ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 17
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Διοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν συναγωγὴ τῶν Ἰουδαίων.
1διοδευσαντεσ δε την αμφιπολιν και απολλωνιαν ηλθον εισ θεσσαλονικην οπου ην η συναγωγη των ιουδαιων
2κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτούς, καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν,
2κατα δε το ειωθοσ τω παυλω εισηλθεν προσ αυτουσ και επι σαββατα τρια διελεξατο αυτοισ απο των γραφων
3διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν καὶ ὅτι οὗτός ἐστιν ὁ χριστὸς Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
3διανοιγων και παρατιθεμενοσ οτι τον χριστον εδει παθειν και αναστηναι εκ νεκρων και οτι ουτοσ εστιν ο χριστοσ ιησουσ ον εγω καταγγελλω υμιν
4καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων πλῆθος πολύ, γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.¶
4και τινεσ εξ αυτων επεισθησαν και προσεκληρωθησαν τω παυλω και τω σιλα των τε σεβομενων ελληνων πολυ πληθοσ γυναικων τε των πρωτων ουκ ολιγαι
5Ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι τῶν ἀγοραίων ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς προαγαγεῖν εἰς τὸν δῆμον·
5προσλαβομενοι δε οι ιουδαιοι οι απειθουντεσ των αγοραιων τινασ ανδρασ πονηρουσ και οχλοποιησαντεσ εθορυβουν την πολιν επισταντεσ τε τη οικια ιασονοσ εζητουν αυτουσ αγαγειν εισ τον δημον
6μὴ εὑρόντες δὲ αὐτοὺς ἔσυρον Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας βοῶντες ὅτι οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν,
6μη ευροντεσ δε αυτουσ εσυρον τον ιασονα και τινασ αδελφουσ επι τουσ πολιταρχασ βοωντεσ οτι οι την οικουμενην αναστατωσαντεσ ουτοι και ενθαδε παρεισιν
7οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσιν βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν.
7ουσ υποδεδεκται ιασων και ουτοι παντεσ απεναντι των δογματων καισαροσ πρασσουσιν βασιλεα λεγοντεσ ετερον ειναι ιησουν
8ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα·
8εταραξαν δε τον οχλον και τουσ πολιταρχασ ακουοντασ ταυτα
9καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.¶
9και λαβοντεσ το ικανον παρα του ιασονοσ και των λοιπων απελυσαν αυτουσ
10Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων ἀπῄεσαν.
10οι δε αδελφοι ευθεωσ δια τησ νυκτοσ εξεπεμψαν τον τε παυλον και τον σιλαν εισ βεροιαν οιτινεσ παραγενομενοι εισ την συναγωγην απηεσαν των ιουδαιων
11οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας καθ᾽ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως.¶
11ουτοι δε ησαν ευγενεστεροι των εν θεσσαλονικη οιτινεσ εδεξαντο τον λογον μετα πασησ προθυμιασ το καθ ημεραν ανακρινοντεσ τασ γραφασ ει εχοι ταυτα ουτωσ
12Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι.¶
12πολλοι μεν ουν εξ αυτων επιστευσαν και των ελληνιδων γυναικων των ευσχημονων και ανδρων ουκ ολιγοι
13Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες καὶ ταράσσοντες τοὺς ὄχλους.
13ωσ δε εγνωσαν οι απο τησ θεσσαλονικησ ιουδαιοι οτι και εν τη βεροια κατηγγελη υπο του παυλου ο λογοσ του θεου ηλθον κακει σαλευοντεσ τουσ οχλουσ
14εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ἕως ἐπὶ τὴν θάλασσαν· ὑπέμεινάν τε ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος ἐκεῖ.
14ευθεωσ δε τοτε τον παυλον εξαπεστειλαν οι αδελφοι πορευεσθαι ωσ επι την θαλασσαν υπεμενον δε ο τε σιλασ και ο τιμοθεοσ εκει
15οἱ δὲ καθιστάνοντες τὸν Παῦλον ἤγαγον ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σιλᾶν καὶ Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν.¶
15οι δε καθιστωντεσ τον παυλον ηγαγον αυτον εωσ αθηνων και λαβοντεσ εντολην προσ τον σιλαν και τιμοθεον ινα ωσ ταχιστα ελθωσιν προσ αυτον εξηεσαν
16Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν.
16εν δε ταισ αθηναισ εκδεχομενου αυτουσ του παυλου παρωξυνετο το πνευμα αυτου εν αυτω θεωρουντι κατειδωλον ουσαν την πολιν
17διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας·
17διελεγετο μεν ουν εν τη συναγωγη τοισ ιουδαιοισ και τοισ σεβομενοισ και εν τη αγορα κατα πασαν ημεραν προσ τουσ παρατυγχανοντασ
18τινὲς δὲ καὶ τῶν Ἐπικουρείων καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ· καί τινες ἔλεγον· τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ· ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο.¶
18τινεσ δε και των επικουρειων και των στοικων φιλοσοφων συνεβαλλον αυτω και τινεσ ελεγον τι αν θελοι ο σπερμολογοσ ουτοσ λεγειν οι δε ξενων δαιμονιων δοκει καταγγελευσ ειναι οτι τον ιησουν και την αναστασιν ευηγγελιζετο
19Ἐπιλαβόμενοί τε αὐτοῦ ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες· δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;
19επιλαβομενοι τε αυτου επι τον αρειον παγον ηγαγον λεγοντεσ δυναμεθα γνωναι τισ η καινη αυτη η υπο σου λαλουμενη διδαχη
20ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τίνα θέλει ταῦτα εἶναι.
20ξενιζοντα γαρ τινα εισφερεισ εισ τασ ακοασ ημων βουλομεθα ουν γνωναι τι αν θελοι ταυτα ειναι
21Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι ἢ ἀκούειν τι καινότερον.¶
21αθηναιοι δε παντεσ και οι επιδημουντεσ ξενοι εισ ουδεν ετερον ευκαιρουν η λεγειν τι και ακουειν καινοτερον
22Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη· ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ·
22σταθεισ δε ο παυλοσ εν μεσω του αρειου παγου εφη ανδρεσ αθηναιοι κατα παντα ωσ δεισιδαιμονεστερουσ υμασ θεωρω
23διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο· ἀγνώστῳ θεῷ. ὃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτο ἐγὼ καταγγέλλω ὑμῖν.
23διερχομενοσ γαρ και αναθεωρων τα σεβασματα υμων ευρον και βωμον εν ω επεγεγραπτο αγνωστω θεω ον ουν αγνοουντεσ ευσεβειτε τουτον εγω καταγγελλω υμιν
24ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ,
24ο θεοσ ο ποιησασ τον κοσμον και παντα τα εν αυτω ουτοσ ουρανου και γησ κυριοσ υπαρχων ουκ εν χειροποιητοισ ναοισ κατοικει
25οὐδὲ ὑπὸ χειρῶν ἀνθρωπίνων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσιν ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα·
25ουδε υπο χειρων ανθρωπων θεραπευεται προσδεομενοσ τινοσ αυτοσ διδουσ πασιν ζωην και πνοην κατα παντα
26ἐποίησέν τε ἐξ ἑνὸς πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν
26εποιησεν τε εξ ενοσ αιματοσ παν εθνοσ ανθρωπων κατοικειν επι παν το προσωπον τησ γησ ορισασ προστεταγμενουσ καιρουσ και τασ οροθεσιασ τησ κατοικιασ αυτων
27ζητεῖν τὸν θεόν, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.
27ζητειν τον κυριον ει αρα γε ψηλαφησειαν αυτον και ευροιεν και γε ου μακραν απο ενοσ εκαστου ημων υπαρχοντα
28ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ᾽ ὑμᾶς ποιητῶν εἰρήκασιν· τοῦ γὰρ καὶ γένος ἐσμέν.
28εν αυτω γαρ ζωμεν και κινουμεθα και εσμεν ωσ και τινεσ των καθ υμασ ποιητων ειρηκασιν του γαρ και γενοσ εσμεν
29γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.
29γενοσ ουν υπαρχοντεσ του θεου ουκ οφειλομεν νομιζειν χρυσω η αργυρω η λιθω χαραγματι τεχνησ και ενθυμησεωσ ανθρωπου το θειον ειναι ομοιον
30τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πάντας πανταχοῦ μετανοεῖν·
30τουσ μεν ουν χρονουσ τησ αγνοιασ υπεριδων ο θεοσ τα νυν παραγγελλει τοισ ανθρωποισ πασιν πανταχου μετανοειν
31καθότι ἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.¶
31διοτι εστησεν ημεραν εν η μελλει κρινειν την οικουμενην εν δικαιοσυνη εν ανδρι ω ωρισεν πιστιν παρασχων πασιν αναστησασ αυτον εκ νεκρων
32Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον, οἱ δὲ εἶπαν· ἀκουσόμεθά σου περὶ τούτου πάλιν.
32ακουσαντεσ δε αναστασιν νεκρων οι μεν εχλευαζον οι δε ειπον ακουσομεθα σου παλιν περι τουτου
33οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν.¶
33και ουτωσ ο παυλοσ εξηλθεν εκ μεσου αυτων
34Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.¶
34τινεσ δε ανδρεσ κολληθεντεσ αυτω επιστευσαν εν οισ και διονυσιοσ ο αρεοπαγιτησ και γυνη ονοματι δαμαρισ και ετεροι συν αυτοισ
Tip: use the ← and → keys to turn chapters.