ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 16
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Κατήντησεν δὲ εἰς Δέρβην καὶ Λύστραν. καὶ ἰδοὺ μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναικὸς Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος·
1κατηντησεν δε εισ δερβην και λυστραν και ιδου μαθητησ τισ ην εκει ονοματι τιμοθεοσ υιοσ γυναικοσ τινοσ ιουδαιασ πιστησ πατροσ δε ελληνοσ
2ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν.
2οσ εμαρτυρειτο υπο των εν λυστροισ και ικονιω αδελφων
3τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτὸν διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ ὑπῆρχεν.
3τουτον ηθελησεν ο παυλοσ συν αυτω εξελθειν και λαβων περιετεμεν αυτον δια τουσ ιουδαιουσ τουσ οντασ εν τοισ τοποισ εκεινοισ ηδεισαν γαρ απαντεσ τον πατερα αυτου οτι ελλην υπηρχεν
4ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδοσαν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ τῶν ἀποστόλων καὶ πρεσβυτέρων τῶν ἐν Ἱεροσολύμοις.¶
4ωσ δε διεπορευοντο τασ πολεισ παρεδιδουν αυτοισ φυλασσειν τα δογματα τα κεκριμενα υπο των αποστολων και των πρεσβυτερων των εν ιερουσαλημ
5Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν.
5αι μεν ουν εκκλησιαι εστερεουντο τη πιστει και επερισσευον τω αριθμω καθ ημεραν
6διῆλθον δὲ τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ,
6διελθοντεσ δε την φρυγιαν και την γαλατικην χωραν κωλυθεντεσ υπο του αγιου πνευματοσ λαλησαι τον λογον εν τη ασια
7ἐλθόντες κατὰ τὴν Μυσίαν ἐπείραζον εἰς τὴν Βιθυνίαν πορευθῆναι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα Ἰησοῦ.
7ελθοντεσ κατα την μυσιαν επειραζον κατα την βιθυνιαν πορευεσθαι και ουκ ειασεν αυτουσ το πνευμα
8παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα.
8παρελθοντεσ δε την μυσιαν κατεβησαν εισ τρωαδα
9καὶ ὅραμα διὰ τῆς νυκτὸς τῷ Παύλῳ ὤφθη· ἀνὴρ Μακεδών τις ἦν ἑστὼς παρακαλῶν αὐτὸν καὶ λέγων· διαβὰς εἰς Μακεδονίαν βοήθησον ἡμῖν.
9και οραμα δια τησ νυκτοσ ωφθη τω παυλω ανηρ τισ ην μακεδων εστωσ παρακαλων αυτον και λεγων διαβασ εισ μακεδονιαν βοηθησον ημιν
10ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς Μακεδονίαν συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ θεὸς εὐαγγελίσασθαι αὐτούς.¶
10ωσ δε το οραμα ειδεν ευθεωσ εζητησαμεν εξελθειν εισ την μακεδονιαν συμβιβαζοντεσ οτι προσκεκληται ημασ ο κυριοσ ευαγγελισασθαι αυτουσ
11Ἀναχθέντες δὲ ἀπὸ Τρῳάδος εὐθυδρομήσαμεν εἰς Σαμοθρᾴκην, τῇ δὲ ἐπιούσῃ εἰς Νέαν πόλιν,
11αναχθεντεσ ουν απο τησ τρωαδοσ ευθυδρομησαμεν εισ σαμοθρακην τη τε επιουση εισ νεαπολιν
12κἀκεῖθεν εἰς Φιλίππους, ἥτις ἐστὶν πρώτης μερίδος τῆς Μακεδονίας πόλις, κολωνία. ἦμεν δὲ ἐν ταύτῃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς.
12εκειθεν τε εισ φιλιππουσ ητισ εστιν πρωτη τησ μεριδοσ τησ μακεδονιασ πολισ κολωνεια ημεν δε εν αυτη τη πολει διατριβοντεσ ημερασ τινασ
13τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς πύλης παρὰ ποταμὸν οὗ ἐνομίζομεν προσευχὴν εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν.¶
13τη τε ημερα των σαββατων εξηλθομεν εξω τησ πολεωσ παρα ποταμον ου ενομιζετο προσευχη ειναι και καθισαντεσ ελαλουμεν ταισ συνελθουσαισ γυναιξιν
14Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων σεβομένη τὸν θεόν, ἤκουεν ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου.
14και τισ γυνη ονοματι λυδια πορφυροπωλισ πολεωσ θυατειρων σεβομενη τον θεον ηκουεν ησ ο κυριοσ διηνοιξεν την καρδιαν προσεχειν τοισ λαλουμενοισ υπο του παυλου
15ὡς δὲ ἐβαπτίσθη καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα· εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου μένετε· καὶ παρεβιάσατο ἡμᾶς.¶
15ωσ δε εβαπτισθη και ο οικοσ αυτησ παρεκαλεσεν λεγουσα ει κεκρικατε με πιστην τω κυριω ειναι εισελθοντεσ εισ τον οικον μου μεινατε και παρεβιασατο ημασ
16Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς προσευχήν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνα ὑπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς μαντευομένη.
16εγενετο δε πορευομενων ημων εισ προσευχην παιδισκην τινα εχουσαν πνευμα πυθωνοσ απαντησαι ημιν ητισ εργασιαν πολλην παρειχεν τοισ κυριοισ αυτησ μαντευομενη
17αὕτη κατακολουθοῦσα τῷ Παύλῳ καὶ ἡμῖν ἔκραζεν λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ὑμῖν ὁδὸν σωτηρίας.
17αυτη κατακολουθησασα τω παυλω και ημιν εκραζεν λεγουσα ουτοι οι ανθρωποι δουλοι του θεου του υψιστου εισιν οιτινεσ καταγγελλουσιν ημιν οδον σωτηριασ
18τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπεν· παραγγέλλω σοι ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾽ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.
18τουτο δε εποιει επι πολλασ ημερασ διαπονηθεισ δε ο παυλοσ και επιστρεψασ τω πνευματι ειπεν παραγγελλω σοι εν τω ονοματι ιησου χριστου εξελθειν απ αυτησ και εξηλθεν αυτη τη ωρα
19ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σιλᾶν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας,
19ιδοντεσ δε οι κυριοι αυτησ οτι εξηλθεν η ελπισ τησ εργασιασ αυτων επιλαβομενοι τον παυλον και τον σιλαν ειλκυσαν εισ την αγοραν επι τουσ αρχοντασ
20καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπαν· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες·
20και προσαγαγοντεσ αυτουσ τοισ στρατηγοισ ειπον ουτοι οι ανθρωποι εκταρασσουσιν ημων την πολιν ιουδαιοι υπαρχοντεσ
21καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν.
21και καταγγελλουσιν εθη α ουκ εξεστιν ημιν παραδεχεσθαι ουδε ποιειν ρωμαιοισ ουσιν
22καὶ συνεπέστη ὁ ὄχλος κατ᾽ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν·
22και συνεπεστη ο οχλοσ κατ αυτων και οι στρατηγοι περιρρηξαντεσ αυτων τα ιματια εκελευον ραβδιζειν
23πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακὴν παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς·
23πολλασ τε επιθεντεσ αυτοισ πληγασ εβαλον εισ φυλακην παραγγειλαντεσ τω δεσμοφυλακι ασφαλωσ τηρειν αυτουσ
24ὃς παραγγελίαν τοιαύτην λαβὼν ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας ἠσφαλίσατο αὐτῶν εἰς τὸ ξύλον.¶
24οσ παραγγελιαν τοιαυτην ειληφωσ εβαλεν αυτουσ εισ την εσωτεραν φυλακην και τουσ ποδασ αυτων ησφαλισατο εισ το ξυλον
25Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σιλᾶς προσευχόμενοι ὕμνουν τὸν θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι.
25κατα δε το μεσονυκτιον παυλοσ και σιλασ προσευχομενοι υμνουν τον θεον επηκροωντο δε αυτων οι δεσμιοι
26ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἠνεῴχθησαν δὲ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.
26αφνω δε σεισμοσ εγενετο μεγασ ωστε σαλευθηναι τα θεμελια του δεσμωτηριου ανεωχθησαν τε παραχρημα αι θυραι πασαι και παντων τα δεσμα ανεθη
27ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἤμελλεν ἑαυτὸν ἀναιρεῖν νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους.¶
27εξυπνοσ δε γενομενοσ ο δεσμοφυλαξ και ιδων ανεωγμενασ τασ θυρασ τησ φυλακησ σπασαμενοσ μαχαιραν εμελλεν εαυτον αναιρειν νομιζων εκπεφευγεναι τουσ δεσμιουσ
28Ἐφώνησεν δὲ μεγάλῃ φωνῇ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε.
28εφωνησεν δε φωνη μεγαλη ο παυλοσ λεγων μηδεν πραξησ σεαυτω κακον απαντεσ γαρ εσμεν ενθαδε
29αἰτήσας δὲ φῶτα εἰσεπήδησεν καὶ ἔντρομος γενόμενος προσέπεσεν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ,
29αιτησασ δε φωτα εισεπηδησεν και εντρομοσ γενομενοσ προσεπεσεν τω παυλω και τω σιλα
30καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ;
30και προαγαγων αυτουσ εξω εφη κυριοι τι με δει ποιειν ινα σωθω
31οἱ δὲ εἶπαν· πίστευσον ἐπὶ τὸν κύριον Ἰησοῦν καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου.
31οι δε ειπον πιστευσον επι τον κυριον ιησουν χριστον και σωθηση συ και ο οικοσ σου
32καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ κυρίου σὺν πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ.
32και ελαλησαν αυτω τον λογον του κυριου και πασιν τοισ εν τη οικια αυτου
33καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα.
33και παραλαβων αυτουσ εν εκεινη τη ωρα τησ νυκτοσ ελουσεν απο των πληγων και εβαπτισθη αυτοσ και οι αυτου παντεσ παραχρημα
34ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον παρέθηκεν τράπεζαν καὶ ἠγαλλιάσατο πανοικεὶ πεπιστευκὼς τῷ θεῷ.¶
34αναγαγων τε αυτουσ εισ τον οικον αυτου παρεθηκεν τραπεζαν και ηγαλλιατο πανοικι πεπιστευκωσ τω θεω
35Ἡμέρας δὲ γενομένης ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες· ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους.
35ημερασ δε γενομενησ απεστειλαν οι στρατηγοι τουσ ραβδουχουσ λεγοντεσ απολυσον τουσ ανθρωπουσ εκεινουσ
36ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον ὅτι ἀπέσταλκαν οἱ στρατηγοὶ ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ.¶
36απηγγειλεν δε ο δεσμοφυλαξ τουσ λογουσ τουτουσ προσ τον παυλον οτι απεσταλκασιν οι στρατηγοι ινα απολυθητε νυν ουν εξελθοντεσ πορευεσθε εν ειρηνη
37Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς· δείραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλαν εἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; οὐ γάρ, ἀλλ᾽ ἐλθόντες αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν.
37ο δε παυλοσ εφη προσ αυτουσ δειραντεσ ημασ δημοσια ακατακριτουσ ανθρωπουσ ρωμαιουσ υπαρχοντασ εβαλον εισ φυλακην και νυν λαθρα ημασ εκβαλλουσιν ου γαρ αλλα ελθοντεσ αυτοι εξαγαγετωσαν
38ἀπήγγειλαν δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· ἐφοβήθησαν ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν,
38ανηγγειλαν δε τοισ στρατηγοισ οι ραβδουχοι τα ρηματα ταυτα και εφοβηθησαν ακουσαντεσ οτι ρωμαιοι εισιν
39καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων ἀπελθεῖν τῆς πόλεως.¶
39και ελθοντεσ παρεκαλεσαν αυτουσ και εξαγαγοντεσ ηρωτων εξελθειν τησ πολεωσ
40Ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς εἰσῆλθον πρὸς τὴν Λυδίαν· καὶ ἰδόντες παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐξῆλθαν.¶
40εξελθοντεσ δε εκ τησ φυλακησ εισηλθον προσ την λυδιαν και ιδοντεσ τουσ αδελφουσ παρεκαλεσαν αυτουσ και εξηλθον
Tip: use the ← and → keys to turn chapters.