειπεν οιδατε οτι οι αρχοντεσ των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι κατεξουσιαζουσιν αυτων
26οὐχ οὕτως ἔσται ἐν ὑμῖν, ἀλλ᾽ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι, ἔσται ὑμῶν διάκονος·
26ουχ ουτωσ δε εσται εν υμιν αλλ οσ εαν θελη εν υμιν μεγασ γενεσθαι εσται υμων διακονοσ
27καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται ὑμῶν δοῦλος·
27και οσ εαν θελη εν υμιν ειναι πρωτοσ εστω υμων δουλοσ
28ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.¶
28ωσπερ ο υιοσ του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων
29Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
29και εκπορευομενων αυτων απο ιεριχω ηκολουθησεν αυτω οχλοσ πολυσ
30καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ἐλέησον ἡμᾶς κύριε υἱὸς Δαυίδ.¶
30και ιδου δυο τυφλοι καθημενοι παρα την οδον ακουσαντεσ οτι ιησουσ παραγει εκραξαν λεγοντεσ ελεησον ημασ κυριε υιοσ δαυιδ
31Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν. οἱ δὲ μεῖζον ἔκραξαν λέγοντες· ἐλέησον ἡμᾶς κύριε, υἱὸς Δαυίδ.¶
31ο δε οχλοσ επετιμησεν αυτοισ ινα σιωπησωσιν οι δε μειζον εκραζον λεγοντεσ ελεησον ημασ κυριε υιοσ δαυιδ
32Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· τί θέλετε ποιήσω ὑμῖν;
32και στασ ο ιησουσ εφωνησεν αυτουσ και ειπεν τι θελετε ποιησω υμιν
33λέγουσιν αὐτῷ· κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν.
33λεγουσιν αυτω κυριε ινα ανοιχθωσιν ημων οι οφθαλμοι
34σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν καὶ ἠκολούθησαν αὐτῷ.¶
34σπλαγχνισθεισ δε ο ιησουσ ηψατο των οφθαλμων αυτων και ευθεωσ ανεβλεψαν αυτων οι οφθαλμοι και ηκολουθησαν αυτω
Tip: use the ← and → keys to turn chapters.