ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β 10
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραΰτητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ, ὃς κατὰ πρόσωπον μὲν ταπεινὸς ἐν ὑμῖν, ἀπὼν δὲ θαρρῶ εἰς ὑμᾶς·
1αυτοσ δε εγω παυλοσ παρακαλω υμασ δια τησ πραοτητοσ και επιεικειασ του χριστου οσ κατα προσωπον μεν ταπεινοσ εν υμιν απων δε θαρρω εισ υμασ
2δέομαι δὲ τὸ μὴ παρὼν θαρρῆσαι τῇ πεποιθήσει ᾗ λογίζομαι τολμῆσαι ἐπί τινας τοὺς λογιζομένους ἡμᾶς ὡς κατὰ σάρκα περιπατοῦντας.
2δεομαι δε το μη παρων θαρρησαι τη πεποιθησει η λογιζομαι τολμησαι επι τινασ τουσ λογιζομενουσ ημασ ωσ κατα σαρκα περιπατουντασ
3ἐν σαρκὶ γὰρ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα,
3εν σαρκι γαρ περιπατουντεσ ου κατα σαρκα στρατευομεθα
4τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων,
4τα γαρ οπλα τησ στρατειασ ημων ου σαρκικα αλλα δυνατα τω θεω προσ καθαιρεσιν οχυρωματων
5καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ
5λογισμουσ καθαιρουντεσ και παν υψωμα επαιρομενον κατα τησ γνωσεωσ του θεου και αιχμαλωτιζοντεσ παν νοημα εισ την υπακοην του χριστου
6καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.¶
6και εν ετοιμω εχοντεσ εκδικησαι πασαν παρακοην οταν πληρωθη υμων η υπακοη
7Τὰ κατὰ πρόσωπον βλέπετε. εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἐφ᾽ ἑαυτοῦ ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτως καὶ ἡμεῖς
7τα κατα προσωπον βλεπετε ει τισ πεποιθεν εαυτω χριστου ειναι τουτο λογιζεσθω παλιν αφ εαυτου οτι καθωσ αυτοσ χριστου ουτωσ και ημεισ χριστου
8ἐάν τε γὰρ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν ἧς ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι·
8εαν τε γαρ και περισσοτερον τι καυχησωμαι περι τησ εξουσιασ ημων ησ εδωκεν ο κυριοσ ημιν εισ οικοδομην και ουκ εισ καθαιρεσιν υμων ουκ αισχυνθησομαι
9ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν.
9ινα μη δοξω ωσ αν εκφοβειν υμασ δια των επιστολων
10ὅτι αἱ ἐπιστολαὶ μέν φησιν βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος.
10οτι αι μεν επιστολαι φησιν βαρειαι και ισχυραι η δε παρουσια του σωματοσ ασθενησ και ο λογοσ εξουθενημενοσ
11τοῦτο λογιζέσθω ὁ τοιοῦτος ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι᾽ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ.¶
11τουτο λογιζεσθω ο τοιουτοσ οτι οιοι εσμεν τω λογω δι επιστολων αποντεσ τοιουτοι και παροντεσ τω εργω
12Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισιν τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλ᾽ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιᾶσιν.
12ου γαρ τολμωμεν εγκριναι η συγκριναι εαυτουσ τισιν των εαυτουσ συνιστανοντων αλλα αυτοι εν εαυτοισ εαυτουσ μετρουντεσ και συγκρινοντεσ εαυτουσ εαυτοισ ου συνιουσιν
13ἡμεῖς δὲ οὐκ εἰς τὰ ἄμετρα καυχησόμεθα ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ θεὸς μέτρου ἐφικέσθαι ἄχρι καὶ ὑμῶν.
13ημεισ δε ουχι εισ τα αμετρα καυχησομεθα αλλα κατα το μετρον του κανονοσ ου εμερισεν ημιν ο θεοσ μετρου εφικεσθαι αχρι και υμων
14οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ·
14ου γαρ ωσ μη εφικνουμενοι εισ υμασ υπερεκτεινομεν εαυτουσ αχρι γαρ και υμων εφθασαμεν εν τω ευαγγελιω του χριστου
15οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες αὐξανομένης τῆς πίστεως ὑμῶν ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν,
15ουκ εισ τα αμετρα καυχωμενοι εν αλλοτριοισ κοποισ ελπιδα δε εχοντεσ αυξανομενησ τησ πιστεωσ υμων εν υμιν μεγαλυνθηναι κατα τον κανονα ημων εισ περισσειαν
16εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι.
16εισ τα υπερεκεινα υμων ευαγγελισασθαι ουκ εν αλλοτριω κανονι εισ τα ετοιμα καυχησασθαι
17ὁ δὲ καυχώμενος ἐν κυρίῳ καυχάσθω·
17ο δε καυχωμενοσ εν κυριω καυχασθω
18οὐ γὰρ ὁ ἑαυτὸν συνιστάνων, ἐκεῖνός ἐστιν δόκιμος, ἀλλ᾽ ὃν ὁ κύριος συνίστησιν.¶
18ου γαρ ο εαυτον συνιστων εκεινοσ εστιν δοκιμοσ αλλ ον ο κυριοσ συνιστησιν
Tip: use the ← and → keys to turn chapters.