ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Α 10
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,
1ου θελω δε υμασ αγνοειν αδελφοι οτι οι πατερεσ ημων παντεσ υπο την νεφελην ησαν και παντεσ δια τησ θαλασσησ διηλθον
2καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ
2και παντεσ εισ τον μωυσην εβαπτισαντο εν τη νεφελη και εν τη θαλασση
3καὶ πάντες τὸ αὐτὸ πνευματικὸν βρῶμα ἔφαγον
3και παντεσ το αυτο βρωμα πνευματικον εφαγον
4καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα, ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ πέτρα δὲ ἦν ὁ Χριστός·
4και παντεσ το αυτο πομα πνευματικον επιον επινον γαρ εκ πνευματικησ ακολουθουσησ πετρασ η δε πετρα ην ο χριστοσ
5ἀλλ᾽ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
5αλλ ουκ εν τοισ πλειοσιν αυτων ευδοκησεν ο θεοσ κατεστρωθησαν γαρ εν τη ερημω
6ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν καθὼς κἀκεῖνοι ἐπεθύμησαν.
6ταυτα δε τυποι ημων εγενηθησαν εισ το μη ειναι ημασ επιθυμητασ κακων καθωσ κακεινοι επεθυμησαν
7μηδὲ εἰδωλολάτραι γίνεσθε καθώς τινες αὐτῶν ὥσπερ γέγραπται· ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πεῖν καὶ ἀνέστησαν παίζειν.
7μηδε ειδωλολατραι γινεσθε καθωσ τινεσ αυτων ωσπερ γεγραπται εκαθισεν ο λαοσ φαγειν και πιειν και ανεστησαν παιζειν
8μηδὲ πορνεύωμεν καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσαν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.
8μηδε πορνευωμεν καθωσ τινεσ αυτων επορνευσαν και επεσον εν μια ημερα εικοσι τρεισ χιλιαδεσ
9μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλλυντο.
9μηδε εκπειραζωμεν τον χριστον καθωσ και τινεσ αυτων επειρασαν και υπο των οφεων απωλοντο
10μηδὲ γογγύζετε καθάπερ τινὲς αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
10μηδε γογγυζετε καθωσ και τινεσ αυτων εγογγυσαν και απωλοντο υπο του ολοθρευτου
11ταῦτα δὲ τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντηκεν.¶
11ταυτα δε παντα τυποι συνεβαινον εκεινοισ εγραφη δε προσ νουθεσιαν ημων εισ ουσ τα τελη των αιωνων κατηντησεν
12Ὥστε ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ.
12ωστε ο δοκων εσταναι βλεπετω μη πεση
13πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν.¶
13πειρασμοσ υμασ ουκ ειληφεν ει μη ανθρωπινοσ πιστοσ δε ο θεοσ οσ ουκ εασει υμασ πειρασθηναι υπερ ο δυνασθε αλλα ποιησει συν τω πειρασμω και την εκβασιν του δυνασθαι υμασ υπενεγκειν
14Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρίας.
14διοπερ αγαπητοι μου φευγετε απο τησ ειδωλολατρειασ
15ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι.
15ωσ φρονιμοισ λεγω κρινατε υμεισ ο φημι
16τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία ἐστὶν τοῦ αἵματος τοῦ Χριστοῦ; τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστιν;
16το ποτηριον τησ ευλογιασ ο ευλογουμεν ουχι κοινωνια του αιματοσ του χριστου εστιν τον αρτον ον κλωμεν ουχι κοινωνια του σωματοσ του χριστου εστιν
17ὅτι εἷς ἄρτος ἓν σῶμα οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.¶
17οτι εισ αρτοσ εν σωμα οι πολλοι εσμεν οι γαρ παντεσ εκ του ενοσ αρτου μετεχομεν
18βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσίν;¶
18βλεπετε τον ισραηλ κατα σαρκα ουχι οι εσθιοντεσ τασ θυσιασ κοινωνοι του θυσιαστηριου εισιν
19Τί οὖν φημι; ὅτι εἰδωλόθυτόν τί ἐστιν ἢ ὅτι εἴδωλόν τί ἐστιν;
19τι ουν φημι οτι ειδωλον τι εστιν η οτι ειδωλοθυτον τι εστιν
20ἀλλ᾽ ὅτι ἃ θύουσιν δαιμονίοις καὶ οὐ θεῷ θύουσιν· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.
20αλλ οτι α θυει τα εθνη δαιμονιοισ θυει και ου θεω ου θελω δε υμασ κοινωνουσ των δαιμονιων γινεσθαι
21οὐ δύνασθε ποτήριον κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.
21ου δυνασθε ποτηριον κυριου πινειν και ποτηριον δαιμονιων ου δυνασθε τραπεζησ κυριου μετεχειν και τραπεζησ δαιμονιων
22ἢ παραζηλοῦμεν τὸν κύριον; μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμεν;¶
22η παραζηλουμεν τον κυριον μη ισχυροτεροι αυτου εσμεν
23Πάντα ἔξεστιν ἀλλ᾽ οὐ πάντα συμφέρει· πάντα ἔξεστιν ἀλλ᾽ οὐ πάντα οἰκοδομεῖ.
23παντα μοι εξεστιν αλλ ου παντα συμφερει παντα μοι εξεστιν αλλ ου παντα οικοδομει
24μηδεὶς τὸ ἑαυτοῦ ζητείτω ἀλλὰ τὸ τοῦ ἑτέρου
24μηδεισ το εαυτου ζητειτω αλλα το του ετερου εκαστοσ
25Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·
25παν το εν μακελλω πωλουμενον εσθιετε μηδεν ανακρινοντεσ δια την συνειδησιν
26τοῦ κυρίου γὰρ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.¶
26του γαρ κυριου η γη και το πληρωμα αυτησ
27Εἴ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·
27ει δε τισ καλει υμασ των απιστων και θελετε πορευεσθαι παν το παρατιθεμενον υμιν εσθιετε μηδεν ανακρινοντεσ δια την συνειδησιν
28ἐὰν δέ τις ὑμῖν εἴπῃ· τοῦτο ἱερόθυτόν ἐστιν, μὴ ἐσθίετε δι᾽ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν·
28εαν δε τισ υμιν ειπη τουτο ειδωλοθυτον εστιν μη εσθιετε δι εκεινον τον μηνυσαντα και την συνειδησιν του γαρ κυριου η γη και το πληρωμα αυτησ
29συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ ἀλλὰ τὴν τοῦ ἑτέρου. ἱνατί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;
29συνειδησιν δε λεγω ουχι την εαυτου αλλα την του ετερου ινα τι γαρ η ελευθερια μου κρινεται υπο αλλησ συνειδησεωσ
30εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
30ει εγω χαριτι μετεχω τι βλασφημουμαι υπερ ου εγω ευχαριστω
31εἴτε οὖν ἐσθίετε εἴτε πίνετε εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν θεοῦ ποιεῖτε.
31ειτε ουν εσθιετε ειτε πινετε ειτε τι ποιειτε παντα εισ δοξαν θεου ποιειτε
32ἀπρόσκοποι καὶ Ἰουδαίοις γίνεσθε καὶ Ἕλλησιν καὶ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ,
32απροσκοποι γινεσθε και ιουδαιοισ και ελλησιν και τη εκκλησια του θεου
33καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω μὴ ζητῶν τὸ ἐμαυτοῦ σύμφορον ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσιν.¶
33καθωσ καγω παντα πασιν αρεσκω μη ζητων το εμαυτου συμφερον αλλα το των πολλων ινα σωθωσιν
Tip: use the ← and → keys to turn chapters.