ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 13
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
1τριτον τουτο ερχομαι προσ υμασ επι στοματοσ δυο μαρτυρων και τριων σταθησεται παν ρημα
2προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν τοῖς προημαρτηκόσιν καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι.
2προειρηκα και προλεγω ωσ παρων το δευτερον και απων νυν γραφω τοισ προημαρτηκοσιν και τοισ λοιποισ πασιν οτι εαν ελθω εισ το παλιν ου φεισομαι
3ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ ἀλλὰ δυνατεῖ ἐν ὑμῖν.
3επει δοκιμην ζητειτε του εν εμοι λαλουντοσ χριστου οσ εισ υμασ ουκ ασθενει αλλα δυνατει εν υμιν
4καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ· καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς.¶
4και γαρ ει εσταυρωθη εξ ασθενειασ αλλα ζη εκ δυναμεωσ θεου και γαρ ημεισ ασθενουμεν εν αυτω αλλα ζησομεθα συν αυτω εκ δυναμεωσ θεου εισ υμασ
5Ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι Ἰησοῦς Χριστὸς ἐν ὑμῖν εἰ μήτι ἀδόκιμοί ἐστε.
5εαυτουσ πειραζετε ει εστε εν τη πιστει εαυτουσ δοκιμαζετε η ουκ επιγινωσκετε εαυτουσ οτι ιησουσ χριστοσ εν υμιν εστιν ει μητι αδοκιμοι εστε
6ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
6ελπιζω δε οτι γνωσεσθε οτι ημεισ ουκ εσμεν αδοκιμοι
7εὐχόμεθα δὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
7ευχομαι δε προσ τον θεον μη ποιησαι υμασ κακον μηδεν ουχ ινα ημεισ δοκιμοι φανωμεν αλλ ινα υμεισ το καλον ποιητε ημεισ δε ωσ αδοκιμοι ωμεν
8οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας ἀλλ᾽ ὑπὲρ τῆς ἀληθείας.
8ου γαρ δυναμεθα τι κατα τησ αληθειασ αλλ υπερ τησ αληθειασ
9χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.
9χαιρομεν γαρ οταν ημεισ ασθενωμεν υμεισ δε δυνατοι ητε τουτο δε και ευχομεθα την υμων καταρτισιν
10διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ὁ κύριος ἔδωκέν μοι εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.¶
10δια τουτο ταυτα απων γραφω ινα παρων μη αποτομωσ χρησωμαι κατα την εξουσιαν ην εδωκεν μοι ο κυριοσ εισ οικοδομην και ουκ εισ καθαιρεσιν
11Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ᾽ ὑμῶν.¶
11λοιπον αδελφοι χαιρετε καταρτιζεσθε παρακαλεισθε το αυτο φρονειτε ειρηνευετε και ο θεοσ τησ αγαπησ και ειρηνησ εσται μεθ υμων
12Ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.
12ασπασασθε αλληλουσ εν αγιω φιληματι
no verse 13 in this text
13ασπαζονται υμασ οι αγιοι παντεσ
no verse 14 in this text
14η χαρισ του κυριου ιησου χριστου και η αγαπη του θεου και η κοινωνια του αγιου πνευματοσ μετα παντων υμων αμην
Tip: use the ← and → keys to turn chapters.