ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 14
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Διώκετε τὴν ἀγάπην· ζηλοῦτε δὲ τὰ πνευματικά, μᾶλλον δὲ ἵνα προφητεύητε.
1διωκετε την αγαπην ζηλουτε δε τα πνευματικα μαλλον δε ινα προφητευητε
2ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ θεῷ· οὐδεὶς γὰρ ἀκούει, πνεύματι δὲ λαλεῖ μυστήρια·
2ο γαρ λαλων γλωσση ουκ ανθρωποισ λαλει αλλα τω θεω ουδεισ γαρ ακουει πνευματι δε λαλει μυστηρια
3ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν.
3ο δε προφητευων ανθρωποισ λαλει οικοδομην και παρακλησιν και παραμυθιαν
4ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ, ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ.¶
4ο λαλων γλωσση εαυτον οικοδομει ο δε προφητευων εκκλησιαν οικοδομει
5Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις, μᾶλλον δὲ ἵνα προφητεύητε· μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις ἐκτὸς εἰ μὴ διερμηνεύῃ, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.¶
5θελω δε παντασ υμασ λαλειν γλωσσαισ μαλλον δε ινα προφητευητε μειζων γαρ ο προφητευων η ο λαλων γλωσσαισ εκτοσ ει μη διερμηνευει ινα η εκκλησια οικοδομην λαβη
6Νῦν δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ;
6νυνι δε αδελφοι εαν ελθω προσ υμασ γλωσσαισ λαλων τι υμασ ωφελησω εαν μη υμιν λαλησω η εν αποκαλυψει η εν γνωσει η εν προφητεια η εν διδαχη
7ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον;
7ομωσ τα αψυχα φωνην διδοντα ειτε αυλοσ ειτε κιθαρα εαν διαστολην τοισ φθογγοισ μη διδω πωσ γνωσθησεται το αυλουμενον η το κιθαριζομενον
8καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ, τίς παρασκευάσεται εἰς πόλεμον;
8και γαρ εαν αδηλον φωνην σαλπιγξ δω τισ παρασκευασεται εισ πολεμον
9οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον; ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.
9ουτωσ και υμεισ δια τησ γλωσσησ εαν μη ευσημον λογον δωτε πωσ γνωσθησεται το λαλουμενον εσεσθε γαρ εισ αερα λαλουντεσ
10τοσαῦτα, εἰ τύχοι, γένη φωνῶν εἰσιν ἐν κόσμῳ, καὶ οὐδὲν ἄφωνον·
10τοσαυτα ει τυχοι γενη φωνων εστιν εν κοσμω και ουδεν αυτων αφωνον
11ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος·
11εαν ουν μη ειδω την δυναμιν τησ φωνησ εσομαι τω λαλουντι βαρβαροσ και ο λαλων εν εμοι βαρβαροσ
12οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.¶
12ουτωσ και υμεισ επει ζηλωται εστε πνευματων προσ την οικοδομην τησ εκκλησιασ ζητειτε ινα περισσευητε
13Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ.
13διοπερ ο λαλων γλωσση προσευχεσθω ινα διερμηνευη
14ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.
14εαν γαρ προσευχωμαι γλωσση το πνευμα μου προσευχεται ο δε νουσ μου ακαρποσ εστιν
15τί οὖν ἐστιν; προσεύξομαι τῷ πνεύματι, προσεύξομαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ.
15τι ουν εστιν προσευξομαι τω πνευματι προσευξομαι δε και τω νοι ψαλω τω πνευματι ψαλω δε και τω νοι
16ἐπεὶ ἐὰν εὐλογῇς ἐν πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ ἀμὴν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν·
16επει εαν ευλογησησ τω πνευματι ο αναπληρων τον τοπον του ιδιωτου πωσ ερει το αμην επι τη ση ευχαριστια επειδη τι λεγεισ ουκ οιδεν
17σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ᾽ ὁ ἕτερος οὐκ οἰκοδομεῖται.¶
17συ μεν γαρ καλωσ ευχαριστεισ αλλ ο ετεροσ ουκ οικοδομειται
18Εὐχαριστῶ τῷ θεῷ πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ·
18ευχαριστω τω θεω μου παντων υμων μαλλον γλωσσαισ λαλων
19ἀλλ᾽ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.¶
19αλλ εν εκκλησια θελω πεντε λογουσ δια του νοοσ μου λαλησαι ινα και αλλουσ κατηχησω η μυριουσ λογουσ εν γλωσση
20Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.
20αδελφοι μη παιδια γινεσθε ταισ φρεσιν αλλα τη κακια νηπιαζετε ταισ δε φρεσιν τελειοι γινεσθε
21ἐν τῷ νόμῳ γέγραπται ὅτι ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ, καὶ οὐδ᾽ οὕτως εἰσακούσονταί μου, λέγει κύριος.
21εν τω νομω γεγραπται οτι εν ετερογλωσσοισ και εν χειλεσιν ετεροισ λαλησω τω λαω τουτω και ουδ ουτωσ εισακουσονται μου λεγει κυριοσ
22ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις, ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν.
22ωστε αι γλωσσαι εισ σημειον εισιν ου τοισ πιστευουσιν αλλα τοισ απιστοισ η δε προφητεια ου τοισ απιστοισ αλλα τοισ πιστευουσιν
23ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις, εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι, οὐκ ἐροῦσιν ὅτι μαίνεσθε;
23εαν ουν συνελθη η εκκλησια ολη επι το αυτο και παντεσ γλωσσαισ λαλωσιν εισελθωσιν δε ιδιωται η απιστοι ουκ ερουσιν οτι μαινεσθε
24ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων,
24εαν δε παντεσ προφητευωσιν εισελθη δε τισ απιστοσ η ιδιωτησ ελεγχεται υπο παντων ανακρινεται υπο παντων
25τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται, καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ θεῷ ἀπαγγέλλων ὅτι ὄντως ὁ θεὸς ἐν ὑμῖν ἐστιν.¶
25και ουτωσ τα κρυπτα τησ καρδιασ αυτου φανερα γινεται και ουτωσ πεσων επι προσωπον προσκυνησει τω θεω απαγγελλων οτι ο θεοσ οντωσ εν υμιν εστιν
26Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ψαλμὸν ἔχει, διδαχὴν ἔχει, ἀποκάλυψιν ἔχει, γλῶσσαν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω.
26τι ουν εστιν αδελφοι οταν συνερχησθε εκαστοσ υμων ψαλμον εχει διδαχην εχει γλωσσαν εχει αποκαλυψιν εχει ερμηνειαν εχει παντα προσ οικοδομην γινεσθω
27εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς καὶ ἀνὰ μέρος· καὶ εἷς διερμηνευέτω·
27ειτε γλωσση τισ λαλει κατα δυο η το πλειστον τρεισ και ανα μεροσ και εισ διερμηνευετω
28ἐὰν δὲ μὴ ᾖ διερμηνευτής, σιγάτω ἐν ἐκκλησίᾳ, ἑαυτῷ δὲ λαλείτω καὶ τῷ θεῷ.
28εαν δε μη η διερμηνευτησ σιγατω εν εκκλησια εαυτω δε λαλειτω και τω θεω
29προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέτωσαν·
29προφηται δε δυο η τρεισ λαλειτωσαν και οι αλλοι διακρινετωσαν
30ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω.
30εαν δε αλλω αποκαλυφθη καθημενω ο πρωτοσ σιγατω
31δύνασθε γὰρ καθ᾽ ἕνα πάντες προφητεύειν, ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται·
31δυνασθε γαρ καθ ενα παντεσ προφητευειν ινα παντεσ μανθανωσιν και παντεσ παρακαλωνται
32καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται·
32και πνευματα προφητων προφηταισ υποτασσεται
33οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ θεὸς ἀλλ᾽ εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων.¶
33ου γαρ εστιν ακαταστασιασ ο θεοσ αλλα ειρηνησ ωσ εν πασαισ ταισ εκκλησιαισ των αγιων
34Αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν, ἀλλ᾽ ὑποτασσέσθωσαν καθὼς καὶ ὁ νόμος λέγει.
34αι γυναικεσ υμων εν ταισ εκκλησιαισ σιγατωσαν ου γαρ επιτετραπται αυταισ λαλειν αλλ υποτασσεσθαι καθωσ και ο νομοσ λεγει
35εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ.
35ει δε τι μαθειν θελουσιν εν οικω τουσ ιδιουσ ανδρασ επερωτατωσαν αισχρον γαρ εστιν γυναιξιν εν εκκλησια λαλειν
36ἢ ἀφ᾽ ὑμῶν ὁ λόγος τοῦ θεοῦ ἐξῆλθεν, ἢ εἰς ὑμᾶς μόνους κατήντησεν;¶
36η αφ υμων ο λογοσ του θεου εξηλθεν η εισ υμασ μονουσ κατηντησεν
37Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός, ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι κυρίου ἐστὶν ἐντολή·
37ει τισ δοκει προφητησ ειναι η πνευματικοσ επιγινωσκετω α γραφω υμιν οτι κυριου εισιν εντολαι
38εἰ δέ τις ἀγνοεῖ, ἀγνοεῖται.¶
38ει δε τισ αγνοει αγνοειτω
39Ὥστε, ἀδελφοί ζηλοῦτε τὸ προφητεύειν, καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις.
39ωστε αδελφοι ζηλουτε το προφητευειν και το λαλειν γλωσσαισ μη κωλυετε
40πάντα εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω.¶
40παντα ευσχημονωσ και κατα ταξιν γινεσθω
Tip: use the ← and → keys to turn chapters.